← 波菲利

导论

§8.7-10.8

种差的三种区分及其在属与种中的功能

波菲利将差区分为通称的、固有的和最固有的三种,对比了构成实体并产生另一事物(不同种)的种差与仅产生性质变化的偶性差。他进而将差划分为可分离的与不可分离的、自身具备的与按偶性具备的,并阐明自身具备的种差具有划分属和构成种的双重功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#1

Περὶ διαφορᾶς. Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω. κοινῶς μὲν γὰρ διαφέρειν ἕτερον ἑτέρου λέγεται τὸ ἑτερότητι διαλλάττον ὁπωσοῦν ἢ πρὸς αὑτὸ ἢ πρὸς ἄλλο· διαφέρει γὰρ Σωκράτης Πλάτωνος τῇ ἑτερότητι καὶ αὐτός γε ἑαυτοῦ παιδός τε ὄντος καὶ ἀνδρωθέντος καὶ ἐνεργοῦντός τι ἢ παυσαμένου καὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησιν. ἰδίως δὲ διαφέρειν λέγεται ἕτερον ἑτέρου, ὅταν ἀχωρίστῳ συμβεβηκότι τὸ ἕτερον τοῦ ἑτέρου διαφέρῃ· ἀχώριστον δὲ συμβεβηκὸς οἷον γλαυκότης ἢ γρυπότης ἢ καὶ οὐλὴ ἐκ τραύματος ἐνσκιρωθεῖσα. ἰδιαίτατα δὲ διαφέρειν ἕτερον ἑτέρου λέγεται, ὅταν εἰδοποιῷ διαφορᾷ διαλλάττῃ, ὥσπερ ἄνθρωπος ἵππου εἰδοποιῷ διαφορᾷ διενήνοχε τῇ τοῦ λογικοῦ ποιότητι. καθόλου μὲν οὖν πᾶσα διαφορὰ ἑτεροῖον ποιεῖ προσγινομένη τινί· ἀλλ’ αἱ μὲν κοινῶς καὶ ἰδίως ἀλλοῖον ποιοῦσιν, αἱ δὲ ἰδιαίτατα ἄλλο.1 τῶν γὰρ διαφορῶν αἱ μὲν ἀλλοῖον ποιοῦσιν, αἱ δὲ ἄλλο. αἱ μὲν οὖν ποιοῦσαι ἄλλο εἰδοποιοὶ κέκληνται, αἱ δὲ ἀλλοῖον ἁπλῶς διαφοραί. τῷ γὰρ ζῴῳ διαφορὰ προσελθοῦσα ἡ τοῦ λογικοῦ ἄλλο ἐποίησεν, ἡ δὲ τοῦ κινεῖσθαι ἀλλοῖον μόνον παρὰ τὸ ἠρεμοῦν ἐποίησεν, ὥστε ἡ μὲν ἄλλο, ἡ δὲ ἀλλοῖον μόνον ἐποίησεν. κατὰ μὲν οὖν τὰς ἄλλο ποιούσας διαφορὰς αἵ τε διαιρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη, οἵ τε ὅροι ἀποδίδονται ἐκ γένους ὄντες καὶ τῶν τοιούτων διαφορῶν, κατὰ δὲ τὰς μόνον ἀλλοῖον ποιούσας αἱ ἑτερότητες μόνον συνίστανται καὶ αἱ τοῦ πῶς ἔχοντος μεταβολαί. Ἄνωθεν οὖν πάλιν ἀρχομένῳ ῥητέον2 τῶν διαφορῶν τὰς μὲν χωριστὰς εἶναι, τὰς δὲ ἀχωρίστους· τὸ μὲν γὰρ κινεῖσθαι καὶ τὸ ἠρεμεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν καὶ ὅσα τούτοις παραπλήσια χωριστά ἐστιν, τὸ δὲ γρυπὸν εἶναι ἢ σιμὸν ἢ λογικὸν ἢ ἄλογον ἀχώριστα. τῶν δὲ ἀχωρίστων αἱ μὲν ὑπάρχουσι καθ’ αὑτάς, αἱ δὲ κατὰ συμβεβηκός· τὸ μὲν γὰρ λογικὸν καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ καὶ τὸ θνητὸν καὶ τὸ ἐπιστήμης εἶναι δεκτικόν, τὸ δὲ γρυπὸν ἢ σιμὸν εἶναι κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό. αἱ μὲν οὖν καθ’ αὑτὰς προσοῦσαι ἐν τῷ τῆς οὐσίας λαμβάνονται λόγῳ καὶ ποιοῦσιν ἄλλο, αἱ δὲ κατὰ συμβεβηκὸς οὔτε ἐν τῷ τῆς οὐσίας λόγῳ λαμβάνονται οὔτε ποιοῦσιν ἄλλο ἀλλὰ ἀλλοῖον. καὶ αἱ μὲν καθ’ αὑτὰς οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν, ἐπίτασιν λαμβάνουσι καὶ ἄνεσιν· οὔτε γὰρ τὸ γένος μᾶλλον καὶ ἧττον κατηγορεῖται οὗ ἂν ᾖ γένος οὔτε αἱ τοῦ γένους διαφοραί, καθ’ ἃς διαιρεῖται· αὗται μὲν γάρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι, τὸ δὲ εἶναι ἑκάστῳ ἓν καὶ τὸ αὐτὸ οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπιδεχόμενόν ἐστιν, τὸ δὲ γρυπὸν ἢ σιμὸν εἶναι ἢ κεχρῶσθαί πως καὶ ἐπιτείνεται καὶ ἀνίεται. Τριῶν οὖν εἰδῶν τῆς διαφορᾶς θεωρουμένων καὶ τῶν μὲν οὐσῶν χωριστῶν τῶν δὲ ἀχωρίστων καὶ πάλιν τῶν ἀχωρίστων τῶν μὲν οὐσῶν καθ’ αὑτὰς τῶν δὲ κατὰ συμβεβηκός, πάλιν τῶν καθ’ αὑτὰς διαφορῶν αἱ μέν εἰσι καθ’ ἃς διαιρούμεθα τὰ γένη εἰς τὰ εἴδη, αἱ δὲ καθ’ ἃς τὰ διαιρεθέντα εἰδοποιεῖται. οἷον τῶν καθ’ αὑτὰς διαφορῶν πασῶν τῶν τοιούτων τοῦ ζῴου οὐσῶν ἐμψύχου καὶ αἰσθητικοῦ, λογικοῦ καὶ ἀλόγου, θνητοῦ καὶ ἀθανάτου,3 ἡ μὲν τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ διαφορὰ συστατική ἐστι τῆς τοῦ ζῴου οὐσίας, ἔστι γὰρ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητική, ἡ δὲ τοῦ θνητοῦ καὶ ἀθανάτου διαφορὰ καὶ ἡ τοῦ λογικοῦ τε καὶ ἀλόγου διαιρετικαί εἰσι τοῦ ζῴου διαφοραί· δι’ αὐτῶν γὰρ τὰ γένη εἰς τὰ εἴδη διαιρούμεθα.

