- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.923-1.1006
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马利亚在承认基督为神的同时,哀悼他在十字架上的死亡,并以此提醒自己复活的希望。约翰安慰马利亚,预言第三日复活带来的巨大喜悦以及将赐予她的至高荣耀。
εἰκὼν ἄγραφος ἀγράφου μορφώματος,
未描之形象的未描肖像啊,
πῶς νῦν στυγνάζεις; οὐ φέρω βλέπουσά σε·
为何如今面露忧色?看着你,我实在无法承受。
πῶς πῶς σιγᾷς νῦν οὐδ’ ὑπανοίγεις στόμα;
为何,你怎么如今保持沉默,甚至不微微张开嘴?
Δὸς φθέγμα μοι, δὸς, δὸς παρηγόρημά μοι·
给我一句话吧,给我,给我一点抚慰;
φθέγξαι τι μικρὸν μητρὶ δυστήνῳ, Τέκνον·
对你不幸的母亲说一两句短语吧,孩子。
ναὶ Τέκνον οἶδα καὶ Θεόν μου, κἂν φέρῃς
是的,孩子,我也知道你是我的神,哪怕你承受了
θάνατον οἰκτρὸν ἀθανατίζοντά με,
那使我得永生的可悲死亡,
θάνατον ἀθάνατον ἄγοντα κλέος
那带来永恒荣耀的死亡,
καὶ χάρμα παντὶ τῷ βροτῶν γένει μέγα.
和给全人类带来的巨大喜悦。
Τέτλαθι,1 παγκοίρανε, μαιμῶσα κλάειν·
忍耐吧,万物的女王啊,痛哭吧。
ἑκὼν γὰρ ἔτλη πότμον, οὔκουν ἀέκων,
因为他是自愿承受这命运,而非不情愿,
ὡς παμφάγον νῦν καμβαλὼν οἶτον γένους
如今为了打碎那吞噬我们种族的命运,
ἔκδικος ἔλθῃ, Δεσπότης παντεργάτης,
那创造万物的万能之主作为申冤者而来,
λέβητι χρυσέῳ δ’ ἐπέψων μοι δέμας
并在黄金釜中煮我的身体,
σοφῇ προμηθείᾳ με καινίσῃ ξένως.
以智慧的预见奇妙地更新我。
Λυγρὸν γὰρ ἀπὸ γῆρας εὐφυῶς ξύσας
因为他能将那损害人类的古老污垢、
ἀνθρωπολοιγοῦ παμπαλαιᾶς μοι λύμης
那痛苦的衰老平滑地削去,
κοῦρον φίλον θήσειεν ἡβώωντά με·
使我成为一个可爱的、青春洋溢的少女。
ὡς νῦν κάκιστον γῆρας ἅπαντας τρύχει,
正如如今最坏的衰老折磨着所有人,
ναὶ ναὶ τρύχει γῆράς με πημάτων βάρει
是的,是的,衰老正以苦难的重担折磨着我,
λώβης παλαιᾶς μητρὸς ἠπατημένης·
那来自我被欺骗的母亲的古老污垢。
ἀλλ’ αὐτὸς ἀλύξαι2 με πημάτων ἔφη
但他自己曾说,他会使我免受痛苦,
αὐτὴν πρὸς αὐτὸν μητέρα στρέψαι τ’ ἐμὴν
并使我的母亲亲自归向他,
καὶ γαῖαν οἶκόν θ’, ὃν προδοῦσ’ ἀφίκετο
将她因野兽的污秽阴谋而背叛并到达的土地与家园,
βουλαῖς ἀνάγνοις θηρὸς ἠγριωμένου
同那她曾轻视而后才认识的丈夫一起,
ἐς τήνδε γαῖαν, μητέρα στεναγμάτων,
带回到这呻吟之母的土地,
μετ’ ἀνδρὸς, ὃν πρὶν ἥδ’ ἀτιμάσασ’ ἔγνω·
带回到往昔的土地和家园。
ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,
因为不幸的她通过灾难才知道,
οἷον τὸ λιπεῖν οὖθαρ ἀρούρης πάρος.
