← 波菲利

亚里士多德《范畴篇》释义

§104.11-105.23

位置的三项条件与本原和偶性数量

波菲利阐明了各部分“具有位置”的三项条件(场所、留存、连接),通过陶罐、水钟之水、时间、言语等例子考察了位置与次序的区别,总结了数量依连续/离散与有无位置的双重划分,并进而引入了本原数量与偶性数量的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.30

Ἐ. Τί οὖν τὸ μὴ ἔχειν θέσιν καὶ τὸ ἔχειν, λέγε. Ἀ. Τρία δεῖ ἐπὶ τῶν ἐχόντων θέσιν ἐπινοῆσαι· τόπον ὅπου κεῖται τὰ μόρια, αὐτὰ τὰ μόρια μὴ ἀφανιζόμενα, συνέχειαν τῶν μορίων ἀλληλοῦχον. ὅταν δὲ τινὰ τούτων προσῇ, λείπῃ δὲ τινά, δύναται τάξιν μὲν ἔχειν, θέσιν δὲ τὴν τοῦ ποσοῦ μὴ ἔχειν. οἷον τὰ δέκα κεράμια κεῖται μέν που ἐν ἐπιπέδῳ καὶ ἔστι τὸ μὲν δεῖξαι πρῶτον, τὸ δὲ δεύτερον, καὶ ὅτι τοῦτο μὲν ἐνθάδε, τοῦτο δὲ ἐνθάδε, καὶ οὐκ ἀπόλωλε τὰ μόρια ἀλλὰ μένει. οὐ μὴν ἀλληλοῦχα τὰ μόριά ἐστιν, ὥστε τάξιν μὲν ἔχειν, θέσιν δὲ οὔ. πάλιν ἐπὶ τοῦ ῥέοντος ὕδατος ἐκ κλεψύδρας ἀλληλουχούμενα μὲν τὰ μόρια, οὐκέτι μέντοι δεικνύμενα τὰ πρῶτα οὐδὲ μένοντα, ἀλλ’ ἅμα τῷ προκύψαι ἐκ τοῦ τρυπήματος ἀπολλύμενα, ταῦτα τάξιν μὲν ἔχει, θέσιν δὲ οὐκ ἔχει. καὶ ἐπὶ τοῦ χρόνου· τάξιν μὲν γὰρ αὐτοῦ ἔχει τὰ μόρια, θέσιν δὲ οὐκ ἔχει, οὐδὲν γὰρ ὑπομένει τοῦ χρόνου μόριον. ἐν μὲν οὖν τοῖς διωρισμένοις ποσοῖς θέσις οὐκ ἔστι, τάξις δὲ εἴη ἄρα, ὥσπερ ἐν ἀριθμοῖς, καθὸ πρῶτον μὲν λέγομεν τὸ εἶναι τὰ δύο ἢ τὰ τρία.1 ἐν δὲ τοῖς τοῦ λόγου μορίοις οὐδὲ τάξις· τί γὰρ μᾶλλον ἡ βα συλλαβὴ τῆς βη ἢ τῆς ψε προτέρα; κἂν τάξιν ἔχῃ τινά, ἐὰν μὴ σὺ ὄνομα προενέγκας τάξιν ἐπιθήσῃς ταῖς συλλαβαῖς τοῦ ὀνόματος2 ἐοικότως τοῖς διωρισμένους ἀμφορέας συνθεῖσιν καὶ τοὺς μὲν ἐν πρώτῳ στοίχῳ θεῖσιν, τοὺς δὲ ἐν δευτέρῳ, καθάπερ παράταξίν τινα στρατιωτῶν ἐν πολέμῳ. ἐν μὲν τοῖς κατὰ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα καὶ τὸν τόπον θέσις τίς ἐστι καὶ κατὰ τὸ κεῖσθαί που ἕκαστον τῶν μορίων καὶ κατὰ τὸ μένειν καὶ κατὰ τὸ ἀλληλοῦχα εἶναι τὰ μέρη ἀλλήλων, κατὰ δὲ τὸν χρόνον τάξις μέν ἐστιν, θέσις δὲ οὔ, τῷ μὴ μένειν τὰ μόρια τοῦ χρόνου. ἐπὶ δὲ τοῦ ῥέοντος ποταμοῦ καὶ θαλάσσῃ μιγνυμένου ἡ ἐπιφάνεια τοῦ μίγνυσθαι μέλλοντος καὶ πελάζοντος τῇ θαλάσσῃ3 θέσιν οὐκ ἔχει διὰ τὸ μὴ ἑστάναι ἀλλὰ κινεῖσθαι· οὕτω γὰρ καὶ ἡ κίνησις τῶν συνεχῶν μέν ἐστιν, οὐ μέντοι καὶ τῶν θέσιν ἐχόντων, ᾗ καὶ ὁ χρόνος ἐπιγινόμενος συνεχής ἐστι μὴ ἔχων θέσιν, ἡ δὲ κίνησις οὐ ποσόν, ποσοῦ δὲ μετέχουσα, ὡς ὕστερον δειχθήσεται. ὥστε κατὰ μὲν τὴν πρώτην διαίρεσιν πέντε μὲν ἦν συνεχῆ, γραμμή, ἐπιφάνεια, σῶμα, χρόνος, τόπος, διωρισμένα δὲ δύο, ἀριθμὸς καὶ λόγος. κατὰ δὲ τὴν δευτέραν τέσσαρα μὲν ἐκ θέσιν ἐχόντων τῶν μορίων, γραμμή, ἐπιφάνεια, σῶμα, τόπος, τρία δὲ θέσιν μὴ ἐχόντων, ἀριθμός, λόγος, χρόνος, ὧν τὰ μὲν δύο τάξιν ἔχει, ἀριθμός, χρόνος, ὁ λόγος δὲ πὼς μὲν ἔχει τάξιν, πὼς δὲ οὔ.