论种差。 差当被通称地、固有地和最固有地言说。因为通称地,当一物以任何方式因相异性而有所差异时,无论是就自身而言还是就他物而言,就被说成是与另一物有差;因为苏格拉底以相异性与柏拉图有差,而且他自身作为少年时与成年时、在做某事时或停止做某事时,以及始终在状态的各种相异性中,都与自身有差。固有地,当一物因不可分离的偶性而与另一物有差时,就被说成是与另一物有差;不可分离的偶性如碧眼、鹰钩鼻,或由创伤硬化而成的疤痕。最固有地,当一物因种差而有所差异时,就被说成是与另一物有差,正如人因种差——即因有理性的性质——而与马有差。因此总的来说,一切差在附加于某物时都使之有所不同;但通称的和固有的差使之性质不同,而最固有的差则使之成为另一事物。因为在诸差之中,有的使之性质不同,有的使之成为另一事物。因此,使之成为另一事物的差被称为构成种的种差,而使之性质不同的差则被径直称为差。因为有理性的差附加于动物时使之成为另一事物,而运动的差相较于静止者只使之性质不同,因此前者使之成为另一事物,而后者只使之性质不同。因此,按照使之成为另一事物的差,属向种的划分得以进行,由属和这类差构成的定义也得以给出;但按照仅使之性质不同的差,仅有诸相异性以及处于某种状态之物的变化得以确立。 因此,对于从头重新开始的人来说,必须说在诸差中,有的是可分离的,有的是不可分离的;因为运动、静止、健康、生病以及一切与这些类似的事物是可分离的,而鹰钩鼻、塌鼻、有理性、无理性则是不可分离的。而在不可分离者中,有的是自身具备的,有的是偶性具备的;因为有理性、能朽以及能接受知识是自身属于人的,而鹰钩鼻或塌鼻则是按偶性属于人的,而非自身属于人的。因此,自身具备的差在实体的定义中被采用,并使之成为另一事物;而按偶性具备的差既不在实体的定义中被采用,也不使之成为另一事物,而是使之性质不同。自身具备的差不容有更多与更少,而按偶性的差,即使是不可分离的,也接受增强与减弱;因为属对于其所属之物既不以更多和更少作述说,属借以被划分的属之差也不以更多和更少作述说;因为这些是补全每一事物的定义的,而存在对于每一事物是单一且同一的,既不容减弱也不容增强;但鹰钩鼻、塌鼻或具有某种颜色则既能被增强也能被减弱。 因此,当差的三个种被考察,并且有的可分离而有的不可分离,不可分离者中有的自身具备而有的按偶性具备时,在自身具备的诸差中,又有的是我们借以将属划分为种的,有的是被划分者借以被构成为种的。例如,在动物的全部此类自身具备的差中(如具有生命与感觉、有理性与无理性、能朽与不朽),具有生命与感觉的差是动物实体的构成性差,因为动物是具有生命、有感觉的实体;而能朽与不朽的差,以及有理性与无理性的差,则是动物的划分性差;因为通过它们,我们把属划分为种。

