← 波菲利

亚里士多德《范畴篇》释义

§106.34-108.12

处所的相反性与大小多少的关系性

在确认言语与数目不具有相反性之后,本文探讨了处所(上与下)是否例外地具有相反性以及赫米诺斯的反驳,进而论证诸如“大/小”“多/少”这类不确定的数量并非严格意义的数量,而是作为对立者属于关系者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.44

Ἐ. Πῶς οὖν ὁ μέν τις ἀληθὴς λέγεται, ὁ δὲ ψευδής; Ἀ. Ἀλλ’ οὐ καθὸ σημαντικός ἐστιν εἴληπται τοῦ ποσοῦ εἶναι γένους,1 ἀλλὰ καθόσον ἐν προφορᾷ θεωρούμενος καταμετρεῖται μακρᾷ ἢ βραχείᾳ συλλαβῇ. κατὰ τοῦτο δὲ οὐκ ἂν ἔχοι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οὐδέ τινα ἐναντίωσιν. ἀλλ’ οὐδὲ ἐν τῷ ἀριθμῷ ἔστι τι ἐναντίον. τοῖς γὰρ δύο καθὸ δύο τί ἂν εἴη ἐναντίον; ἢ τοῖς πέντε ἢ ὅλως τινὶ τῶν ἀριθμῶν;

问:那么为何某种言语被称为真的,而某种被称为假的?答:然而言语并非就其有意义而言被认为属于数量之属,而是就其在发音中被考察并由长音节或短音节来计量而言被认为属于数量之属的。而依此而言,它不会具有真与假,也不会具有任何相反性。而且在数目中也没有任何相反者。因为对于二而言,就其为二而言,能有什么与之相反呢?或者对于五,或者概括地说对于数目的任何一个[能有什么相反者呢]?

§3.4.45

Ἐ. Τί οὖν ἐπὶ τοῦ τόπου; ἆρα οὐδὲ ἐπὶ τοῦ τόπου ἐναντιότης θεωρεῖται ὄντος εἴδους τοῦ ποσοῦ; Ἀ. Ἴσως ἐπὶ τούτου, εἴ γε τὸ ἄνω καὶ τὸ κάτω τόπου μὲν μέρη ἢ εἴδη ὑπάρχει, ἔστι δὲ ταῦτα ἐναντία ἀλλήλοις.

问:那么在处所的情形下又如何?难道在作为数量之种的处所的情形下,也没有考察到相反性吗?答:也许在此情形下[有相反性],如果上与下确实作为处所的部分或种而存在,且它们彼此相反的话。

§3.4.46

Ἐ. Διὰ τί οὖν τὸ ἴσως ἔφης; Ἀ. Ὅτι τινὲς τὸ κάτω καὶ τὸ ἄνω οὐδὲ εἶναι βούλονται τόπους ἀλλὰ σχέσεις τόπου· τὸ μὲν γὰρ ὑπὲρ κεφαλὴν ἡμῶν εἶναι ἄνω, τὸ δὲ ὑπὸ τοὺς πόδας κάτω, σφαίρας δὲ ὄντος τοῦ παντὸς μηδὲν εἶναι μήτε κάτω μήτε ἄνω καθ’ αὑτό. εἰ μέντοι λάβοιμεν τὸ ἄνω καὶ τὸ κάτω οὐ καθ’ ἡντιναοῦν ἄλλην διάστασιν ἀλλὰ κατὰ τὴν τοῦ παντός, ὥστε σφαιροειδοῦς ὄντος τοῦ παντὸς κάτω μὲν εἶναι τὸ πρὸς τὴν μέσην χώραν τοῦ παντός, ἄνω δὲ τὰ ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα, ἐναντίον ἂν εἴη τὸ ἄνω τῷ κάτω διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὴν ἔξω εἶναι ἐπιφάνειαν,2 ὡς ἐν κύκλῳ καὶ σφαίρᾳ πρὸς τὰ πέρατα· ἐν γὰρ ταύτῃ καὶ τὸ ἄνω μόνως ἄνω ἐστὶ καὶ τὸ κάτω μόνως κάτω, ἐν δὲ ταῖς ἄλλαις διαστάσεσιν, ἐφ’ ὃ τὸ ἄνω καὶ τὸ κάτω λέγεται, πρὸς ἕτερον καὶ ἕτερον λαμβανόμενον τὸ αὐτὸ καὶ ἄνω καὶ κάτω εἶναι δοκεῖ. διὸ ἐκεῖνα καθ’ αὑτὰ ὄντα ὡς τόπου διαφοραὶ καὶ ποσὰ τὸ ἄνω καὶ τὸ κάτω ἐναντίωσιν ἐπιδέχοιτο ἄν,3 ὥστε εἶναι περὶ μόνον τὸν τόπον ἐν τῷ ποσῷ ἐναντιότητα. ὅτι δὲ ἐν τῷ τόπῳ ἐναντιότης, ἐοίκασιν δηλοῦν καὶ οἱ τὰ ἐναντία ὁρισάμενοι τὰ πλεῖστον ἀλλήλων διεστηκότα· ἀπὸ γὰρ τῆς κατὰ τὸν τόπον ἐν τῷ ἄνω καὶ κάτω ἐναντιώσεως ἐοίκασι τὸν ὁρισμὸν εἰληφέναι· τὸ γὰρ διεστηκέναι πρώτως ἐν τόπῳ ἐστίν· ὥστε ἐν μόνῳ τῷ τόπῳ εἴη ἂν ἡ ἐναντίωσις.

