← 波菲利

导论

§16.8-18.9

属与固有属性及偶性的比较与十组对偶

讨论了属与固有属性、属与偶性的相通性与差异,并在最后阐明了五个呼声(属、种差、种、固有属性、偶性)之间的比较差异总计为十组的组合论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

Περὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ ἰδίου. Διαφέρει δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον· δεῖ γὰρ εἶναι ζῷον, εἶτα διαιρεῖσθαι διαφοραῖς καὶ ἰδίοις. καὶ τὸ μὲν γένος κατὰ πλειόνων εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον. καὶ τὸ μὲν ἴδιον ἀντικατηγορεῖται οὗ ἐστιν ἴδιον, τὸ δὲ γένος οὐδενὸς ἀντικατηγορεῖται· οὔτε γὰρ εἰ ζῷον, ἄνθρωπος, οὔτε εἰ ζῷον, γελαστικόν· εἰ δὲ ἄνθρωπος, γελαστικόν, καὶ ἔμπαλιν. ἔτι τὸ μὲν ἴδιον παντὶ τῷ εἴδει ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ μόνῳ καὶ ἀεί, τὸ δὲ γένος παντὶ μὲν τῷ εἴδει, οὗ ἂν ᾖ γένος, καὶ ἀεί, οὐ μέντοι καὶ μόνῳ. ἔτι τὰ μὲν ἴδια ἀναιρούμενα οὐ συναναιρεῖ τὰ γένη, τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ τὰ εἴδη, ὧν ἐστιν ἴδια, ὥστε καὶ ὧν ἐστιν ἴδια ἀναιρουμένων καὶ αὐτὰ συναναιρεῖται.1

关于属与固有属性的差异。 二者的差异在于,属是在先的,而固有属性是在后的;因为必须首先存在动物,然后由种差和固有属性来划分。并且属对多个种作述说,而固有属性对它是其固有属性的一个种作述说。并且固有属性与它是其固有属性的事物相互换位述说,而属不与任何事物相互换位述说;因为并非如果是动物就是人,也并非如果是动物就具有发笑能力;但如果是人就具有发笑能力,反之亦然。此外,固有属性属于它是其固有属性的整个种,仅属于它,并且总是属于它;而属虽属于它是其属的整个种,并且总是属于它,但决非仅属于它。此外,固有属性被取消时并不一同取消属,但属被取消时则一同取消它们是其固有属性的诸种,以至于当它们是其固有属性的事物被取消时,它们自身亦被一同取消。

§1.13

Περὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ συμβεβηκότος. Γένους δὲ καὶ συμβεβηκότος κοινὸν τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι, ἄν τε τῶν χωριστῶν ᾖ ἄν τε τῶν ἀχωρίστων· καὶ γὰρ τὸ κινεῖσθαι κατὰ πλειόνων καὶ τὸ μέλαν κατὰ κοράκων καὶ Αἰθιόπων καί τινων ἀψύχων.

关于属与偶性的相通性。 如前所述,属与偶性共同具有的,是对多数事物作述说,无论属于可分离的还是不可分离的事物;因为运动对多数事物作述说,黑色亦对乌鸦、埃塞俄比亚人和某些无生命物作述说。

§1.14

Περὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ συμβεβηκότος. Διαφέρει δὲ τὸ γένος τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν γένος πρὸ τῶν εἰδῶν, τὰ δὲ συμβεβηκότα τῶν εἰδῶν ὕστερα· κἂν γὰρ ἀχώριστον λαμβάνηται συμβεβηκός, ἀλλ’ οὖν πρότερόν ἐστι τὸ ᾧ συμβέβηκε τοῦ συμβεβηκότος. καὶ τοῦ μὲν γένους ἐπίσης τὰ μετέχοντα μετέχει, τοῦ δὲ συμβεβηκότος οὐκ ἐπίσης· ἐπίτασιν γὰρ καὶ ἄνεσιν ἐπιδέχεται ἡ τῶν συμβεβηκότων μέθεξις, ἡ δὲ τῶν γενῶν οὐκέτι. καὶ τὰ μὲν συμβεβηκότα ἐπὶ τῶν ἀτόμων προηγουμένως ὑφίσταται, τὰ δὲ γένη καὶ τὰ εἴδη φύσει πρότερα τῶν ἀτόμων οὐσιῶν. καὶ τὰ μὲν γένη ἐν τῷ τί ἐστι κατηγορεῖται τῶν ὑπ’ αὐτά, τὰ δὲ συμβεβηκότα ἐν τῷ ποῖόν τι ἢ πῶς ἔχον ἕκαστον· ποῖος γὰρ Αἰθίοψ ἐρωτηθεὶς ἐρεῖς μέλας, καὶ πῶς ἔχει Σωκράτης ἐρεῖς ὅτι κάθηται ἢ περιπατεῖ. Τὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει εἴρηται, συμβέβηκεν δὲ καὶ τῶν ἄλλων ἕκαστον διαφέρειν τῶν τεττάρων, ὥστε πέντε μὲν ὄντων, ἑνὸς δὲ ἑκάστου τῶν τεττάρων διαφέροντος, τετράκι τὰ πέντε, εἴκοσι γίνεσθαι τὰς πάσας διαφοράς. ἀλλ’ οὐχ οὕτως ἔχει, ἀλλ’ ἀεὶ τῶν ἐφεξῆς καταριθμουμένων καὶ τῶν μὲν δύο μιᾷ λειπομένων διαφορᾷ διὰ τὸ ἤδη εἰλῆφθαι, τῶν δὲ τριῶν δυσίν, τῶν δὲ τεττάρων τρισί, τῶν δὲ πέντε τέτρασι,2 δέκα αἱ πᾶσαι γίνονται διαφοραί, τέσσαρες, τρεῖς, δύο, μία. τὸ μὲν γὰρ γένος διαφέρει τῆς διαφορᾶς καὶ τοῦ εἴδους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος· τέσσαρες οὖν αἱ διαφοραί. ἡ διαφορὰ δὲ πῇ μὲν διενήνοχεν τοῦ γένους εἴρηται. ὅτε πῇ διαφέρει τὸ γένος αὐτῆς ἐρρέθη· λοιπὸν δὲ πῇ διαφέρει τοῦ εἴδους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος ῥηθήσεται, καὶ γίνονται τρεῖς. πάλιν τὸ εἶδος πῇ μὲν διαφέρει τῆς διαφορᾶς ἐρρέθη, ὅτε πῇ διαφέρει ἡ διαφορὰ τοῦ εἴδους ἐλέγετο· πῇ δὲ διαφέρει τὸ εἶδος τοῦ γένους ἐρρέθη, ὅτε πῇ διαφέρει τὸ γένος τοῦ εἴδους ἐλέγετο· λοιπὸν οὖν πῇ διαφέρει τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος ῥηθήσεται· δύο οὖν καὶ αὗται αἱ διαφοραί. τὸ δὲ ἴδιον πῇ διαφέρει τοῦ συμβεβηκότος καταλειφθήσεται· πῇ γὰρ τοῦ εἴδους καὶ τῆς διαφορᾶς καὶ τοῦ γένους διαφέρει, προειρημένον ἐστὶν ἐν τῇ ἐκείνων πρὸς αὐτὸ διαφορᾷ· τεσσάρων οὖν λαμβανομένων τοῦ γένους πρὸς τὰ ἄλλα διαφορῶν, τριῶν δὲ τῆς διαφορᾶς, δύο δὲ τοῦ εἴδους, μιᾶς δὲ τοῦ ἰδίου πρὸς τὸ συμβεβηκός, δέκα ἔσονται αἱ πᾶσαι, ὧν τὰς τέσσαρας, αἳ ἦσαν τοῦ γένους πρὸς τὰ ἄλλα, φθάσαντες ἀπεδείξαμεν.