失去昔日土地的丰饶是怎样的一回事。
Καὶ τοῦδ’ ἕκητι πάνθ’ ὑποστῆναι θέλειν
为了这个缘故,他自己曾预言愿意承受一切,
αὐτὸς προεῖπε καὶ θέλων ἔτλη μόρον,
并自愿忍受了死亡,
ἤματι τριτάτῳ δ’ ἀνέγρεσθαι τάφου,
且要在第三日从坟墓中苏醒,
μύσταις φίλοις φέροντα χάρμα καὶ μέγα.
给亲爱的弟子们也带来巨大的喜悦。
Εἰδώς τε ταῦτα πάντα πρὶν σαφῶς ἔφη.
他早已深知这一切,并曾清晰地说明。
Ἤδη δ’ ἔχει ξύμπαντα ταῦτα νῦν τέλος,
而如今,这一切都已经成就,
λείπει δὲ γηθόσυνον ἦμαρ καὶ μόνον,
只留下了那令人喜悦的日子,
καὶ τοῦτο νῦν μενοῦμεν, ἔσται δ’, ὡς ἔφη.
我们如今正等待着这日子;它必会如他所说的那样发生。
Ὁ γὰρ τὰ λυπρὰ νητρεκῆ νῦν γνωρίσας
因为那如今将痛苦展示为真实的主,
καὶ χάρμα δείξει λαμπρὸν ἤματι τρίτῳ.
在第三日也必会展现出灿烂的喜悦。
Οἶδάς τε σὺ μάλιστα τέρμα δρωμένων·
而你最清楚所行之事的结局;
θήσει δὲ λύπης ἀντὶ τῆσδε καὶ γόων
主必会用这悲伤和哭泣,换来
τιμὰς μεγίστας ἀνὰ γῆν σοι καὶ πόλον,
在地上和天空中赐予你的至高荣耀,
πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων,
并使全地充满对你的赞美之词,
ναούς τε σοι τεύξουσι τὸ βροτῶν φῦλον.
人类也必为你建造圣殿。
Θᾶττον γὰρ ἀντὶ τοῦδε δυσσεβοῦς φόνου
因为主会更迅速地用庄严的节日
σεμνὴν ἑορτὴν τῇδε γῇ προσάψεται
代替这不敬的杀戮,使之与这片土地相连,
καὶ γῆν Σολύμων ἱερὸν τεύξει πέδον·
并将耶路撒冷之地变为神圣的平原;
ὧν εἵνεκα χρὴ μὴ μέτρου θρηνεῖν πέρα.
因这些缘故,不应悲伤过度。
Μὴ δῆτα γοῦν, δέσποιν᾽, ἀφέρτατα στένε,
因此,女王啊,千万不要发出无法承受的呻吟,
οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς
不要不抬起眼睛,不要不让面容离开地面,
πρόσωπον, οὐ βλέφαρα δακρύων ῥοῆς.
也不要不让眼睑避开泪水的流淌。
Ἕως πότε στρέψεις δὲ κάτω τὴν δέρην,
你要低垂着颈项到几时,
ῥοαῖς καταρδεύουσα τὴν γῆν δακρύων,
用泪水的洪流浇灌大地,
ἔκδικον ὄμμα παντεπόπτου Δεσπότου
明明知道无所不知之主那伸张正义的眼睛
εἰδυῖα θᾶττον χάρμα σοι φέρειν μέγα,
会迅速给你带来巨大的喜悦,
πρὸς ὅν σε τείνειν ὄμμα καὶ μόνον δέον;
而你本该只向他抬起双眼?
Οἶδας γὰρ, οἶδας· ἕψεται τοῖς φροιμίοις
因为你知道,你知道;在这序曲之后,
καὶ τέρμα φαιδρὸν, γηθόσυνος ἡμέρα·
必会伴随着光明的结局,那令人喜悦的日子;
μίαν μόνην μεῖναί σε δεῖ τὴν αὔριον,
你只需再等待明日一天,
ὡς ξυμπερανθῇ φροντὶς, ἣ κἀμὲ τρύχει.
