← 波菲利

导论

§20.11-22.13

种、固有属性与偶性的相通与差异

波菲利分别考察了种与固有属性、种与偶性,以及固有属性与不可分离偶性之间的相通性与差异,从而完成了五普遍概念的相互比较论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

Περὶ τῆς κοινωνίας τοῦ εἴδους καὶ τοῦ ἰδίου. Εἴδους δὲ καὶ ἰδίου κοινὸν τὸ ἀλλήλων ἀντικατηγορεῖσθαι· εἰ γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἰ γελαστικόν, ἄνθρωπος· τὸ γελαστικὸν δὲ ὅτι κατὰ τὸ πεφυκέναι γελᾶν ληπτέον, πολλάκις εἴρηται· ἐπίσης τε γάρ ἐστι τὰ εἴδη τοῖς μετέχουσι καὶ τὰ ἴδια ὧν ἐστιν ἴδια.1

关于种与固有属性的相通性。 种与固有属性共同具有的,是彼此相互换位述说;因为如果是人,就是具有发笑能力的,如果是具有发笑能力的,就是人;而具有发笑能力应当按照依本性适于发笑来理解,这一点已屡次提及;因为种对于分有它们的事物是同等的,固有属性对于它们是其固有属性的事物亦是同等的。

§1.22

Περὶ τῆς διαφορᾶς τοῦ εἴδους καὶ τοῦ ἰδίου. Διαφέρει δὲ τὸ εἶδος τοῦ ἰδίου, ὅτι τὸ μὲν εἶδος δύναται ἄλλων γένος εἶναι, τὸ δὲ ἴδιον εἶναι ἄλλων ἴδιον ἀδύνατον. καὶ τὸ μὲν εἶδος προϋφέστηκεν τοῦ ἰδίου, τὸ δὲ ἴδιον ἐπιγίνεται τῷ εἴδει· δεῖ γὰρ ἄνθρωπον εἶναι, ἵνα καὶ γελαστικὸν ᾖ. ἔτι τὸ μὲν εἶδος ἀεὶ ἐνεργείᾳ πάρεστι τῷ ὑποκειμένῳ, τὸ δὲ ἴδιόν ποτε καὶ δυνάμει· ἄνθρωπος μὲν γὰρ ἀεὶ ἐνεργείᾳ ὁ Σωκράτης ἐστίν, γελᾷ δὲ οὐκ ἀεί, καίπερ ἀεὶ πεφυκὼς εἶναι γελαστικός. ἔτι ὧν οἱ ὅροι διάφοροι, καὶ αὐτὰ διάφορά ἐστιν· ἔστιν δὲ εἴδους μὲν τὸ ὑπὸ τὸ γένος εἶναι καὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστιν κατηγορούμενον εἶναι καὶ ὅσα τοιαῦτα, ἰδίου δὲ τὸ μόνῳ καὶ ἀεὶ καὶ παντὶ προσεῖναι.

关于种与固有属性的差异。 种与固有属性相区别,在于种能够是其他事物的属,而固有属性却不可能成为其他事物的固有属性。并且种先于固有属性而存在,固有属性则是后加于种的;因为必须先是人,才能成为具有发笑能力的。此外,种总是现实地呈现于底层基质,而固有属性有时亦潜在地[呈现];因为苏格拉底总是现实地是人,但并不总是发笑,尽管他依本性总是具有发笑能力的。此外,凡是定义不同者,其自身亦是不同的;种的[定义]是在属之下,以及在“是什么”中对数目相异的多数事物被述说,诸如此类;而固有属性的[定义]是属于唯独此者、总是且对全部事物伴随。

§1.23

Περὶ τῆς κοινωνίας τοῦ εἴδους καὶ τοῦ συμβεβηκότος. Εἴδους δὲ καὶ συμβεβηκότος κοινὸν μὲν τὸ ἐπὶ πολλῶν κατηγορεῖσθαι, σπάνιοι δὲ αἱ ἄλλαι κοινότητες διὰ τὸ πλεῖστον ἀλλήλων διεστάναι τό τε συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν.

关于种与偶性的相通性。 种与偶性共同具有对多数事物被述说,但其余的相通性十分罕见,因为偶性与被偶涉者彼此相距最远。

§1.24

Περὶ τῆς διαφορᾶς τῶν αὐτῶν. Ἴδια δὲ ἑκατέρου, τοῦ μὲν εἴδους τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ὧν ἐστιν εἶδος, τοῦ δὲ συμβεβηκότος τὸ ἐν τῷ ποῖον ἢ πῶς ἔχον.2 καὶ τὸ ἑκάστην οὐσίαν ἑνὸς μὲν εἴδους μετέχειν, συμβεβηκότων δὲ πλειόνων, τῶν τε χωριστῶν καὶ τῶν ἀχωρίστων. καὶ τὰ μὲν εἴδη προεπινοεῖται τῶν συμβεβηκότων, κἂν ἀχώριστα ᾖ (δεῖ γὰρ εἶναι τὸ ὑποκείμενον, ἵνα ἐκείνῳ τι συμβῇ)· τὰ δὲ συμβεβηκότα ὑστερογενῆ πέφυκεν καὶ ἐπεισοδιώδη τὴν φύσιν ἔχει. καὶ τοῦ μὲν εἴδους ἡ μετοχὴ ἐπίσης, τοῦ δὲ συμβεβηκότος, κἂν ἀχώριστον ᾖ, οὐκ ἐπίσης· καὶ γὰρ Αἰθίοψ Αἰθίοπος ἔχοι ἂν τὴν χροιὰν ἢ ἀνειμένην ἢ ἐπιτεταμένην κατὰ μελανίαν. Λείπεται δὴ περὶ ἰδίου καὶ συμβεβηκότος εἰπεῖν· πῇ γὰρ τὸ ἴδιον τοῦ τε εἴδους καὶ τῆς διαφορᾶς καὶ τοῦ γένους διενήνοχεν, εἴρηται.