关于属与偶性的差异。 属与偶性的差异在于,属先于诸种,而偶性后于诸种;因为即便选取不可分离的偶性,其所偶适的事物依然先于偶性。并且分有属的事物同等地分有,而分有偶性的事物则不同等地分有;因为对偶性的分有容受增强与减弱,而对属的[分有]则不再如此。并且偶性首要地在个体中实存,而属和种在自然本性上先于个体实体。并且属在其下的事物上在“是什么”中被述说,而偶性则在每个事物“具有何种性质”或“处于何种状态”中被述说;因为若被问及埃塞俄比亚人具有何种性质,你会回答黑,而[若被问及]苏格拉底处于何种状态,你会回答他坐着或走着。那么,属与其余四者在何种意义上相区别已经说过了;但其余各项也碰巧各自与那四者相区别,因此既然有五项,每一项都与其余四项相区别,四乘五,全部差异就会成为二十个。但事实并非如此,而是在依次列举时,第二项因已被选取一项而缺少一个差异,第三项缺少两个,第四项缺少三个,第五项缺少四个,全部差异成为十个:四、三、二、一。因为属与种差、种、固有属性和偶性相区别,所以差异有四个。至于种差在何种意义上与属不同,已在讲述属如何与它相区别时说过了;余下的关于它如何与种、固有属性和偶性相区别,将在后面说明,因而成为三个。再次,种在何种意义上与种差相区别,已在论述种差如何与种相区别时说过了;而种在何种意义上与属相区别,已在论述属如何与种相区别时说过了;因此,余下的关于它如何与固有属性和偶性相区别,将在后面说明;所以这也是两个差异。至于固有属性在何种意义上与偶性相区别,将被保留到最后;因为关于它如何与种、种差和属相区别,已在那些项与它的差异中预先讲过了。因此,当属相对于其他项的四个差异、种差的三个、种的两个、固有属性相对于偶性的一个被选取时,全部将是十个,其中属于属相对于其他项的四个,我们已经先行证明了。

语法注2 条
  1. 1.12ὥστε καὶ ὧν ἐστιν ἴδια ἀναιρουμένων καὶ αὐτὰ συναναιρεῖται

    在 ὥστε 引导的结果从句内部嵌有属格绝对结构 ὧν ἐστιν ἴδια ἀναιρουμένων,其先行词(“那些种”)被吸收到关系代词 ὧν 中。主语 αὐτά 指代固有属性(ἴδια),构成“当它们是其固有属性的那些事物被取消时,它们自身亦被一同取消”的结构。

  2. 1.14τῶν μὲν δύο μιᾷ λειπομένων διαφορᾷ διὰ τὸ ἤδη εἰλῆφθαι, τῶν δὲ τριῶν δυσίν, τῶν δὲ τεττάρων τρισί, τῶν δὲ πέντε τέτρασι

    这是一组连续的属格绝对结构。τῶν δύο、τῶν τριῶν、τῶν τεττάρων、τῶν πέντε 分别指代顺次计入的各项(或项的累计),与表示欠缺的分词 λειπομένων 结合,并带有限定差额/手段的与格(μιᾷ, δυσίν, τρισί, τέτρασι)。这体现了因先前已比较过而逐次递减(分别缺少1、2、3、4个差异)的组合计算骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:16.8-18.9