好让那同样折磨着我的计划得以圆满成就。
Υἱὸς σύ μοι πέφηνας ἄλλος, παρθένε·3
年轻人啊,你已成为我的另一个儿子;
αὐτὸς γὰρ εἶπεν Υἱὸς, ὅς μοι καὶ μόνος.
因为我的独生子他自己曾这样说。
Οἶδάς τε πάντως πάντα, τίς χρειὼ λέγειν;
而你完全知道一切,又何需多言?
ὡς ἀσπόρως ἔτικτον, ὠδίνων ἄτερ,
我是如何无孕而生、毫无分娩之痛,
στερράς τ’ ἔφυγον τῶν τόκων ἀλγηδόνας,
并避开了生产的剧烈痛苦,
Θεοῦ τε Παῖδα τοῦτον ἀγγείλας ἔφη,
而天使宣告并称这个孩子为神之子,
καὶ πόλλ’ ἔδρασεν, οἷα καὶ μόνου Θεοῦ.
他也行了许多唯有神才能行的奇迹。
Καὶ πῶς τανῦν οἴσαιμι γυμνὸν καὶ νέκυν
但如今看着他赤裸且成为一具尸体,
ἐν ἰκρίῳ βλέπουσ’ ἀπῃωρημένον,
悬挂在木架之上,我怎能忍受?
ὃς γαῖαν ᾐώρησεν ὑδάτων ὕπερ,
那将大地悬于水面之上的主,
δι’ ὃν τὸ φάος ἡλίου συνεστάλη,
因他,太阳的光芒收缩,
καὶ τῆς σελήνης τ’ ἐσκότασε πᾶν σέλας,
月亮的所有光辉也变暗,
καὶ ῥῆξιν ἀνέτλησαν αἱ πέτραι φόβῳ,
岩石因恐惧而承受了崩裂,
μνημεῖά τ’ ἠνοίγησαν εἰς δεῖγμα κράτους,
坟墓也打开以彰显他的力量,
αὐτοῦ παθόντος ὑπὲρ αὐτῶν Αἰτίου.4
当创造主自己为他们承受苦难之时。
Δέσποινα παγκοίρανε, μῆτερ τοῦ Λόγου,
万物的女王,圣言的母亲啊,
αὐτὸς κἀγὼ τέθηπα, μὴ φέρων βλέπειν
我自己也感到震惊,无法忍受看着
φρικτὸν θέαμα, Δεσπότην τεθνηκότα,
这可怕的景象,那死去的君王,
ζωὴν τὸν ἐμπνέοντα τοῖς ζῶσι πνοῇ,
那以气息将生命吹入活人肉体中的生命本身。
στένω τε πυκνὰ καὶ χέω θερμὸν δάκρυ·
我频频呻吟,流下热泪;
ἐλπὶς δ’ ὅμως τρέφει με, καὶ θρηνῶν φέρω·
但希望依然抚育着我,我虽在哀悼却仍承受着;
οὐ γὰρ ἀπιστῶ τοῖς λόγοις τοῦ Δεσπότου.
因为我并不怀疑主的话语。
Η καλλιφεγγὴς ἡμέρα δὲ τριτάτη
而那光辉美丽的第三日
τὸ τέρμα δείξει τῆς τρεφούσης ἐλπίδος,
必会展现出那抚育着我们的希望的结局。
- 1.932Τέτλαθι
虽为第二人称单数命令。但为了与后续的第一人称代词(μοι, με)保持一致,这被理解为说话者(马利亚)对自己的自我鼓励(自言自语)。
- 1.944ἀλύξαι
不定式 ἀλύξαι 和 στρέψαι(第945行)是依赖于 ἔφη(第944行,“他说”)的间接引语不定式,其主语为 αὐτός(基督)。
- 1.983παρθένε
虽为意为“处女/少女”的阴性名词呼格,但在基督教传统(童贞)的背景下,此处是对使徒约翰的称呼。
- 1.997Αἰτίου
属格独立结构 αὐτοῦ παθόντος ὑπὲρ αὐτῶν Αἰτίου 的一部分。Αἰτίου(原因、创造者)是基督的同位语,表示主为了“它们”(αὐτῶν,即岩石和坟墓等受造物)而受难。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 1 处