问:那么你为何说了“也许”?答:因为有些人甚至不愿把下与上当作处所,而当作处所的关系;因为在我们头顶之上的是上,在脚下的是下,而在全宇宙是个球体的情况下,没有任何事物依其自身是下或是上。然而,如果我们不依任何其他的间隔尺度、而是依全宇宙的间隔尺度来把握上与下,以致在全宇宙为球状的情况下,下是朝向全宇宙中心区域的,而上是从中心朝向边界的区域,那么上将与下相反,这是由于中心朝向外表面的距离是最大的,正如在圆和球中朝向边界一样;因为唯独在这一间隔尺度中,上仅仅是上,下仅仅是下,而在其他述说上与下的间隔尺度中,就不同事物加以把握时,同一事物显得既是上又是下。因此,那些作为处所的种差且作为数量依其自身存在的上与下能够容纳相反性,以致在数量中唯独关于处所存在着相反性。而处所中存在着相反性,这似乎连那些把相反者定义为“彼此相距最远者”的人也表明了;因为他们似乎是从处所中依上与下的相反性中获得该定义的;因为相距遥远首要地存在于处所中;因此相反性将仅仅存在于处所中。

§3.4.47

Ἐ. Ἀλλὰ πῶς ὁ Ἑρμῖνος ἀπήντηκεν; Ἀ. Λέγων ὅτι τὸ ἄνω καὶ τὸ κάτω οὐ τόπον σημαίνει ἀλλὰ ποῦ, ὥσπερ οὐδὲ τὸ χθὲς οὐδὲ τὸ αὔριον χρόνον ἀλλὰ ποτέ· ἔστι δὲ ὡς τὸ ποτὲ κατὰ χρόνον, οὕτως καὶ τὸ ποὺ κατὰ τόπον· ἕτερον δὲ ποσοῦ εἶναι τι, ἕτερον δὲ τὸ ποσόν.4 ἀλλὰ καὶ ὁ Ἑρμῖνος οὕτως ἀφῄρει τοῦ ποσοῦ τὴν ἐναντίωσιν.

问:但赫米诺斯是如何反驳的呢?答:他说上与下并不表示处所,而是表示“何处”,正如昨天与明天并不表示时间,而是表示“何时”;而正如“何时”是依时间而言的,同样“何处”也是依处所而言的;但属于数量的某种事物是一回事,数量自身又是另一回事。不过赫米诺斯也以这种方式从数量中排除了相反性。

§3.4.48

Ἐ. Ἆρα οὖν ἐν τοῖς ἄλλοις ποσοῖς οὐκ ἂν εἴη ἐναντίωσις; Ἀ. Ἐν μὲν τοῖς ὡρισμένοις οὐδαμῶς, ἐν δὲ τοῖς ἀορίστοις ποσοῖς δόξειεν ἂν εἶναι ἐναντίωσιν.

