- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:105.24-106.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过运动与热病的例子阐明本原数量与偶性数量的区别后,逐一在面、线、物体、时间与言语上检验数量的固有属性(无相反者)。
Ἐ. Τί τὸ προηγουμένως ποσόν; Ἀ. Τὸ καθ’ αὑτὸ καὶ μὴ κατ’ ἄλλο, οἷον δή τι ἀριθμός, χρόνος καὶ τὰ ὅμοια.
问:什么是本原的数量?答:是指依其自身而非依其他事物的事物,例如数目、时间以及诸如此类者。
Ἐ. Τί τὸ κατὰ συμβεβηκὸς ποσόν; Ἀ. Τὸ καθ’ ἕτερον λεγόμενον, οἷον τὸ λευκὸν πολὺ λέγεται κατὰ τὴν ἐπιφάνειαν καὶ ὁ ἄνθρωπος μακρὸς καθόσον τὸ μῆκος. πάλιν τὸν πυρετὸν εἴποιμεν ἂν πολύν, ἐπειδὴ ἐν πολλῷ παρετάθη χρόνῳ, ὡς ἐάν γε μὴ τὸν ἐπὶ πλεῖστον παρατείνοντα εἴποι τις πολὺν ἀλλὰ τὸν σφοδρόν, οὐ κυρίως τῇ λέξει κέχρηται ὁ τοιοῦτος ποιόν τε μᾶλλον ἢ ποσὸν εἴρηκεν·1 τὸ γὰρ σφοδρὸν τῆς ποιότητός ἐστιν. κἂν εἴπωμεν δὲ ὅτι ὁ δεῖνα πολὺ δεδράμηκεν τὴν κίνησιν ἀναλογιζόμενοι, ὅτι ἐν πολλῷ γεγένηται χρόνῳ, ἀπὸ χρόνου πολύν φαμεν γεγενῆσθαι τὸν δρόμον.
问:什么是偶性的数量?答:是指依其他事物而被述说的事物,例如白色事物依其所在之面被称为“多的[大的]”,人依其长度[身高]被称为“高大的”。再者,我们也可以说一场热病是“多的”,因为它是延宕在很多时间里的;倘若有人把那并非延宕时间极长的、而是剧烈的热病称为“多的”,那么这样的人并没有在严格意义上使用这个词,并且所说的与其说是数量,毋宁说是性质;因为剧烈是属于性质的。即使我们说某人跑得“多”,把这运动按其在许多时间里发生来衡量,我们也是从时间出发说这一奔跑是“多”的。
Ἐ. Τί γάρ; ἡ κίνησις οὐκ ἔστιν ποσόν; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ κατείλεκται ἐν τοῖς ποσοῖς.
问:那么,运动不是数量吗?答:绝非如此;因为在数量之中根本未曾将它列入。
Ἐ. Πῶς οὖν πολλὴ κίνησις καὶ μακρὰ λέγεται; “κίνησις γὰρ αὕτη μεγάλη”, ἔφη ὁ Θουκυδίδης. Ἀ. Οὐ καθ’ αὑτήν φησιν ἀλλὰ τῷ ὑπάρχειν αὐτὴν χρόνῳ. ἐπὶ δὲ τῷ χρόνῳ ὑπάρχει τὸ πολὺ καὶ τὸ ὀλίγον καὶ τὸ μακρὸν ἢ βραχὺ καὶ τὸ μέγα ἢ μικρόν. κατὰ τὸν χρόνον οὖν ἐν ᾧ ὑπάρχει ταῦτα ὄντι ποσῷ, κατὰ συμβεβηκὸς δέ, καὶ τῇ κινήσει προσεῖναι ῥηθήσεται.2 ἐὰν οὖν ἀποδιδῷ τις τὸ πολὺ καὶ τὸ ὀλίγον τῆς κινήσεως ἢ τῆς πράξεως, τὸ ποσὸν αὐτῆς τῷ χρόνῳ ὁριεῖ ἐνιαυσιαίαν ἢ μηνιαίαν ἢ ἄλλως ἀποδιδούς.
