← 波菲利

导论

§14.13-16.7

属与种差、种及固有属性的异同

波菲利继续对五种词项进行相互比较,论述了属与种差的差异(述说范围的宽广、质料与形式的比喻等)、属与种的相通性与差异(包容关系与本性上的先后),以及属与固有属性的相通性(跟随于种与同名同义述说)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

Περὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τῆς διαφορᾶς. Ἴδιον δὲ τοῦ γένους τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι, ἤπερ ἡ διαφορὰ καὶ τὸ εἶδος καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός·1 τὸ μὲν γὰρ ζῷον ἐπ’ ἀνθρώπου καὶ ἵππου καὶ ὀρνέου καὶ ὄφεως, τὸ δὲ τετράπουν ἐπὶ μόνων τῶν τέσσαρας πόδας ἐχόντων, ὁ δὲ ἄνθρωπος ἐπὶ μόνων τῶν ἀτόμων, καὶ τὸ χρεμετιστικὸν ἐπὶ τοῦ ἵππου μόνον καὶ τῶν κατὰ μέρος, καὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ’ ἐλαττόνων. δεῖ δὲ διαφορὰς λαμβάνειν, αἷς τέμνεται τὸ γένος, οὐ τὰς συμπληρωτικὰς τῆς οὐσίας τοῦ γένους.2 ἔτι τὸ γένος περιέχει τὴν διαφορὰν δυνάμει· τοῦ γὰρ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον. ἔτι τὰ μὲν γένη πρότερα τῶν ὑπ’ αὐτὰ διαφορῶν, διὸ συναναιρεῖ μὲν αὐτάς, οὐ συναναιρεῖται δέ· ἀναιρεθέντος γὰρ τοῦ ζῴου συναναιρεῖται τὸ λογικὸν καὶ τὸ ἄλογον. αἱ δὲ διαφοραὶ οὐκέτι συναναιροῦσι τὸ γένος· κἂν γὰρ πᾶσαι ἀναιρεθῶσιν, οὐσία ἔμψυχος αἰσθητικὴ ἐπινοεῖται, ἥτις ἦν τὸ ζῷον. ἔτι τὸ μὲν γένος ἐν τῷ τί ἐστιν, ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστιν, ὡς εἴρηται, κατηγορεῖται. ἔτι γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος οἷον ἀνθρώπου τὸ ζῷον, διαφοραὶ δὲ πλείους οἷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, αἷς τῶν ἄλλων ζῴων διαφέρει. καὶ τὸ μὲν γένος ἔοικεν ὕλῃ, μορφῇ δὲ ἡ διαφορά. προσόντων δὲ καὶ ἄλλων κοινῶν τε καὶ ἰδίων τῷ γένει καὶ τῇ διαφορᾷ ἀρκείτω ταῦτα.

关于属与种差的差异。 属所独特的是,比种差、种、固有属性和偶性对更多事物作述说;因为动物对人、马、鸟和蛇作述说,而四足仅对具有四只脚的事物作述说,人仅对个体作述说,具有嘶鸣能力仅对马和各个别事物作述说,偶性同样对较少事物作述说。但应当选取由此划分属的那些种差,而不是补充属的实体的那些种差。此外,属在潜能上包含种差;因为在动物中,一部分是有理性的,另一部分是无理性的。此外,属先于其下的种差;因此它们一同取消种差,但不被一同取消;因为如果动物被取消,有理性与无理性亦被一同取消。但种差不再一同取消属;因为即便全部被取消,有生命的具感觉实体(这正是动物)仍被构想出来。此外,正如所说过的,属在“是什么”中被述说,而种差在“具有何种性质”中被述说。此外,对每个种而言属只有一个,例如对人而言是动物,而种差却有多个,例如有理性、会死的、能接受智性与知识,人凭借这些与其他动物相区别。并且属类似于质料,而种差类似于形式。既然属与种差还具有其他共同特征和独特特征,这些就足够了。

§1.9

Περὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ εἴδους. Γένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι· εἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος, ἀλλ’ οὐχὶ καὶ ὡς γένος, ἄνπερ ᾖ τὸ αὐτὸ καὶ εἶδος καὶ γένος. κοινὸν δὲ αὐτοῖς καὶ τὸ προτέροις εἶναι ὧν κατηγορεῖται καὶ τὸ ὅλον τι εἶναι ἑκάτερον.

