← 波菲利

导论

§12.12-14.12

固有属性与偶性的定义及诸事相的共通性

波菲利阐述了固有属性的四种区分(确定严格意义上的固有属性)及偶性的定义(可分离与不可分离),随后考察了五事相共有的特征,以及属与种差之间的共同属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

Περὶ ἰδίου. Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς· καὶ γὰρ ὃ μόνῳ τινὶ εἴδει συμβέβηκεν, εἰ καὶ μὴ παντί, ὡς ἀνθρώπῳ τὸ ἰατρεύειν ἢ τὸ γεωμετρεῖν· καὶ ὃ παντὶ συμβέβηκεν τῷ εἴδει, εἰ καὶ μὴ μόνῳ, ὡς τῷ ἀνθρώπῳ τὸ εἶναι δίποδι· καὶ ὃ μόνῳ καὶ παντὶ καὶ ποτέ, ὡς ἀνθρώπῳ παντὶ τὸ ἐν γήρᾳ πολιοῦσθαι. τέταρτον δέ, ἐφ’ οὗ συνδεδράμηκεν τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί,1 ὡς τῷ ἀνθρώπῳ τὸ γελαστικόν· κἂν γὰρ μὴ γελᾷ ἀεί, ἀλλὰ γελαστικὸν λέγεται οὐ τῷ ἀεὶ γελᾶν ἀλλὰ τῷ πεφυκέναι· τοῦτο δὲ ἀεὶ αὐτῷ σύμφυτον ὑπάρχει, ὡς καὶ τῷ ἵππῳ τὸ χρεμετιστικόν. ταῦτα δὲ καὶ κυρίως ἴδιά φασιν, ὅτι καὶ ἀντιστρέφει· εἰ γὰρ ἵππος, χρεμετιστικόν, καὶ εἰ χρεμετιστικόν, ἵππος.

关于固有属性。 人们将固有属性区分为四种方式:即仅偶属于某一特定种、即便并非属于其全部成员者,如行医或从事几何学属于人;以及偶属于整个种、即便并非仅属于它者,如两足属于人;以及仅属于它且属于全部且在某一时期者,如在老年变白发属于每个人。第四种是“仅属于它、属于全部且总是属于它”汇合于一体者,如具有发笑能力属于人;因为即便他并不总是发笑,但他被称为具有发笑能力并非由于总是发笑,而是由于本性上适于发笑;而这总是作为天生的属性属于他,正如具有嘶鸣能力属于马一样。人们也把这些严格地称为固有属性,因为它们也是可换位的;因为如果是马,就具有嘶鸣能力;如果是具有嘶鸣能力者,就是马。

§1.5

Περὶ συμβεβηκότος. Συμβεβηκὸς δέ ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. διαιρεῖται δὲ εἰς δύο· τὸ μὲν γὰρ αὐτοῦ χωριστόν ἐστιν, τὸ δὲ ἀχώριστον. τὸ μὲν οὖν καθεύδειν χωριστὸν συμβεβηκός, τὸ δὲ μέλαν εἶναι ἀχωρίστως τῷ κόρακι καὶ τῷ Αἰθίοπι συμβέβηκεν, δύναται δὲ ἐπινοηθῆναι καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβαλὼν τὴν χροιὰν2 χωρὶς φθορᾶς τοῦ ὑποκειμένου. ὁρίζονται δὲ καὶ οὕτως· συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἢ ὃ οὔτε γένος ἐστὶν οὔτε διαφορὰ οὔτε εἶδος οὔτε ἴδιον, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον. Ἀφορισθέντων δὲ πάντων τῶν προτεθέντων, λέγω δὴ γένους, εἴδους, διαφορᾶς, ἰδίου, συμβεβηκότος, ῥητέον τίνα τε κοινὰ πρόσεστιν αὐτοῖς καὶ τίνα ἴδια.

关于偶性。 偶性是在没有主体的毁灭的情况下生成且消逝者。它被分为两类:因为其中一种是可分离的,另一种是不可分离的。因此,睡眠是可分离的偶性,而黑则不可分离地偶属于渡鸦和埃塞俄比亚人;然而,没有主体的毁灭,白渡鸦和脱去肤色的埃塞俄比亚人也是可被构想的。人们也这样定义它:偶性是能够属于或不属于同一事物者,或者既非属、亦非种差、亦非种、亦非固有属性,而总是持存于主体之中者。既然所有提出的项目——我指属、种、种差、固有属性、偶性——已被界定完毕,就必须说明哪些共同特征属于它们,哪些独特特征属于它们。

§1.6

Περὶ τῆς κοινωνίας τῶν πέντε φωνῶν. Κοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. ἀλλὰ τὸ μὲν γένος τῶν εἰδῶν τε καὶ τῶν ἀτόμων, καὶ ἡ διαφορὰ ὡσαύτως, τὸ δὲ εἶδος τῶν ὑπ’ αὐτὸ ἀτόμων, τὸ δὲ ἴδιον τοῦ τε εἴδους, οὗ ἐστιν ἴδιον, καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τὸ δὲ συμβεβηκὸς καὶ εἰδῶν καὶ ἀτόμων. τό τε γὰρ ζῷον ἵππων τε καὶ βοῶν κατηγορεῖται εἰδῶν ὄντων καὶ τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ βοὸς ἀτόμων ὄντων, τὸ δὲ ἄλογον ἵππων καὶ βοῶν κατηγορεῖται καὶ τῶν κατὰ μέρος, τὸ μέντοι εἶδος οἷον ὁ ἄνθρωπος τῶν κατὰ μέρος μόνον, τὸ δὲ ἴδιον οἷον τὸ γελαστικὸν καὶ τοῦ ἀνθρώπου καὶ τῶν κατὰ μέρος, τὸ δὲ μέλαν τοῦ τε εἴδους τῶν κοράκων καὶ τῶν κατὰ μέρος συμβεβηκὸς ὂν ἀχώριστον, καὶ τὸ κινεῖσθαι ἀνθρώπου τε καὶ ἵππου χωριστὸν ὂν συμβεβηκός, ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα.3

