- 底本
- Porphyrius, Isagoge Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 1-22. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:18.10-20.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利依次考察了种差与种、固有属性及偶性之间的相通性与特有差异,并对关于种差的讨论作了总结。
Περὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ εἴδους. Κοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους τὸ ἐπίσης μετέχεσθαι· ἀνθρώπου τε γὰρ ἐπίσης μετέχουσιν οἱ κατὰ μέρος ἄνθρωποι καὶ τῆς τοῦ λογικοῦ διαφορᾶς. κοινὸν δὲ καὶ τὸ ἀεὶ παρεῖναι τοῖς μετέχουσιν· ἀεὶ γὰρ Σωκράτης λογικός, καὶ ἀεὶ Σωκράτης ἄνθρωπος.
关于种差与种的相通性。 因此,种差与种共同具有的,是被同等地分有;因为各个个别的人同等地分有人,亦同等地分有理性的种差。共同具有的还有总是呈现于分有它们的事物中;因为苏格拉底总是理性的,苏格拉底亦总是人。
Περὶ τῆς διαφορᾶς τοῦ εἴδους καὶ τῆς διαφορᾶς. Ἴδιον δὲ διαφορᾶς μὲν τὸ ἐν τῷ ποιόν τί ἐστι κατηγορεῖσθαι, εἴδους δὲ τὸ ἐν τῷ τί ἐστιν· κἂν γὰρ ὁ ἄνθρωπος ὡς ποιὸν λαμβάνηται, οὐχ ἁπλῶς ἂν εἴη ποιόν, ἀλλὰ καθὸ τῷ γένει προσελθοῦσαι αἱ διαφοραὶ ὑπέστησαν αὐτό. ἔτι ἡ μὲν διαφορὰ ἐπὶ πλειόνων πολλάκις εἰδῶν θεωρεῖται, ὡς τὸ τετράπουν ἐπὶ πλείστων ζῴων τῷ εἴδει διαφερόντων, τὸ δὲ εἶδος ἐπὶ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων ἐστίν. ἔτι ἡ διαφορὰ προτέρα τοῦ κατ’ αὐτὴν εἴδους· συναναιρεῖ γὰρ τὸ λογικὸν ἀναιρεθὲν τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐκ ἀνῄρηκεν τὸ λογικόν, ὄντος θεοῦ. ἔτι διαφορὰ μὲν συντίθεται μετὰ ἄλλης διαφορᾶς· τὸ λογικὸν γὰρ καὶ τὸ θνητὸν συνετέθη εἰς ὑπόστασιν ἀνθρώπου· εἶδος δὲ εἴδει οὐ συντίθεται, ὥστε ἀπογεννῆσαι ἄλλο τι εἶδος· τίς μὲν γὰρ ἵππος τινὶ ὄνῳ σύνεισιν εἰς ἡμιόνου γένεσιν, ἵππος δὲ ἁπλῶς ὄνῳ οὐκ ἂν συντεθεὶς ἀποτελέσειεν ἡμίονον.1
关于种与种差的差异。 种差所特有的是在“具有何种性质”中被述说,而种[所特有的]是在“是什么”中[被述说];因为即便人被当作性质来选取,它也不会是单纯的性质,而仅仅是在种差附加于属而构成了它的意义上[作为性质]。此外,种差常常在多个种中被观察到,如四足在依种而异的极多动物中[被观察到],而种则仅在属于该种之下的个体中。此外,种差先于依它而成立的种;因为理性被取消时一同取消了人,但在神存在的情况下,人被取消却并没有取消理性。此外,种差可以与另一种差结合;因为理性和会死的结合构成了人;但种与种不能结合以产生某种别的种;因为某匹个别的马可以与某头个别的驴交配以生成骡子,但单纯的马与驴结合决不会产生骡子。
Περὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ ἰδίου. Διαφορὰ δὲ καὶ ἴδιον κοινὸν μὲν ἔχουσι τὸ ἐπίσης μετέχεσθαι ὑπὸ τῶν μετεχόντων· ἐπίσης γὰρ τὰ λογικὰ λογικὰ καὶ τὰ γελαστικὰ γελαστικά. καὶ τὸ ἀεὶ καὶ παντὶ παρεῖναι κοινὸν ἀμφοῖν· κἂν γὰρ κολοβωθῇ ὁ δίπους, ἀλλὰ πρὸς τὸ πεφυκέναι τὸ ἀεὶ λέγεται,2 ἐπεὶ καὶ τὸ γελαστικὸν τῷ πεφυκέναι ἔχει τὸ ἀεί, ἀλλ’ οὐχὶ τῷ γελᾶν ἀεί.
关于种差与固有属性的相通性。 种差与固有属性共同具有被分有者同等地分有;因为理性的事物同等地是理性的,具有发笑能力的事物同等地具有发笑能力。并且总是且对全部事物呈现,也是两者共同具有的;因为即便两足之物残废了,但“总是”是就本性所具有的倾向而言的,因为具有发笑能力的事物也是由于本性如此而具有“总是”,并非由于总是发笑。
Περὶ τῆς διαφορᾶς τοῦ ἰδίου καὶ τῆς διαφορᾶς. Ἴδιον δὲ διαφορᾶς ὅτι αὕτη μὲν ἐπὶ πλειόνων εἰδῶν λέγεται πολλάκις, οἷον τὸ λογικὸν καὶ ἐπὶ θεοῦ καὶ ἐπὶ ἀνθρώπου, τὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον. καὶ ἡ μὲν διαφορὰ ἕπεται ἐκείνοις, ὧν ἦν διαφορά, οὐ μὴν καὶ ἀντιστρέφει· τὰ δὲ ἴδια ἀντικατηγορεῖται ὧν ἂν ᾖ ἴδια διὰ τὸ ἀντιστρέφειν.