关于属与种的相通性。 如前所述,属与种具有共同之处,即对多数事物作述说;但种应当作为种而被选取,而并非也作为属,即便同一事物既是种又是属。对于它们共同的还在于,先于它们所述说的事物,以及二者各自都是某种整体。

§1.10

Περὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ εἴδους. Διαφέρει δὲ ᾗ τὸ μὲν γένος περιέχει τὰ εἴδη, τὰ δὲ εἴδη περιέχεται καὶ οὐ περιέχει τὰ γένη· ἐπὶ πλεῖον γὰρ τὸ γένος τοῦ εἴδους. ἔτι τὰ γένη προϋποκεῖσθαι δεῖ καὶ διαμορφωθέντα ταῖς εἰδοποιοῖς διαφοραῖς ἀποτελεῖν τὰ εἴδη, ὅθεν καὶ πρότερα τῇ φύσει τὰ γένη. καὶ συναναιροῦντα, ἀλλ’ οὐ συναναιρούμενα,3 καὶ εἴδους μὲν ὄντος πάντως ἐστὶ καὶ γένος, γένους δὲ ὄντος οὐ πάντως ἔστι καὶ τὸ εἶδος. καὶ τὰ μὲν γένη συνωνύμως κατηγορεῖται τῶν ὑφ’ ἑαυτὰ εἰδῶν, τὰ δὲ εἴδη τῶν γενῶν οὐκέτι. ἔτι τὰ μὲν γένη πλεονάζει τῇ τῶν ὑπ’ αὐτὰ εἰδῶν περιοχῇ, τὰ δὲ εἴδη τῶν γενῶν πλεονάζει ταῖς οἰκείαις διαφοραῖς. ἔτι οὔτε τὸ εἶδος γένοιτ’ ἂν γενικώτατον οὔτε τὸ γένος εἰδικώτατον.

关于属与种的差异。 二者的差异在于,属包含诸种,而诸种被包含并不包含诸属;因为属的范围大于种。此外,诸属必须预先作为基底存在,并且由构成种的种差所赋予形式来成就诸种;因此诸属在自然本性上也是在先的。并且[诸属]一同取消[诸种],但不被一同取消;种存在时,属必定存在,但属存在时,种并不必定存在。并且诸属同名同义地对其下的诸种作述说,但诸种不再对诸属作述说。此外,诸属在其下的诸种的包容上占优势,而诸种则以其固有的种差相比于诸属占优势。此外,种不可能成为最高属,属也不可能成为最低种。

§1.11

Περὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ ἰδίου. Γένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν· εἰ γὰρ ἄνθρωπος, ζῷον, καὶ εἰ ἄνθρωπος, γελαστικόν. καὶ τὸ ἐπίσης κατηγορεῖσθαι τὸ γένος τῶν εἰδῶν καὶ τὸ ἴδιον τῶν αὑτοῦ μετεχόντων ἀτόμων· ἐπίσης γὰρ καὶ ὁ ἄνθρωπος καὶ ὁ βοῦς ζῷον καὶ Ἄνυτος καὶ Μέλητος γελαστικόν. κοινὸν δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τὸ γένος τῶν οἰκείων εἰδῶν καὶ τὸ ἴδιον ὧν ἂν ᾖ ἴδιον.

关于属与固有属性的相通性。 属与固有属性共同具有的,是跟随于诸种;因为如果是人,就是动物;如果是人,就具有发笑能力。并且,属同等地对其诸种作述说,而固有属性同等地对分有它的诸个体作述说,这也是[共同的];因为人和牛同等地是动物,阿尼图斯和美勒托斯也同等地具有发笑能力。同样共同的是,属同名同义地对其固有的种作述说,固有属性亦对它是其固有属性的那些事物同名同义地作述说。

语法注3 条
  1. 1.8Ἴδιον δὲ τοῦ γένους τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι, ἤπερ ἡ διαφορὰ καὶ τὸ εἶδος καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός

    在紧接比较级 πλειόνων 之后由 ἤπερ 引导的从句中,谓语动词 κατηγορεῖται 被省略,其后的四个名词短语(ἡ διαφορὰ 等)作并列主语。

  2. 1.8διαφορὰς λαμβάνειν, αἷς τέμνεται τὸ γένος, οὐ τὰς συμπληρωτικὰς τῆς οὐσίας τοῦ γένους

    关系代词 αἷς 为工具与格(“借由它们”)。后半部分的 οὐ τὰς συμπληρωτικάς 是与先行词 διαφορὰς 相应且构成对比的宾格修饰成分(“即以此划分属的种差,而非补充属之实体的那些种差”)。

  3. 1.10καὶ συναναιροῦντα, ἀλλ’ οὐ συναναιρούμενα

    中性复数主格分词 συναναιροῦντα 和 συναναιρούμενα 与前句的主语 τὰ γένη 一致,在没有系动词的情况下作为附加的述语性限定成分并列相承。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:14.13-16.7