问:那么为何运动被称为“多的”和“长期的”?修昔底德曾说:“因为这场运动是巨大的”。答:他这样说不是依运动自身,而是由于它属于时间。而属于时间的乃是多与少、长与短、大与小。因此,依这些规定所属的时间本身作为数量,然而是偶性地,〔它们〕也会被说成属于运动。因而,若有人表述某一运动或行为的多与少,他将通过时间来规定其数量,表述为一年之久的、一月之久的,或以其他方式表述。
Ἐ. Ἀλλὰ τίνα μὲν τὰ κυρίως ποσά, τίνα δὲ τὰ κατὰ συμβεβηκός, ἀποδέδωκας, τίνα τε θέσιν ἔχοντα τῶν μορίων καὶ τίνα τὰ θέσιν οὐκ ἔχοντα, ἔτι τε τίνα τὰ συνεχῆ καὶ τίνα τὰ διωρισμένα· τὸ δὲ ἴδιον ἀφορίσαι χρὴ τί ἂν εἴη τοῦ ποσοῦ. Ἀ. Φημὶ τοίνυν ὅτι ὑπάρχει τῷ ποσῷ τὸ μηθὲν ἔχειν ἐναντίον.
问:然而,哪些是本义的数量,哪些是偶性的数量,哪些各部分具有位置,哪些不具有位置,以及哪些是连续的,哪些是离散的,这些你都已经解释了;但必须限定数量的固有属性会是什么。答:那么我说,不具有任何相反者这一点是属于数量的。
Ἐ. Ἀλλ’ ἐπεὶ τὸ ἴδιον τὸ παντὶ καὶ μόνῳ προσὸν εἶναι ὀφείλει, ἐπίδειξον εἰ μηδενὶ τῶν κατειλεγμένων κυρίως ποσῶν ἔστι τι ἐναντίον. Ἀ. Οὔτε γὰρ τῇ γραμμῇ καθόσον γραμμὴ ἔστι τι ἐναντίον.
问:但既然固有属性应当是属于全体并且只属于它自身的,请证明在所列出的严格意义的数量中,是否没有任何一个有某种相反者。答:因为就线作为线而言,没有任何事物与之相反。
Ἐ. Πῶς οὖν ἡ μὲν τῆς γραμμῆς ἐστιν εὐθεῖα, ἡ δὲ κυρτή; Ἀ. Ἀλλὰ τὸ εὐθὺ καὶ κυρτὸν τῇ γραμμῇ οὐ καθὸ γραμμὴ πρόσεστιν οὐδὲ καθό ἐστιν ποσόν, ἀλλὰ καθὸ ποιά ἐστιν γραμμή, τοῦτο συμβέβηκεν αὐτῇ. οὐδὲ ἡ γραμμὴ οὖν τῇ γραμμῇ ἐναντία, ἀλλ’ ἡ κυρτότης τῇ εὐθύτητι, οὔτε τῇ ἐπιφανείᾳ καθόσον ἐπιφάνεια ἐστι τι ἐναντίον.
问:那么为何线有的是直的,有的是曲的?答:但直与曲属于线,并不是就其为线而言,也不是就其为数量而言,而是就其为某种性质的线而言,这是偶性地发生于它的。因此线并不与线相反,而是曲度与直度相反;对于面而言,就其为面而言,同样没有任何事物与之相反。
Ἐ. Πῶς οὖν ἡ μὲν μέλαινα λέγεται ἐπιφάνεια, ἡ δὲ λευκή; Ἀ. Ἀλλὰ καθὸ μέλαινα καὶ καθὸ λευκή, ἐναντιώτατον, ὅτι καὶ τὸ μέλαν καὶ τὸ λευκὸν ἐναντίον, οὕτως δὲ καὶ τὸ τραχὺ καὶ τὸ λεῖον, καθὸ μέντοι ἐπιφάνεια, ἐναντίωσις οὐκ ἔσται πρὸς ἐπιφάνειαν. ὁμοίως δὲ καὶ τὸ σῶμα καθὸ σῶμα οὐκ ἔχει τι ἐναντίον.