关于固有属性与种差的差异。 种差所特有的在于它往往对多个种述说,例如理性既对神亦对人述说,而固有属性则对它是其固有属性的一个种述说。并且种差随从于它是其种差的那些事物,但决不换位;而固有属性则因换位而与它们是其固有属性的事物相互换位述说。
Περὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ συμβεβηκότος. Διαφορᾷ δὲ καὶ συμβεβηκότι κοινὸν μὲν τὸ ἐπὶ πλειόνων λέγεσθαι, κοινὸν δὲ πρὸς τὰ ἀχώριστα συμβεβηκότα τὸ ἀεὶ καὶ παντὶ προσεῖναι· τὸ τε γὰρ δίπουν ἀεὶ πρόσεστι πᾶσι κόραξι τό τε μέλαν ὁμοίως.
关于种差与偶性的相通性。 种差与偶性共同具有对多数事物述说,而相对于不可分离的偶性共同具有总是且对全部事物伴随;因为两足总是伴随一切乌鸦,黑色亦同样。
Περὶ τῶν ἰδίων διαφορᾶς καὶ συμβεβηκότος. Διαφέρουσι δὲ, ὅτι ἡ μὲν διαφορὰ περιέχει, οὐ περιέχεται δέ· περιέχει γὰρ τὸ λογικὸν τὸν ἄνθρωπον· τὰ δὲ συμβεβηκότα τρόπον μέν τινα περιέχει τῷ ἐν πλείοσιν εἶναι, τρόπον δέ τινα περιέχεται τῷ μὴ ἑνὸς συμβεβηκότος εἶναι δεκτικὰ τὰ ὑποκείμενα, ἀλλὰ πλειόνων.3 καὶ ἡ μὲν διαφορὰ ἀνεπίτατος καὶ ἀνάνετος, τὰ δὲ συμβεβηκότα τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται. καὶ ἀμιγεῖς μὲν αἱ ἐναντίαι διαφοραί, μιγείη δ’ ἂν τὰ ἐναντία συμβεβηκότα. Τοιαῦται μὲν οὖν αἱ κοινότητες καὶ αἱ ἰδιότητες τῆς διαφορᾶς καὶ τῶν ἄλλων. τὸ δὲ εἶδος πῇ μὲν διαφέρει γένους καὶ διαφορᾶς, εἴρηται ἐν ᾧ ἐλέγομεν, πῇ τὸ γένος διαφέρει τῶν ἄλλων καὶ πῇ ἡ διαφορὰ διαφέρει τῶν ἄλλων.
关于种差与偶性的特有属性。 二者的差异在于,种差包容而不被包容;因为理性包容人;而偶性在某种方式上因存在于更多事物中而包容,在某种方式上又因底层基质容受的不是一种偶性而是多种偶性而被包容。并且种差不容受增强与减弱,而偶性容受更多与更少。并且相反的种差不可混合,而相反的偶性可以混合。那么,种差与其余各项的相通性与特有属性便是如此。至于种在何种意义上与属及种差相区别,已在我们论述属如何与其余各项相区别以及种差如何与其余各项相区别的地方讲过了。
- 1.16ἵππος δὲ ἁπλῶς ὄνῳ οὐκ ἂν συντεθεὶς ἀποτελέσειεν ἡμίονον
分词 συντεθείς 作条件分词使用,与带 ἄν 的不定过去希求法构式 οὐκ ἂν ... ἀποτελέσειεν 一同构成假定/潜能句的果句。副词 ἁπλῶς 修饰主语 ἵππος(意为“单纯的马/作为普遍种的马”),与前文具体个体的交配(τις ἵππος, τινὶ ὄνῳ)形成对比。
- 1.17πρὸς τὸ πεφυκέναι τὸ ἀεὶ λέγεται
冠词后接不定词 τὸ πεφυκέναι(完成体不及物用法,“具有天然本性/天生如此”)作为介词 πρός 的宾语,表示评判的基准或视域(“依天生本性而言”)。τὸ ἀεί 作为述谓的主语(被引述的概念)。
- 1.20τρόπον μέν τινα περιέχει τῷ ἐν πλείοσιν εἶναι, τρόπον δέ τινα περιέχεται τῷ μὴ ἑνὸς συμβεβηκότος εἶναι δεκτικὰ τὰ ὑποκείμενα, ἀλλὰ πλειόνων
在两个对称并列的从句中,与格冠词后接不定词短语(τῷ ... εἶναι 与 τῷ ... εἶναι δεκτικά)分别作为原因/方式修饰主句动词 περιέχει 和 περιέχεται。在后一个不定词结构中,τὰ ὑποκείμενα 是逻辑主语,形容词 δεκτικά 支配属格补足语 ἑνὸς συμβεβηκότος 和 πλειόνων。
