← 波菲利

导论

§5.23-8.6

从属属种的层级以及向个体的划分

波菲利探讨了处于最属性的属(十个范畴)与最种性的种之间的从属属与种的层级结构,说明存在并非单一的最高属,划分应当在无限的个体之前止步,并阐释了上位对下位的述说秩序、个体的独特性以及属、种、个体间的整体与部分关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

τὰ δὴ πρὸ τῶν εἰδικωτάτων ἄχρι τοῦ γενικωτάτου ἀνιόντα γένη τε λέγεται καὶ εἴδη καὶ ὑπάλληλα γένη ὡς ὁ Ἀγαμέμνων Ἀτρείδης καὶ Πελοπίδης καὶ Τανταλίδης καὶ τὸ τελευταῖον Διός. ἀλλ’ ἐπὶ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγουσι, φέρε εἰπεῖν τὸν Δία, τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον, ἐπὶ δὲ τῶν γενῶν καὶ τῶν εἰδῶν οὐχ οὕτως ἔχει· οὐ γάρ ἐστι κοινὸν ἓν γένος πάντων τὸ ὂν οὐδὲ πάντα ὁμογενῆ καθ’ ἓν τὸ ἀνωτάτω γένος, ὥς φησιν ὁ Ἀριστοτέλης. ἀλλὰ κείσθω, ὥσπερ ἐν ταῖς Κατηγορίαις, τὰ πρῶτα δέκα γένη οἷον ἀρχαὶ δέκα πρῶται· κἂν δὴ πάντα τις ὄντα καλῇ, ὁμωνύμως, φησί, καλέσει, ἀλλ’ οὐ συνωνύμως. εἰ μὲν γὰρ ἓν ἦν κοινὸν πάντων γένος τὸ ὄν, συνωνύμως ἂν πάντα ὄντα ἐλέγετο· δέκα δὲ ὄντων τῶν πρώτων ἡ κοινωνία κατὰ τοὔνομα μόνον, οὐκέτι μὴν καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα. δέκα μὲν οὖν τὰ γενικώτατα, τὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρῳ· τὰ δὲ ἄτομα, ἅπερ ἐστὶ τὰ μετὰ τὰ εἰδικώτατα, ἄπειρα. διὸ ἄχρι τῶν εἰδικωτάτων ἀπὸ τῶν γενικωτάτων κατιόντας παρεκελεύετο ὁ Πλάτων παύεσθαι, κατιέναι δὲ διὰ τῶν διὰ μέσου διαιροῦντας ταῖς εἰδοποιοῖς διαφοραῖς· τὰ δὲ ἄπειρα φησὶν ἐᾶν, μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην. κατιόντων μὲν οὖν εἰς τὰ εἰδικώτατα ἀνάγκη διαιροῦντας διὰ πλήθους ἰέναι, ἀνιόντων δὲ1 εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ πλῆθος εἰς ἕν· συναγωγὸν γὰρ τῶν πολλῶν εἰς μίαν φύσιν τὸ εἶδος καὶ ἔτι μᾶλλον τὸ γένος, τὰ δὲ κατὰ μέρος καὶ καθ’ ἕκαστα τοὐναντίον εἰς πλῆθος ἀεὶ διαιρεῖ τὸ ἕν· τῇ μὲν γὰρ τοῦ εἴδους μετουσίᾳ οἱ πολλοὶ ἄνθρωποι εἷς, τοῖς δὲ κατὰ μέρος ὁ εἷς καὶ κοινὸς πλείους· διαιρετικὸν μὲν γὰρ ἀεὶ τὸ καθ’ ἕκαστον, συλληπτικὸν δὲ καὶ ἑνοποιὸν τὸ κοινόν. Ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἐστιν ἑκάτερον αὐτῶν, καὶ τοῦ μὲν γένους ἑνὸς ὄντος τῶν δὲ εἰδῶν πλειόνων (ἀεὶ γὰρ εἰς πλείω εἴδη ἡ τομὴ τοῦ γένους) τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται καὶ πάντα τὰ ἐπάνω τῶν ὑποκάτω, τὸ δὲ εἶδος οὔτε τοῦ προσεχοῦς αὑτοῦ γένους οὔτε τῶν ἐπάνω· οὐδὲ γὰρ ἀντιστρέφει. δεῖ γὰρ ἢ τὰ ἴσα τῶν ἴσων κατηγορεῖσθαι ὡς τὸ χρεμετιστικὸν τοῦ ἵππου ἢ τὰ μείζω τῶν ἐλαττόνων ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, τὰ δὲ ἐλάττω τῶν μειζόνων οὐκέτι· οὐκέτι γὰρ τὸ ζῷον εἴποις ἂν εἶναι ἄνθρωπον, ὥσπερ τὸν ἄνθρωπον εἴποις ἂν εἶναι ζῷον. καθ’ ὧν δ’ ἂν τὸ εἶδος κατηγορῆται, κατ’ ἐκείνων ἐξ ἀνάγκης καὶ τὸ τοῦ εἴδους γένος κατηγορηθήσεται καὶ τὸ τοῦ γένους γένος ἄχρι τοῦ γενικωτάτου· εἰ γὰρ ἀληθὲς τὸ τὸν Σωκράτην εἰπεῖν ἄνθρωπον, τὸν δὲ ἄνθρωπον ζῷον, τὸ δὲ ζῷον οὐσίαν· ἀληθὲς καὶ τὸν Σωκράτην ζῷον εἰπεῖν καὶ οὐσίαν. ἀεὶ οὖν τῶν ἐπάνω κατηγορουμένων τῶν ὑποκάτω τὸ μὲν εἶδος τοῦ ἀτόμου κατηγορηθήσεται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου, τὸ δὲ γενικώτατον καὶ κατὰ τοῦ γένους ἢ τῶν γενῶν, εἰ πλείω εἴη τὰ μέσα καὶ ὑπάλληλα, καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. λέγεται γὰρ τὸ μὲν γενικώτατον κατὰ πάντων τῶν ὑφ’ ἑαυτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων, τὸ δὲ γένος τὸ πρὸ τοῦ εἰδικωτάτου κατὰ πάντων τῶν εἰδικωτάτων καὶ τῶν ἀτόμων, τὸ δὲ μόνον εἶδος κατὰ πάντων τῶν ἀτόμων, τὸ δὲ ἄτομον ἐφ’ ἑνὸς μόνου τῶν κατὰ μέρος. ἄτομον δὲ λέγεται ὁ Σωκράτης καὶ τουτὶ τὸ λευκὸν καὶ οὑτοσὶ ὁ προσιὼν Σωφρονίσκου υἱός, εἰ μόνος αὐτῷ εἴη Σωκράτης υἱός. ἄτομα οὖν λέγεται τὰ τοιαῦτα, ὅτι ἐξ ἰδιοτήτων συνέστηκεν ἕκαστον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο· αἱ γὰρ Σωκράτους ἰδιότητες οὐκ ἂν ἐπ’ ἄλλου τινὸς τῶν κατὰ μέρος γένοιντο ἂν αἱ αὐταί, αἱ μέντοι τοῦ ἀνθρώπου, λέγω δὴ τοῦ κοινοῦ, ἰδιότητες γένοιντ’ ἂν αἱ αὐταὶ ἐπὶ πλειόνων, μᾶλλον δὲ ἐπὶ πάντων τῶν κατὰ μέρος ἀνθρώπων, καθὸ ἄνθρωποι. περιέχεται οὖν τὸ μὲν ἄτομον ὑπὸ τοῦ εἴδους, τὸ δὲ εἶδος ὑπὸ τοῦ γένους· ὅλον γάρ τι τὸ γένος, τὸ δὲ ἄτομον μέρος, τὸ δὲ εἶδος καὶ ὅλον καὶ μέρος, ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις·2 ἐν γὰρ τοῖς μέρεσι τὸ ὅλον. Περὶ μὲν οὖν γένους καὶ εἴδους καὶ τί τὸ γενικώτατον καὶ τί τὸ εἰδικώτατον καὶ τίνα καὶ γένη τὰ αὐτὰ καὶ εἴδη τίνα τε τὰ ἄτομα καὶ ποσαχῶς τὸ γένος καὶ τὸ εἶδος, εἴρηται.