问:那么,不具有位置和具有位置是什么意思,请讲。答:对于具有位置的事物,必须构想三点:各部分所处之场所、各部分本身不消亡,以及各部分相互连接的连续性。然而,当这些条件具备了某些而缺失了另一些时,它可能具有次序,却不能具有数量的位置。例如,十个陶罐位于平面的某处,并且可以指出这个是第一、那个是第二,以及这个在这里、那个在那里,而且各部分并没有消亡而是留存着;然而各部分并不是相互连接的,所以它们具有次序,却没有位置。再如,在从水钟流出的水的情形中,各部分确实是相互连接的,但最初的部分却不再被指出,也不留存,而是一从孔中冒出就消亡了;这些具有次序,却没有位置。时间也是如此;因为它的各部分具有次序,却没有位置,因为时间的任何部分都不留存。因此,在离散数量中没有位置,但会有次序,正如在数目中那样,就我们说二或三的存在是先在的而言。但在言语的部分中甚至没有次序;因为为什么“巴”这个音节比“贝”或“普塞”更为先在呢?即使它具有某种次序,也只有当你发出一个名词,并给这个名词的各音节赋予次序时才具有——这就像那些摆放分离的双耳陶罐的人,把一些放在第一排,另一些放在第二排,宛如战争中士兵的某种排列一样。在依线、面、物体和场所的事物中,无论依各部分位于某处而言,依留存而言,还是依各部分彼此相互连接而言,都存在某种位置;但在时间中,因时间各部分的不留存,虽有次序,却没有位置。而在流入大海并与海混合的河流的情形中,将要混合并临近大海的水面,由于不停驻而是运动着,因而不具有位置;因为运动以此方式也属于连续之物,却不属于具有位置之物——依此方式伴随运动产生的时间也是连续的却不具有位置,而运动本身不是数量,而是分有数量,正如后文将要表明的那样。因此,根据第一种区分,连续的有五种,即线、面、物体、时间、场所;离散的有两种,即数目和言语。而根据第二种区分,由具有位置的各部分构成的是四种,即线、面、物体、场所;不具有位置的是三种,即数目、言语、时间;其中两种具有次序,即数目和时间,而言语则在某种意义上具有次序,在某种意义上不具有。

§3.4.31

Ἐ. Ἆρα οὖν ταῦτά ἐστιν μόνα τοῦ ποσοῦ εἴδη; Ἀ. Προηγουμένως μὲν ταῦτα, κατὰ συμβεβηκὸς δὲ καὶ ἄλλα.