问:那么为何面有的被称为黑的,有的被称为白的?答:但就其为黑和就其为白而言,是最为相反的,因为黑与白是相反的,粗糙与光滑亦复如是;然而就其为面而言,并不会有相对于面的相反性。同样地,物体就其为物体而言,也没有任何相反者。
Ἐ. Τὸ οὖν ἀσώματον οὐκ ἐναντίον τῷ σώματι; Ἀ. Οὐδαμῶς· τὰ γὰρ ἐναντία ὑπὸ τὸ αὐτὸ ἂν εἴη γένος,3 τοῦ δὲ σώματος καὶ ἀσωμάτου οὐδέν ἐστι κοινὸν γένος. ἔτι τὰ ἐναντία ἐν καταφάσει λέγεται οἷον γλυκύ, πικρόν, τὸ δὲ ἀσώματον ἐν στερήσει. ἀλλὰ μὴν οὐδὲ τῷ χρόνῳ ἔστιν τι ἐναντίον, καθὸ χρόνος ἐστίν· ἡ γὰρ νὺξ καὶ ἡμέρα εἰ ἐναντίως ἔχουσιν, ἀλλ’ οὐχὶ καθὸ ἐν χρόνῳ εἰσὶ τὴν ἐναντιότητα ἔχουσι, καθόσον δὲ ἡ μὲν ἡμέρα ἀήρ ἐστι πεφωτισμένος, ἡ δὲ νὺξ ἀήρ ἐστιν ἐπεσκιασμένος, ὁ δὲ ἀὴρ οὐ ποσόν, καθόσον ἀήρ, ἀλλὰ μὴν οὐδὲ τῷ λόγῳ ἔστι τι ἐναντίον, καθὸ λόγος ἐστίν.
问:那么非物体与物体不相反吗?答:绝非如此;因为相反者理当处于同一属之下,而物体与非物体没有任何共同的属。此外,相反者是在肯定中被述说的,例如甜与苦,而非物体则是在欠缺中被述说的。而且就时间作为时间而言,也没有任何相反者;因为黑夜与白昼即使处于相反状态,它们具有相反性却不是就它们处于时间中而言,而是就白昼是被照亮的空气、黑夜是被阴影笼罩的空气而言;而空气就其为空气而言并不是数量。此外,言语就其为言语而言,也没有任何相反者。
- 3.4.36ὡς ἐάν γε μὴ τὸν ἐπὶ πλεῖστον παρατείνοντα εἴποι τις πολὺν ἀλλὰ τὸν σφοδρόν, οὐ κυρίως τῇ λέξει κέχρηται ὁ τοιοῦτος ποιόν τε μᾶλλον ἢ ποσὸν εἴρηκεν
连词 ὡς 引导解释性或原因性分句(“因为/鉴于”),其内部嵌套了条件从句 ἐάν γε... εἴποι τις。相对于从句中的希求语气 εἴποι,主句 οὐ κυρίως... κέχρηται 使用直陈式完成时,断定若将剧烈称为“多”则属于用词不当。
- 3.4.38κατὰ τὸν χρόνον οὖν ἐν ᾧ ὑπάρχει ταῦτα ὄντι ποσῷ, κατὰ συμβεβηκὸς δέ, καὶ τῇ κινήσει προσεῖναι ῥηθήσεται
在介词短语 κατὰ τὸν χρόνον... ὄντι ποσῷ 中,与格分词短语 ὄντι ποσῷ 与关系从句 ἐν ᾧ ὑπάρχει ταῦτα 中的关系代词 ᾧ(先行词为 τὸν χρόνον)格一致(表“鉴于时间自身作为数量”)。κατὰ συμβεβηκὸς δέ 则是对比性插入的副词短语,修饰由 ῥηθήσεται 支配的不定词 προσεῖναι。
- 3.4.43τὰ γὰρ ἐναντία ὑπὸ τὸ αὐτὸ ἂν εἴη γένος
ἄν 搭配希求语气 εἴη 表达针对普遍定义或规则的必然推论(“应当/必定处于”)。介词 ὑπό 加宾格 τὸ αὐτὸ... γένος 则是表示范畴层级归属的标准句式(“从属于……属之下”)。