关于二者的差异。 二者各自所特有的在于:就种而言,是在“是什么”中对它是其种的事物被述说;就偶性而言,是在“何种性质”或“处于何种状态”中[被述说]。并且每个实体一方面分有一个种,另一方面分有多个偶性,既包含可分离的亦包含不可分离的。并且诸种在思想上先于诸偶性而被构想,即使偶性是不可分离的(因为基质必须存在,以便某物偶涉于它);而偶性依本性是后生的,具有插入附带的本性。并且对种的分有是均等的,但对偶性的分有即使是不可分离的亦不均等;因为一个埃塞俄比亚人相对于另一个埃塞俄比亚人,就黑色而言可以具有较减弱或较增强的肤色。那么,剩下的就是讨论固有属性与偶性了;因为固有属性如何不同于种、种差以及属,已经讲过了。

§1.25

Περὶ τῆς κοινωνίας τοῦ ἰδίου καὶ τοῦ ἀχωρίστου συμβεβηκότος. Κοινὸν δὴ τῷ ἰδίῳ καὶ τῷ ἀχωρίστῳ συμβεβηκότι τὸ ἄνευ αὐτῶν μὴ ὑποστῆναι ἐκεῖνα, ἐφ’ ὧν θεωρεῖται· ὡς γὰρ ἄνευ τοῦ γελαστικοῦ οὐχ ὑφίσταται ἄνθρωπος, οὕτως οὐδὲ ἄνευ τοῦ μέλανος ὑποσταίη ἂν Αἰθίοψ. καὶ ὥσπερ παντὶ καὶ ἀεὶ πάρεστι τὸ ἴδιον, οὕτως καὶ τὸ ἀχώριστον συμβεβηκός.

关于固有属性与不可分离偶性的相通性。 固有属性与不可分离偶性共同具有的,是没有它们,它们在其中被观察到的那些事物就不能成立;因为正如没有具有发笑能力人就不能成立,同样没有黑色,埃塞俄比亚人也不能成立。并且正如固有属性对全部事物且总是呈现,不可分离偶性亦同样如此。

§1.26

Περὶ τῆς διαφορᾶς τῶν αὐτῶν. Διενήνοχεν δὲ ὅτι τὸ μὲν ἴδιον μόνῳ ἑνὶ εἴδει πάρεστιν ὡς τὸ γελαστικὸν ἀνθρώπῳ, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οἷον τὸ μέλαν οὐκ Αἰθίοπι μόνον ἀλλὰ καὶ κόρακι πρόσεστι καὶ ἄνθρακι καὶ ἐβένῳ καὶ ἄλλοις τισίν. διὸ τὸ μὲν ἴδιον ἀντικατηγορεῖται οὗ ἐστιν ἴδιον καὶ ἔστιν ἐπίσης, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οὐκ ἀντικατηγορεῖται. καὶ τῶν μὲν ἰδίων ἐπίσης ἡ μετοχή, τῶν δὲ συμβεβηκότων ἡ μὲν μᾶλλον ἡ δὲ ἧττον.3 Εἰσὶν μὲν οὖν καὶ ἄλλαι κοινότητές τε καὶ ἰδιότητες τῶν εἰρημένων, ἀλλ’ ἐξαρκοῦσι καὶ αὗται εἰς διάκρισίν τε αὐτῶν καὶ τῆς κοινωνίας παράστασιν.

关于二者的差异。 二者的区别在于:固有属性唯独呈现于一个种,如具有发笑能力呈现于人;而不可分离偶性如黑色不仅伴随埃塞俄比亚人,亦伴随乌鸦、木炭、乌木以及某些其他事物。因此,固有属性与它是其固有属性的事物相互换位述说并且是均等的,而不可分离偶性则不相互换位述说。并且对固有属性的分有是均等的,而对偶性的分有则有的是较多,有的是较少。诚然,所述诸项还有其他的相通性与特有属性,但仅仅这些对于区分它们以及阐明其相通性而言也已经足够了。

语法注3 条
  1. 1.21ἐπίσης τε γάρ ἐστι τὰ εἴδη τοῖς μετέχουσι καὶ τὰ ἴδια ὧν ἐστιν ἴδια

    句首的 ἐπίσης ἐστί 是谓词表述,意为“同等地存在”(不存在程度高低)。后半部分的 ὧν ἐστιν ἴδια 是包含隐含格位先行词的关系从句,与 τοῖς μετέχουσι 相对等,作为表示关系的与格补足语依附于 ἐπίσης。

  2. 1.24Ἴδια δὲ ἑκατέρου, τοῦ μὲν εἴδους τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ὧν ἐστιν εἶδος, τοῦ δὲ συμβεβηκότος τὸ ἐν τῷ ποῖον ἢ πῶς ἔχον

    承接句首省略系动词的 Ἴδια δὲ ἑκατέρου [ἐστί],两个冠词不定词短语(τὸ ... κατηγορεῖσθαι)并列作为主语。在后半句 τοῦ δὲ συμβεβηκότος 之后,承前省略了动词 κατηγορεῖσθαι,解读时需予以补充。

  3. 1.26τῶν δὲ συμβεβηκότων ἡ μὲν μᾶλλον ἡ δὲ ἧττον

    承接前句 τῶν μὲν ἰδίων ἐπίσης ἡ μετοχή 省略了名词 μετοχή,冠词 ἡ μέν 与 ἡ δέ 代词化充当主语(“一种分有”、“另一种分有”)。全句构成对仗结构,意为“偶性的分有则有一者较多,另一者较少”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:20.11-22.13