问:那么,只有这些是数量的种吗?答:本原而言是这些,但偶性而言还有其他。

§3.4.32

Ἐ. Τί γάρ ἐστι τὸ προηγουμένως καὶ τί τὸ κατὰ συμβεβηκός; Ἀ. Προηγουμένως μὲν τὸ καθ’ αὑτό τι τοιοῦτον, κατὰ συμβεβηκὸς δὲ τὸ κατ’ ἄλλο. οἷον προηγουμένως μὲν ποσὰ τὰ εἰρημένα ἅπαντα, κατὰ συμβεβηκὸς δὲ οἷον τὸ λευκὸν πολὺ λέγεται, οὐ καθόσον ἐστὶν λευκόν, ἀλλ’ ὅτι ἡ ἐπιφάνεια, ἐν ᾗ ἐστιν, πολλή ἐστι. καὶ ὁ ἄνθρωπος μακρὸς οὐ καθόσον ἄνθρωπος, καθόσον δὲ τὸ μῆκος αὐτοῦ τοιοῦτον.

问:那么,什么是“本原而言”,什么是“偶性而言”?答:本原而言是指依其自身即为此类事物,而偶性而言则是指依其他事物而如此。例如,前面所说的一切本原而言都是数量;而偶性而言,例如白色事物被称为“多的[大的]”,并不是就其为白而言,而是因为其所在的面是多的[大的]。又如人被称为“高大的”,并不是就其为人而言,而是就其长度[身高]为如此大小而言。

§3.4.33

Ἐ. Εἴη ἂν οὖν καὶ αὕτη διαφορὰ τοῦ ποσοῦ; Ἀ. Ναί.

问:那么,这也当是数量的一种差别吗?答:是的。

§3.4.34

Ἐ. Πῶς προφερομένη; Ἀ. Ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστιν προηγουμένως, τὸ δὲ κατὰ συμβεβηκός.

问:是如何表述的?答:即数量中,一种是本原而言的,另一种是偶性而言的。

语法注3 条
  1. 3.4.30καθὸ πρῶτον μὲν λέγομεν τὸ εἶναι τὰ δύο ἢ τὰ τρία

    带定冠词的不定式短语 τὸ εἶναι τὰ δύο ἢ τὰ τρία 作为 λέγομεν 的宾语,πρῶτον 为其表语形容词。指在数目的次序中,我们称“二”或“三”的存在是具有在先性的。

  2. 3.4.30κἂν τάξιν ἔχῃ τινά, ἐὰν μὴ σὺ ὄνομα προενέγκας τάξιν ἐπιθήσῃς ταῖς συλλαβαῖς τοῦ ὀνόματος

    由 κἂν(καὶ ἐάν)引导的让步从句在句法上省略了对应的主句。承接前文“言语的部分中甚至没有次序”的主张,意为“即使具有某种次序,[若非你发出名词并赋予次序,它本身也是没有次序的]”。从属的 ἐὰν μή 分句限定了使其成立的例外条件。

  3. 3.4.30ἡ ἐπιφάνεια τοῦ μίγνυσθαι μέλλοντος καὶ πελάζοντος τῇ θαλάσσῃ

    属格分词短语 τοῦ μίγνυσθαι μέλλοντος καὶ πελάζοντος 为中性单数名词化用法(暗指水 τὸ ὕδωρ 或河流的一部分),作 ἡ ἐπιφάνεια 的定语属格,指代将要与大海融合并接近大海的流水的水面。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:104.11-105.23