- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:102.36-104.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利通过三维维度和共同界限(面、同一界限、“现在”)阐明物体、场所与时间属于连续数量的根据,解释了亚里士多德陈述这些范例的顺序缘由,并提出了基于部分是否具有位置的另一种数量划分。
Ἐ. Ποῖον τοῦτο; Ἀ. Τὸ σῶμα· καὶ γὰρ τὸ σῶμα ποσόν τέ ἐστι καὶ συνεχές. ποσὸν μὲν γάρ, ὅτι τριχῇ διαστατόν, συνεχὲς δέ, ὅτι τὰ μόρια πρὸς κοινὸν ὅρον συνάπτει τὴν ἐπινοουμένην αὐτῶν μεταξὺ οἷον ἐπιφάνειαν;1
问:这是何种事物?答:物体;因为物体既是数量,也是连续的。说是数量,是因为它具有三维维度;说是连续的,不正是因为各部分在一个共同的界限上相互接合,即在它们之间构想出的仿佛是面的东西吗?
Ἐ. Διὰ τί οὖν ἔφης οἷον ἐπιφάνειαν; Ἀ. Ὅτι ἡ ἐπιφάνεια πέρας μὲν σώματός ἐστιν, μέρος δὲ οὔ.
问:那么你为什么说“仿佛是面”呢?答:因为面是物体的极限,而不是部分。
Ἐ. Τί γὰρ διαφέρει μέρος πέρατος; Ἀ. Ὅτι ἐκ μὲν μερῶν συνίσταται τὸ ὅλον, ἐκ δὲ περάτων οὐκ ἂν συσταίη· οὔτε γὰρ ἡ γραμμὴ ἐκ σημείων ποτὲ ἂν συσταίη, ἀλλὰ περατοῦται μὲν εἰς σημεῖον, μέρος δὲ αὐτῆς οὐκ ἔστι τὸ σημεῖον ἀλλὰ πέρας, οὔτε ἡ ἐπιφάνεια συσταίη ἂν ἐκ γραμμῶν, ἀλλὰ μέρη μὲν ἐπιφανείας ἐπιφάνειαι, περατοῦται δὲ γραμμαῖς, οὔτε μὴν σώματος μέρη αἱ ἐπιφάνειαι, ἀλλὰ μέρη μὲν σώματος σώματα, περατοῦται δὲ ἐπιφανείαις. ἡ οὖν μεταξὺ τῶν μερῶν τοῦ σώματος ἐπινοουμένη ἐπιφάνεια οὐκ ἔστι κυρίως ἐπιφάνεια ἀλλ’ ἐπινοίᾳ· εἰ γὰρ γένοιτο ἐνεργείᾳ, τέμνει τὸ σῶμα καὶ πέρας ἐστὶ τῶν σωμάτων. καθὸ δὲ τμηθῆναι δύναται ἐπιφανείᾳ τοῦτο, ἐὰν ἐπινοήσῃς τοῦ μέν τινὸς μέρους οἷον πέρας τοῦ δὲ ἀρχήν, κοινὸς ὅρος ἐστὶν ἡ ἐπιφάνεια τῶν μερῶν τοῦ σώματος, οὐκ οὖσα μέν πως, ἐπινοουμένη δέ.
问:那么部分与极限有何区别?答:因为整体是由部分构成的,但决不可能由极限构成。因为线绝不能由点构成——相反,它被限定于点,而点不是它的部分而是极限——面也不能由线构成,面的部分是面,而它被线所限定;面的确也不是物体的部分,物体的部分是物体,而它被面所限定。因此,在物体的各部分之间构想出的面并不是严格意义上的面,而是思想中的面。因为如果它在现实中生成,它就切分了物体并且是诸物体的极限;但就物体能够被面切分而言,如果你将其构想为仿佛是某个部分的极限、另一部分的起点,那么面就是物体各部分的共同界限,在某种意义上虽不存在,却是被构想出来的。
Ἐ. Ἆρα οὖν μόνα ταῦτα συνεχῆ ποσά; Ἀ. Οὔ, ἀλλὰ καὶ παρὰ ταῦτά ἐστιν ὅ τε τόπος καὶ ὁ χρόνος.
问:那么只有这些是连续数量吗?答:不,除了这些之外还有场所和时间。
Ἐ. Πῶς ὁ τόπος ποσὸν καὶ ποσὸν τὸ συνεχές; Ἀ. Ὅτι ὁ τόπος περὶ τὸ σῶμα θεωρεῖται καὶ ἐπηκολούθησε τῷ σώματι, εἴπερ τὸ σῶμά ἐστιν σῶμα. τὸ δὲ σῶμα ᾗ σῶμα τριχῇ διαστατόν· καὶ ὁ τόπος ἄρα, ᾗ σώματός ἐστι τόπος, τριχῇ ἂν εἴη διαστατός.
问:场所如何是数量,又如何是连续数量?答:因为场所是围绕物体而被观察到的,只要物体是物体,它就伴随着物体。而物体就其为物体而言具有三维维度;因此场所就其为物体的场所而言,也当具有三维维度。
Ἐ. Πῶς οὖν συνεχὴς ὁ τόπος; Ἀ. Ὧι γὰρ λόγῳ2 τὰ τοῦ σώματος μόρια τοῦ ἐν τῷ τόπῳ τινὶ ὄντος πρός τινα κοινὸν ὅρον συνάπτει, τῷ αὐτῷ λόγῳ καὶ τὰ τοῦ τόπου μόρια, ἅπερ τὰ τοῦ σώματος μόρια κατέχει, πρός τινα κοινὸν ὅρον συνάψει καὶ πρὸς τοῦτόν γε, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια.