关于五种词项的相通性。 对所有词项而言共同的,是对多数事物作述说。但属既对种又对个体作述说,种差同样如此;种对其下的个体作述说;固有属性既对其作为其固有属性的种又对种之下的个体作述说;偶性既对种又对个体作述说。因为动物对作为种的马和牛以及对作为个体的这匹马和这头牛作述说;无理性对马和牛以及对各个别事物作述说;然而如人这样的种仅对个别事物作述说;如具有发笑能力这样的固有属性既对人又对各个别事物作述说;作为不可分离偶性的黑既对渡鸦的种又对各个别事物作述说,作为可分离偶性的运动既对人又对马作述说;然而主要地是对个体,次要地也对包容个体的事物作述说。

§1.7

Περὶ τῆς κοινωνίας γένους καὶ διαφορᾶς. Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν εἰδῶν· περιέχει γὰρ καὶ ἡ διαφορὰ εἴδη, εἰ καὶ μὴ πάντα ὅσα τὰ γένη. τὸ γὰρ λογικὸν εἰ καὶ μὴ περιέχει τὰ ἄλογα ὥσπερ τὸ ζῷον, ἀλλὰ περιέχει ἄνθρωπον καὶ θεόν, ἅπερ ἐστὶν εἴδη. ὅσα τε κατηγορεῖται τοῦ γένους ὡς γένους, καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν κατηγορεῖται, ὅσα τε τῆς διαφορᾶς ὡς διαφορᾶς, καὶ τοῦ ἐξ αὐτῆς εἴδους κατηγορηθήσεται. γένους τε γὰρ τοῦ ζῴου ὄντος ὡς γένους κατηγορεῖται ἡ οὐσία καὶ τὸ ἔμψυχον, ἀλλὰ καὶ τῶν ὑπὸ τὸ ζῷον εἰδῶν πάντων κατηγορεῖται ταῦτα ἄχρι καὶ τῶν ἀτόμων· διαφορᾶς τε οὔσης τῆς τοῦ λογικοῦ κατηγορεῖται ὡς διαφορᾶς τὸ λόγῳ χρῆσθαι, οὐ μόνον δὲ τοῦ λογικοῦ ἀλλὰ καὶ τῶν ὑπὸ τὸ λογικὸν εἰδῶν κατηγορηθήσεται τὸ χρῆσθαι λόγῳ. κοινὸν δὲ καὶ τὸ ἀναιρεθέντος ἢ τοῦ γένους ἢ τῆς διαφορᾶς ἀναιρεῖσθαι τὰ ὑπ’ αὐτά·4 ὡς γὰρ μὴ ὄντος ζῴου οὐκ ἔστιν ἵππος οὐδὲ ἄνθρωπος, οὕτως μὴ ὄντος λογικοῦ οὐδὲν ἔσται ζῷον τὸ χρώμενον λόγῳ.

关于属与种差的相通性。 属与种差共同具有的,是包容种的能力;因为种差也包容种,即便不像属那样包容全部。因为有理性即便不像动物那样包容无理性者,但也包容人和神,而它们是种。凡作为属对属作述说的事物,也对属之下的种作述说;凡作为种差对种差作述说的事物,也将对由此种差所构成的种作述说。因为在动物作为属时,实体和具有生命作为属被述说,但这些也对动物之下的所有种直至个体作述说;在有理性作为种差时,运用理性作为种差被述说,但运用理性不仅将对有理性、而且将对有理性之下的种作述说。同样共同的是,属或种差中任一者被取消,其下之物亦被取消;因为正如动物不存在则既无马亦无人一样,同样,若有理性者不存在,则不会有任何运用理性的动物。

语法注4 条
  1. 1.4τέταρτον δέ, ἐφ’ οὗ συνδεδράμηκεν τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί

    在 τέταρτον 之后,句法上省略了 διαιροῦσι(或 εἶδος τοῦ ἰδίου ἐστί)。关系短语 ἐφ’ οὗ 的先行词是暗含的固有属性的情形或方式,完成时 συνδεδράμηκεν 具有表状态的现时效力(“汇合于一体”)。

  2. 1.5δύναται δὲ ἐπινοηθῆναι καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβαλὼν τὴν χροιὰν

    被动不定词 ἐπινοηθῆναι(“被构想”)伴随主格主语(κόραξ λευκός 与 Αἰθίοψ ἀποβαλών),构成了人称句构造(personal construction),而非宾格加不定词结构。

  3. 1.6ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα

    该省略句修饰前句中所述偶性的述说(具体为 τὸ συμβεβηκὸς ... κατηγορεῖται)。属格 τῶν ἀτόμων 与 τῶν περιεχόντων 用作所补出动词 κατηγορεῖται 的宾语(“对……作述说”),表明偶性直接属于个体,而次要地借由个体对包容个体的种作述说。

  4. 1.7κοινὸν δὲ καὶ τὸ ἀναιρεθέντος ἢ τοῦ γένους ἢ τῆς διαφορᾶς ἀναιρεῖσθαι τὰ ὑπ’ αὐτά

    冠词加不定词从句 τὸ ... ἀναιρεῖσθαι 充当句子的语法主语,κοινόν 为表语形容词。在不定词从句内部,嵌入了带有条件意味的独立属格结构(ἀναιρεθέντος ἢ τοῦ γένους ἢ τῆς διαφορᾶς,单数分词与析取主语一致)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:12.12-14.12