← 波菲利

导论

§10.8-12.11

划分性与构成性种差的作用定义及与固有属性的区分

波菲利论述了属的划分性种差如何作为下位种的构成性种差,提出了种差的若干经典定义与描述,并厘清种差与固有属性的区别,从而结束对种差的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#2

ἀλλ’ αὗταί γε αἱ διαιρετικαὶ διαφοραὶ τῶν γενῶν συμπληρωτικαὶ γίνονται καὶ συστατικαὶ τῶν εἰδῶν· τέμνεται γὰρ τὸ ζῷον τῇ τε τοῦ λογικοῦ καὶ τῇ τοῦ ἀλόγου διαφορᾷ καὶ πάλιν τῇ τε τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου διαφορᾷ. ἀλλ’ αἱ μὲν τοῦ θνητοῦ καὶ τοῦ λογικοῦ διαφοραὶ συστατικαὶ γίνονται τοῦ ἀνθρώπου, αἱ δὲ τοῦ λογικοῦ καὶ τοῦ ἀθανάτου τοῦ θεοῦ, αἱ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ τῶν ἀλόγων ζῴων. οὕτω δὲ καὶ τῆς ἀνωτάτω οὐσίας διαιρετικῶν οὐσῶν1 τῆς τε ἐμψύχου καὶ ἀψύχου διαφορᾶς καὶ τῆς αἰσθητικῆς καὶ ἀναισθήτου ἡ μὲν ἔμψυχος καὶ αἰσθητικὴ συλληφθεῖσαι τῇ οὐσίᾳ ἀπετέλεσαν τὸ ζῷον, ἡ δὲ ἔμψυχος καὶ ἀναίσθητος ἀπετέλεσαν τὸ φυτόν. ἐπεὶ οὖν αἱ αὐταὶ πὼς μὲν ληφθεῖσαι γίνονται συστατικαί, πὼς δὲ διαιρετικαί, εἰδοποιοὶ πᾶσαι κέκληνται. καὶ τούτων γε μάλιστα χρεία εἴς τε τὰς διαιρέσεις τῶν γενῶν καὶ εἰς τοὺς ὁρισμούς, ἀλλ’ οὐ τῶν κατὰ συμβεβηκὸς ἀχωρίστων οὐδ’ ἔτι μᾶλλον τῶν χωριστῶν. Ἃς δὴ καὶ ὁριζόμενοί φασιν· διαφορά ἐστιν ᾗ περισσεύει τὸ εἶδος τοῦ γένους. ὁ γὰρ ἄνθρωπος τοῦ ζῴου πλέον ἔχει τὸ λογικὸν καὶ τὸ θνητόν· τὸ γὰρ ζῷον οὔτε οὐδὲν τούτων ἐστίν,2 ἐπεὶ πόθεν ἂν τὰ εἴδη σχοῖεν διαφοράς; οὔτε δὲ πάσας τὰς ἀντικειμένας ἔχει, ἐπεὶ τὸ αὐτὸ ἅμα ἕξει τὰ ἀντικείμενα, ἀλλ’ ὡς ἀξιοῦσι, δυνάμει μὲν πάσας ἔχει τὰς τῶν ὑφ’ αὑτὸ διαφοράς, ἐνεργείᾳ δὲ οὐδεμίαν. καὶ οὕτως οὔτε ἐξ οὐκ ὄντων τι γίνεται οὔτε τὰ ἀντικείμενα ἅμα περὶ τὸ αὐτὸ ἔσται. Ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως· διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον· τὸ γὰρ λογικὸν καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου κατηγορούμενον ἐν τῷ ποῖόν τί ἐστιν ὁ ἄνθρωπος λέγεται ἀλλ’ οὐκ ἐν τῷ τί ἐστιν. τί μὲν γάρ ἐστιν ὁ ἄνθρωπος ἐρωτωμένων ἡμῶν οἰκεῖον εἰπεῖν ζῷον, ποῖον δὲ ζῷον πυνθανομένων λογικὸν καὶ θνητὸν οἰκείως ἀποδώσομεν. τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων ἢ ἀνάλογόν γε ὕλῃ καὶ εἴδει τὴν σύστασιν ἐχόντων, ὥσπερ ὁ ἀνδριὰς ἐξ ὕλης μὲν τοῦ χαλκοῦ, εἴδους δὲ τοῦ σχήματος, οὕτως καὶ ὁ ἄνθρωπος ὁ κοινός τε καὶ εἰδικὸς ἐξ ὕλης μὲν ἀναλόγου συνέστηκεν τοῦ γένους, ἐκ μορφῆς δὲ τῆς διαφορᾶς, τὸ δὲ ὅλον τοῦτο, ζῷον λογικὸν θνητόν, ὁ ἄνθρωπος, ὡς ἐκεῖ ὁ ἀνδριάς.3 Ὑπογράφουσι δὲ τὰς τοιαύτας διαφορὰς καὶ οὕτως· διαφορά ἐστιν τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος· τὸ λογικὸν γὰρ καὶ τὸ ἄλογον τὸν ἄνθρωπον καὶ τὸν ἵππον ὄντα ὑπὸ τὸ αὐτὸ γένος τὸ ζῷον χωρίζει. ἀποδιδόασι δὲ καὶ οὕτως· διαφορὰ ἐστιν ὅτῳ διαφέρει ἕκαστα. ἄνθρωπος γὰρ καὶ ἵππος κατὰ μὲν τὸ γένος οὐ διενήνοχεν· θνητὰ γὰρ ζῷα καὶ ἡμεῖς καὶ τὰ ἄλογα, ἀλλὰ τὸ λογικὸν προστεθὲν διέστησεν ἡμᾶς ἀπ’ ἐκείνων· καὶ λογικά ἐσμεν καὶ ἡμεῖς καὶ οἱ θεοί, ἀλλὰ τὸ θνητὸν προστεθὲν διέστησεν ἡμᾶς ἀπ’ ἐκείνων. προσεξεργαζόμενοι δὲ τὰ περὶ τῆς διαφορᾶς μὴ τὸ τυχόν φασι τῶν χωριζόντων τὰ ὑπὸ τὸ αὐτὸ γένος εἶναι τὴν διαφοράν, ἀλλ’ ὅπερ εἰς τὸ εἶναι συμβάλλεται καὶ ὃ τοῦ τί ἦν εἶναι τοῦ πράγματός ἐστι μέρος. οὐ γὰρ τὸ πεφυκέναι πλεῖν διαφορὰ ἀνθρώπου, εἰ καὶ ἴδιον ἀνθρώπου· εἴποιμεν γὰρ ἂν τῶν ζῴων τὰ μὲν πλεῖν πεφυκέναι τὰ δὲ μὴ χωρίζοντες ἀπὸ τῶν ἄλλων, ἀλλὰ τὸ πεφυκέναι πλεῖν οὐκ ἦν συμπληρωτικὸν τῆς οὐσίας οὐδὲ μέρος αὐτῆς, ἀλλ’ ἐπιτηδειότης μόνον αὐτῆς διὰ τὸ μὴ εἶναι οἷαι αἱ ἰδίως εἰδοποιοὶ λεγόμεναι διαφοραί. εἶεν ἂν οὖν εἰδοποιοὶ διαφοραί, ὅσαι ἕτερον εἶδος ποιοῦσιν, καὶ ὅσαι ἐν τῷ τί ἦν εἶναι παραλαμβάνονται. Καὶ περὶ μὲν διαφορᾶς ἀρκεῖ τοσαῦτα.