问:那么在其他数量中难道不会有相反性吗?答:在确定的数量中绝不会有,但在不确定的数量中似乎会有相反性。

§3.4.49

Ἐ. Τίνα οὖν ἐστι τὰ ἀόριστα ποσά; Ἀ. Τὰ οὕτω ἐκφερόμενα οἷον πολὺ ἢ ὀλίγον, μέγα ἢ μικρόν· ποσὸν γάρ τι ὂν πολὺ ἢ ὀλίγον ἐστὶ καὶ μέγα ἢ μικρόν.

问:那么什么是不确定的数量?答:是这样被表达的事物,例如多或少,大或小;因为作为某种数量,它是多或少,以及大或小。

§3.4.50

Ἐ. Ἆρα οὖν ποσὰ ταῦτα κυρίως; Ἀ. Οὐ πάνυ τι δόξει.

问:那么这些是严格意义的数量吗?答:看起来绝非如此。

§3.4.51

Ἐ. Διὰ τί; Ἀ. Οὐδὲ γὰρ σημαίνει ποσόν, ἀλλὰ μᾶλλον πρός τι ἂν εἴη.

问:为什么?答:因为它们甚至不表示数量,而毋宁属于关系者。

§3.4.52

Ἐ. Τί οὖν; ἐναντία ἐστὶ ταῦτα; Ἀ. Οὐδαμῶς, ἀλλὰ ἀντίκειται μὲν ἀλλήλοις, ἀντίκειται δὲ οὐχ ὡς τὰ ἐναντία ἀλλ’ ὡς τὰ πρός τι, ὥστε κἂν τῶν πρός τι ᾖ, οὐκ ἔστιν ἐναντία ἀλλὰ ἀντικείμενα.

问:那么怎样呢?这些是相反者吗?答:绝非如此,它们虽然彼此对立,但不是作为相反者对立,而是作为关系者对立,因此即使它们属于关系者,它们也不是相反者,而是对立者。

§3.4.53

Ἐ. Πῶς τοῦτο ἔφης; Ἀ. Ὅτι τῶν ἀντικειμένων τὰ μὲν ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις, τὰ δὲ ὡς στέρησις καὶ ἕξις, τὰ δὲ ὡς τὰ πρός τι, τὰ δὲ ὡς ἐναντία. ὥστε τὰ πρός τι ἀντικείμενα μέν ἐστιν, ἐναντία δὲ οὔ.

问:你这话是怎么说的?答:因为在对立者中,有些作为肯定与否定对立,有些作为欠缺与拥有对立,有些作为关系者对立,有些作为相反者对立。因此关系者是对立者,但不是相反者。

语法注4 条
  1. 3.4.44ἀλλ’ οὐ καθὸ σημαντικός ἐστιν εἴληπται τοῦ ποσοῦ εἶναι γένους

    完成时被动动词 εἴληπται 带属格短语 τοῦ ποσοῦ ... γένους,构成表语性属格,表示言语被认为或设定为属于数量之属。

  2. 3.4.46διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὴν ἔξω εἶναι ἐπιφάνειαν

    由 διά 与带冠词不定式 τὸ ... εἶναι 构成的因果短语,其不定式的主语为宾格名词短语 πλείστην διάστασιν。τῷ μέσῳ 是领有与格,表明中心相对于外表面的距离是最大的。

  3. 3.4.46διὸ ἐκεῖνα καθ’ αὑτὰ ὄντα ὡς τόπου διαφοραὶ καὶ ποσὰ τὸ ἄνω καὶ τὸ κάτω ἐναντίωσιν ἐπιδέχοιτο ἄν

    中性复数主语 ἐκεῖνα 带有同位语 τὸ ἄνω καὶ τὸ κάτω,并支配单数希求法动词 ἐπιδέχοιτο ἄν(中性复数主语接单数动词)。καθ’ αὑτὰ ὄντα 是修饰主语的分词短语,表示其自身作为存在者。

  4. 3.4.47ἕτερον δὲ ποσοῦ εἶναι τι, ἕτερον δὲ τὸ ποσόν

    并列对比结构 ἕτερον ... ἕτερον(“一则是……,另一则是……”)。ποσοῦ 是属格,表示所属或从属关系,即“属于数量的某种事物”与“数量自身”有别。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:106.34-108.12