- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:101.25-102.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论证了发声的言语因音节比例以及缺乏共同界限而属于离散数量,进而阐明连续数量的本质在于通过共同界限相接合,并以线和面为例加以说明。
Ἐ. Ποῖος λόγος; Ἀ. Οὐχὶ ὁ ἐν τῇ διανοίᾳ, ὃς καὶ σιωπώντων ἡμῶν ἐγγίνεται· οὗτος μὲν γὰρ ἢ ἐνέργειά ἐστι τῆς διανοίας ἢ πάθος· ἀλλ’ οὐδὲ τὸ σημαινόμενον τὸ ἐκ τοῦ λόγου καθὸ σημαίνεταί ἐστιν ποσόν, ἀλλ’ ὃν φθεγγόμεθα.1
问:是何种言语? 答:不是思想中的言语,即在我们沉默时也产生的言语——因为这要么是思想的现实活动,要么是承受——但由言语所指示的事物就其被指示而言也不是数量,而是我们所发出的言语〔才是数量〕。
Ἐ. Πῶς καὶ τίνα τρόπον; Ἀ. Πᾶς λόγος ἐξ ὀνομάτων σύγκειται καὶ ῥημάτων καὶ τῶν λοιπῶν, ἃ λέγεται εἶναι τοῦ λόγου μέρη. ταῦτα δὲ πάντα ἐκ συλλαβῶν συνέστηκεν· αἱ δὲ συλλαβαὶ ἢ μακραί εἰσιν ἢ βραχεῖαι· αἱ δὲ μακραὶ πρὸς τὰς βραχείας ἔχουσιν, ὥσπερ τὰ δύο πρὸς τὸ ἕν· ἓν δὲ καὶ δύο ἀριθμός· ὁ δὲ ἀριθμὸς ποσὸν διωρισμένον ἐστί· ὥστε καὶ αἱ συλλαβαί· ὁ δὲ λόγος ἐκ συλλαβῶν· τὸ δὲ συνεστὸς ἔκ τινων τοιοῦτόν ἐστιν, οἷά πέρ εἰσιν ἐκεῖνα, ἀφ’ ὧν συνέστηκεν· ποσὸν οὖν καὶ ὁ λόγος, καὶ διωρισμένον γε ποσόν.
问:如何,又以何种方式? 答:所有的言语都是由名词、动词以及其余被称为言语部分的东西构成的。而所有这些都是由音节构成的;音节要么是长的,要么是短的;长音节对短音节的比例,就像二对一的比例一样;一和二是数目;而数目是离散数量;因此音节也是如此。言语由音节构成;而由某些东西构成的事物,与其所由构成的那些东西具有相同的性质;因此言语也是数量,而且是离散数量。
Ἐ. Διὰ τί; Ἀ. Εἰ γὰρ διωρισμένον ἐστὶν ποσὸν ἐκεῖνο, οὗ μή ἐστι κοινὸν ὅρον λαβεῖν τῶν μορίων καὶ οὗ οὐδέν ἐστιν λαβεῖν κοινόν, ὃ συνδεῖ τὰ μόρια, οὐδὲν δὲ ἔστι λαβεῖν, ὃ συνδεῖ τὰς συλλαβὰς πρὸς ἀλλήλας, διωρισμένον ἄρα ποσὸν εἶεν ἂν αἱ συλλαβαὶ καὶ ὁ λόγος. οἷόν ἐστιν ὄνομα Σωκράτης· τί δή ἐστι τὸ συνάπτον τὴν σω συλλαβὴν πρὸς τὴν κρα ἢ τὴν κρα πρὸς τὴν της, οὐκ ἂν ἔχοιμεν εἰπεῖν. οὐ γὰρ τὸ σημαινόμενον. καὶ γὰρ ἡ βλίτυρι φωνὴ ἁπλῶς ἔχει τὰς τρεῖς συλλαβὰς κειμένας καὶ οὐ συναπτομένας ὅρῳ· οὐδὲν γὰρ σημαίνει. ποσὸν ἄρα διωρισμένον ὁ λόγος.
问:为什么? 答:因为如果离散数量是不能取其部分的共同界限、也不能在其中取任何将部分联结在一起的共同之物的那种东西,并且不能取任何将各音节相互联结之物,那么音节和言语就将是离散数量。例如名词“苏格拉底”:到底是什么把“苏”这个音节与“格拉”接合在一起,或者把“格拉”与“底斯”接合在一起,我们说不出来。因为这绝不是所指示的事物。事实上,“布利图里”这个发音仅仅具有并置且未由界限接合的三个音节;因为它没有任何意义。因此言语是离散数量。
Ἐ. Ἀλλὰ τὸ διωρισμένον ποσὸν ὅ, τι ποτέ ἐστιν, ἔδειξας· τὸ δὲ συνεχὲς ὁποῖον ἂν εἴη, δεῖξον. Ἀ. Φημὶ δὴ ἐκεῖνο εἶναι, ὃ τοὐναντίον πέπονθε τῷ διωρισμένῳ· ἐκείνῳ μὲν γὰρ οὐδὲν παρενέπιπτεν, ὃ συνέδει αὐτοῦ τὰ μόρια, τὸ δὲ συνεχὲς ἔχει κοινὸν ὅρον, ὃς συνάπτει πρὸς ἄλληλα τὰ μόρια. οἷον ἐπὶ τῆς γραμμῆς μῆκος οὔσης ἀπλατὲς τὰ μόρια φαίνεται ἀλληλοῦχα. διὸ καὶ κινουμένῳ τῷ μορίῳ συγκινεῖται2 ἐφεξῆς τὰ μόρια. ἐπὶ δὲ τοῦ διωρισμένου οὐκ ἂν πάθοι τι τοιοῦτον τὰ μόρια· εἰ πυρῶν εἴη μόδιος γέμων, οὐκ ἂν δήπου ἑνὸς πυροῦ κινηθέντος συγκινοῦνται καὶ οἱ ἄλλοι πυροί, ἑνὸς δὲ πυροῦ μορίου τινὸς κινηθέντος κινεῖται ὅλος ὁ πυρὸς τῷ ἀλληλουχεῖν τὰ μέρη. ἡ γραμμὴ τοίνυν εἴη ἂν τοῦ ποσοῦ συνεχοῦς.