语法注3 条
  1. 1.3ἀλλοῖον ποιοῦσιν, αἱ δὲ ἄλλο

    ἄλλο(另一事物)与 ἀλλοῖον(性质不同的事物)的对立。ἄλλο 指实质上成为不同的物种,而 ἀλλοῖον 则指在同一事物内部属性或状态的改变。后文正是基于这一严格区分得出“ποιοῦσαι ἄλλο εἰδοποιοὶ κέκληνται, αἱ δὲ ἀλλοῖον ἁπλῶς διαφοραί”。

  2. 1.3Ἄνωθεν οὖν πάλιν ἀρχομένῳ ῥητέον

    与格分词 ἀρχομένῳ 与中性动形容词 ῥητέον 连用,表示行为者或视角的与格(即“对于从头重新开始的人来说,必须说……”),指论述者采取新的分析起点时的立足点。

  3. 1.3οἷον τῶν καθ’ αὑτὰς διαφορῶν πασῶν τῶν τοιούτων τοῦ ζῴου οὐσῶν ἐμψύχου καὶ αἰσθητικοῦ, λογικοῦ καὶ ἀλόγου, θνητοῦ καὶ ἀθανάτου

    属格绝对分词结构。分词 οὐσῶν 的逻辑主语是 τῶν καθ’ αὑτὰς διαφορῶν πασῶν τῶν τοιούτων(“所有此类自身具备的差”),τοῦ ζῴου 为限定属格,其后的各属格短语(ἐμψύχου καὶ αἰσθητικοῦ 等)同格列举了这些种差的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:8.7-10.8