但属的这些划分性种差本身便成为种的充全性与构成性种差;因为动物被有理性与无理性的种差所划分,又被能朽与不朽的种差所划分。但能朽与有理性的种差成为人的构成性种差,有理性与不朽的种差成为神的构成性种差,无理性与能朽的种差成为无理性动物的构成性种差。同样,在具有生命与无生命的种差以及有感觉与无感觉的种差是最高实体的划分性种差时,具有生命与有感觉的种差与实体一同被结合便构成了动物,而具有生命与无感觉的种差则构成了植物。因此,既然同样的诸差按某种方式被采用时成为构成性的,按另一种方式被采用时成为划分性的,便全部被称为构成种的种差。而且属的划分以及定义尤其需要这些种差,而不需要那些按偶性不可分离的差,更不需要那些可分离的差。 人们在定义这些种差时也确实说道:“种差是种借以超出属者。”因为人比动物多具有理性和能朽;因为动物既非这些都不是——否则种将从何处具有种差?——也不具有一切相互对立的种差,因为同一物将同时具有对立项;而是正如他们所主张的,在潜能上具有其下属之物的一切种差,但在现实上一个也不具有。这样,既非从不存在者中产生某物,对立项也不会同时存在于同一事物之中。 人们也这样定义它:“种差是在‘是何种性质’中对多数且在种上有差的事物作述说者。”因为有理性和能朽在对人作述说时,是在“人是何种性质”中被言说,而不是在“是什么”中被言说。因为当我们被问及人是什么时,适宜回答“动物”;而当人们询问是何种动物时,我们将适当地给出“有理性的且能朽的”。因为既然诸事物由质料与形式构成,或者至少具有与质料和形式成比例的构成——正如雕像由作为质料的青铜和作为形式的形态构成一样——同样,普遍的且种的人也由相当于质料的属和作为形相的种差构成,而这整个整体,即“有理性的能朽的动物”,便是人,正如在那里是雕像一样。 人们也这样略述这类种差:“种差是本性上能区分同属之物者。”因为有理性和无理性区分了处于同属(即动物)之下的人和马。人们也这样给出定义:“种差是各事物借以相异者。”因为人和马按照属并没有差异;因为我们和无理性的动物都是能朽的动物,但有理性的附加将我们与它们分开了;我们和诸神也都是有理性的,但能朽的附加将我们与它们分开了。进一步阐发关于种差之事的人们说,在区分同属之物者中,并非随便哪一个都是种差,而是唯有对存在有所贡献且属于事物的本质之部分的,才是种差。因为本性上能航海并不是人的种差,即使它是人的固有属性;因为我们可以通过说在动物中有本性上能航海的、有不能航海的,从而将人与其他动物分开,但本性上能航海并不是实体的充全性成分,也不是实体的一部分,而仅仅是实体的适宜性,因为它不是那些固有地被称为构成种的种差那样的东西。因此,凡产生另一物种者,以及凡在本质中被采用者,都将是构成种的种差。 关于种差,这些便足够了。