问:那么场所如何是连续的?答:因为处于某场所中的物体的各部分依何种道理在某个共同界限上接合,物体各部分所占据的场所的各部分也依同样的道理在某个共同界限上接合,而且正是接合在物体各部分所接合的那个界限上。
Ἐ. Πῶς οὖν ὁ χρόνος ποσόν; Ἀ. Ποσὸν μέν, ὅτι ἐν διαστήματι θεωρεῖται καὶ καταμετρεῖται ποσῷ δή τινι ἀριθμῷ, οἷον ὡρῶν, ἡμερῶν τε καὶ νυκτῶν, μηνῶν τε καὶ ἐνιαυτῶν. συνεχὲς δὲ ποσόν· συνδεῖ γὰρ τὸ παρεληλυθὸς εἶναι τῷ μέλλοντι τὸ νῦν,3 ὅπερ ἀρχὴ μέν ἐστι τοῦ μέλλοντος, τέλος δὲ τοῦ παρεληλυθότος.
问:那么时间如何是数量?答:说是数量,是因为它在间隔中被观察到,并且被某种数量的数目所计量,例如小时、昼与夜、月和年。而且它是连续数量;因为“现在”将过去的存在与未来的存在联结在一起,而这个“现在”本身正是未来的起点、过去的终结。
Ἐ. Πῶς οὖν ταῦτα ὁ Ἀριστοτέλης ἐξέθετο; Ἀ. Ἐφεξῆς μὲν γραμμὴν λαβὼν καὶ ἐπιφάνειαν καὶ σῶμα, ἐπὶ τούτοις δὲ εἰπὼν ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος.
问:那么亚里士多德是如何陈述这些的?答:他依次选取了线、面和物体,并在这些之上说道:“此外在这些之外还有时间和场所”。
Ἐ. Διὰ τί οὖν οὕτως ἐξέθετο; Ἀ. Ὅτι γραμμὴ μὲν καὶ ἐπιφάνεια ἥνωταί πως τῷ σώματι· ὅρος γὰρ ἐπιφανείας πρώτως μὲν γραμμή, γραμμῆς δὲ σημεῖον, σώματος δὲ ἐπιφάνεια. ὁ δὲ τόπος οὐχ ἥνωται τῷ σώματι, ἀλλ’ ἔξωθεν ἐπηκολούθησεν. καὶ ὁ χρόνος ὁμοίως οὐδεμίαν ἔχοι συνάφειαν πρὸς τὸ σῶμα.
问:那么他为什么这样陈述呢?答:因为线和面在某种程度上与物体结合为一;面的界限首先是线,线的界限是点,物体的界限是面。但场所并没有与物体结合为一,而是从外部伴随着它。时间同样对物体没有任何联系。
Ἐ. Τίνα ἄλλην διαίρεσιν πεποίηται τοῦ ποσοῦ; Ἀ. Εἰρήκαμεν ὅτι καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν.
问:关于数量,他还作了何种其他区分?答:我们已经说过,数量中的一种是由其内部各部分相互具有位置构成的,而另一种则不是由具有位置的部分构成的。
Ἐ. Τί οὖν ἐστιν ὃ λέγει; Ἀ. Φημὶ ὅτι εἰς ἄλλα τμήματα πάλιν τὸ ὅλον ποσὸν διαιρεῖ λέγων ὅτι τοῦ ποσοῦ τὸ μέν τι συνέστηκεν ἐκ μορίων ἐχόντων θέσιν πρὸς ἄλληλα, τὸ δὲ ἐκ μορίων οὐκ ἐχόντων θέσιν πρὸς ἄλληλα.
问:那么他所说的是什么意思?答:我说,他再次将整个数量划分为其他部分,指出数量中的一种是由相互具有位置的部分构成的,而另一种是由相互不具有位置的部分构成的。
- 3.4.19συνεχὲς δέ, ὅτι τὰ μόρια πρὸς κοινὸν ὅρον συνάπτει τὴν ἐπινοουμένην αὐτῶν μεταξὺ οἷον ἐπιφάνειαν;
句末虽带有问号,但该分句与前面的 ποσὸν μὲν γάρ, ὅτι... 构成并列(συνεχὲς δέ, ὅτι...),实质上是解释物体为何是连续的陈述性论据(或促使对方同意的修辞性反问)。动词 συνάπτει 作不及物动词使用(“接合”),而 τὴν ἐπινοουμένην... ἐπιφάνειαν 则与前置词宾语 κοινὸν ὅρον 构成同位语。
- 3.4.24Ὧι γὰρ λόγῳ ... τῷ αὐτῷ λόγῳ
由 Ὧι ... λόγῳ 和 τῷ αὐτῷ λόγῳ(“依何种道理……亦依同样道理”)构成的相关结构。从属节中的 τὰ τοῦ σώματος μόρια τοῦ ἐν τῷ τόπῳ τινὶ ὄντος(“处于某场所中的物体的部分”)与主句中的主语 τὰ τοῦ τόπου μόρια, ἅπερ τὰ τοῦ σώματος μόρια κατέχει(“物体各部分所占据的场所的部分”)形成严格对应,从而论证了场所与物体在连续性上的逻辑一致性。
- 3.4.25συνδεῖ γὰρ τὸ παρεληλυθὸς εἶναι τῷ μέλλοντι τὸ νῦν
语序倒装的句子。位于句末的 τὸ νῦν 是动词 συνδεῖ 的语法主语,τὸ παρεληλυθὸς εἶναι(实质上名词化的短语,“过去的存在/所是”)作直接宾语,τῷ μέλλοντι 为与格补足语。紧随其后的关系代词 ὅπερ 先行词为主语 τὸ νῦν。