问:但你已经指明了离散数量究竟是什么;请指明连续数量会是怎样的。 答:我说,它恰恰是具有与离散数量相反属性的事物;因为在离散数量中,没有任何东西介入以联结其各个部分,而连续数量则具有将各个部分相互接合的共同界限。例如在作为无宽之长的线上,各部分显现为相互连接。因此,当一个部分移动时,接续的部分也随之一起移动。但在离散数量上,各个部分不会受到任何此类影响:如果有装满小麦的一斗,若一粒小麦被移动,其他麦粒当然绝不会随之一起移动;但若一粒小麦的某个部分被移动,由于各部分的相互连接,整粒小麦都会移动。因此,线当属于连续数量。
Ἐ. Ἔχεις οὖν καὶ ἄλλο παράδειγμα συνεχοῦς ποσοῦ; Ἀ. Ἔχω.
问:那么你还有连续数量的另一个例子吗? 答:有。
Ἐ. Τί τοῦτο; Ἀ. Τὴν ἐπιφάνειαν.
问:这是什么? 答:面。
Ἐ. Πῶς γὰρ συνεχὴς ἡ ἐπιφάνεια; Ἀ. Ὅτι τέμνεται μὲν ἡ ἐπιφάνεια γραμμῇ, καθὸ δὲ τέμνεται, ὅταν ἐκείνῃ τῇ τομῇ προσῇ, κοινὸς ὅρος γίνεται ἡ ἐπινοουμένη γραμμή, ὥσπερ ἡ ἐπικειμένη ἄνωθεν, καθ’ ἣν συνάπτεται ἀλλήλοις τὰ μέρη τῆς ἐπιφανείας. ταύτην δὲ τὴν γραμμὴν εἰ ἐπινοήσειας ἐνεργείᾳ γινομένην καθ’ ἑαυτὴν μεταξὺ τῶν μερῶν, τέμνοι ἂν τὸ ὅλον· ἐὰν δὲ οὐ τέμνῃ, τοῦ μὲν ὥσπερ πέρας θεωρουμένη πέρας μέρους τοῦ δὲ ὡς ἀρχὴ3 κοινωνοῦσα ἀμφοῖν ὅρος τοῖν μεροῖν συνάπτοι ἂν ταῦτα πρὸς ἄλληλα δι’ ἑαυτῆς.
问:那么面如何是连续的? 答:因为面由线切分,但在它被切分之处,当它处于那一切分时,所构想的线——正如从上方附加上去的那样——就成为共同的界限,面的各个部分根据它而相互接合。如果将这条线构想为在各部分之间凭自身在现实中生成,它就会切断整体;但如果它没有切断,它被视为一者的极限、部分的极限,并被视为另一者的起点,作为两部分的界限参与两者,就能通过自身将它们相互接合。
Ἐ. Ἆρα οὖν καὶ ἄλλο ἐστὶ παράδειγμα συνεχοῦς ποσοῦ ὥσπερ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια; Ἀ. Ναί.
问:那么像线和面一样,难道还有连续数量的另一个例子吗? 答:是的。
- 3.4.11ἀλλ’ ὃν φθεγγόμεθα
承接前文 οὐχὶ ... ἀλλʼ οὐδὲ ... 的相对从句,其先行词(ὁ λόγος)被省略,意为“[作为数量的言语是]我们所发出的[言语]”。
- 3.4.14κινουμένῳ τῷ μορίῳ συγκινεῖται
与格 κινουμένῳ τῷ μορίῳ 随带有前缀 σύν- 的动词 συγκινεῖται,表示伴随;分词短语同时充当表伴随情况或时间的状语(“当一个部分移动时”)。
- 3.4.17τοῦ μὲν ὥσπερ πέρας θεωρουμένη πέρας μέρους τοῦ δὲ ὡς ἀρχὴ
分词 θεωρουμένη 为主格阴性单数,修饰主语线(ἡ γραμμή)。属格 τοῦ μὲν [μέρους] 与 τοῦ δὲ [μέρους] 分别依附于 πέρας 和 ἀρχή,作领属或关系属格(“被视为一[部分]的极限,另一[部分]的起点”)。