在最种性的种之前、上溯至最属性的属的诸事物,既被称为属又被称为种,也被称为从属的属,正如阿伽门农是阿特柔斯之子、珀罗普斯之后、坦塔罗斯之后,最终是宙斯之后。然而,在家族世系中,人们多半将始元归于单一者(比方说宙斯),但在属与种的情形下却并非如此;因为正如亚里士多德所言,存在并不是一切事物共同的一个属,一切事物也不是在最上位的一个属之下属于同一类的。相反,应当如在《范畴篇》中那样,将最初的十个属确立为如同十个第一本原;即使有人把一切事物都称为存在者,他说,也将是同音异义地称呼,而不是同名同义地称呼。因为如果存在是一切事物共同的一个属,一切事物就会同义地被称为存在者;但由于最初者是十个,其共同性就仅在名称上,而不再在依照名称的定义上了。因此,最属性的属是十个,而最种性的种具有某一数目,但并非无限;而在最种性的种之后的诸个体则是无限的。因此柏拉图告诫说,从最属性的属下降至最种性的种的人应当停步,并通过中间的事物、以构成种的种差进行分割而下降;但他主张放过无限的事物,因为不可能有关于它们的知识。因此,当向最种性的种下降时,必然通过分割而经由多数前行;而当向最属性的属上升时,必然将多数归总于单一;因为种(乃至更甚于种的属)是将多数集聚于单一本性之物,而局部的、个别的事物则相反,总是将单一分割为多数;因为通过分有种,多数人成为单一,而通过局部事物,单一而共同之物成为多数;因为个别者始终是起分割作用的,而共同者则是起包含和统一作用的。 在界定了属与种它们各自是什么之后,既然属是单一的而种是多数的(因为属的切分总是切分为多数种),属就总是对种作述说,并且所有上位的事物对下位的事物作述说,而种则既不对其直接上位之属作述说,也不对更高位的事物作述说;因为这并不换位。因为必然要么等同者对等同者作述说(如能嘶鸣对马),要么较大者对较小者作述说(如动物对人),而较小者对较大者则不再能作述说;因为你不能再说动物是人,就像你可以说人是动物那样。 凡种对其作述说的事物,必然该种的属以及该属的属也对其作述说,直至最属性的属;因为如果说苏格拉底是人、人是动物、动物是实体为真,那么说苏格拉底是动物和实体也同样为真。因此,既然上位者总是对下位者作述说,种将对个体作述说,属将对种以及对个体作述说,而最属性的属——如果中间从属的属有多数的话——将对属或诸属作述说,并将对种以及个体作述说。因为最属性的属对统辖于自身之下的一切属、种和个体而言被言说,最种性的种之前的属对一切最种性的种和个体而言被言说,仅作为种者对一切个体而言被言说,而个体则仅对局部事物中的单一者而言被言说。 被称为个体的是苏格拉底、这件白的东西,以及走过来的这位索弗罗尼斯科斯之子(如果苏格拉底是他唯一的儿子的话)。这类事物被称为个体,乃是因为每一者都由诸固有属性组合而成,而这些属性的总和在另一事物中决不会成为相同的;因为苏格拉底的诸固有属性在局部的其他任何事物中都不会成为相同的,然而人的(我是指共同的人的)诸固有属性却可以在多数事物中,甚至在局部的所有人中,就其作为人而言,成为相同的。因此,个体被种所包摄,种被属所包摄;因为属是某种整体,个体是部分,而种既是整体又是部分,但它是另一事物的部分,却不是另一事物的整体,而是在其他事物之中的整体;因为整体是在诸部分之中的。 关于属与种,关于何谓最属性的属、何谓最种性的种,关于何类事物本身既是属又是种,关于何谓个体,以及属和种以几种方式被言说,已经谈论过了。

语法注2 条
  1. 1.2κατιόντων μὲν οὖν ... ἀνιόντων δέ

    分词 κατιόντων 与 ἀνιόντων 构成了没有明确逻辑主语的属格绝对结构,表示一般人或考察者在行动时的普遍情境或条件(“当下降时……而当上升时……”)。

  2. 1.2μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις

    本句呈现出对照性的句法结构。前半句 μέρος μὲν ἄλλου 中属格 ἄλλου 作关系属格(“另一事物[即属]的部分”);而后半句通过 οὐκ ἄλλου 否定了同样的属格支配,转而使用介词短语 ἐν ἄλλοις(“在其他事物[即诸个体]之中”),从而表明种作为部分是属于上位之属的,而作为整体则并非脱离于他物的实体,而是内在存在于其各个组成部分之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:5.23-8.6