语法注3 条
  1. 1.3τῆς ἀνωτάτω οὐσίας διαιρετικῶν οὐσῶν

    属格绝对结构。复数谓词分词 διαιρετικῶν οὐσῶν 的逻辑主语是后置的两个名词短语 τῆς τε ἐμψύχου καὶ ἀψύχου διαφορᾶς 和 τῆς αἰσθητικῆς καὶ ἀναισθήτου。句首的 τῆς ἀνωτάτω οὐσίας 是形容词 διαιρετικῶν 所支配的宾格性属格,通过倒装置于主语之前。

  2. 1.3οὔτε οὐδὲν τούτων ἐστίν

    连词 οὔτε 与否定代词 οὐδέν 连用,在此并非单纯的强调否定,而是充当双重否定:“并非这些都不是”。这由紧随其后的反问分句(“否则种将从何处具有种差?”)以及并列的 οὔτε δὲ πάσας... ἔχει(“也不具有一切……”)所证实,其结论是属在潜能上包含着这些种差。

  3. 1.3τὸ δὲ ὅλον τοῦτο, ζῷον λογικὸν θνητόν, ὁ ἄνθρωπος, ὡς ἐκεῖ ὁ ἀνδριάς

    省略系动词 ἐστίν 的名词性句子。主语是 τὸ δὲ ὅλον τοῦτο,ζῷον λογικὸν θνητόν 作解释性同位语,ὁ ἄνθρωπος 充当表语。末尾的 ὡς ἐκεῖ ὁ ἀνδριάς 则是与前文青铜雕像比喻中作为整体的雕像相对应的比较短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:10.8-12.11