- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1007-1.1092
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者(圣母身旁的妇女)在哀悼自身凡人命运的同时,强调了圣母生育与悲痛的独特性,并进一步报告了罗马士兵刺穿基督肋旁、流出纯净血水的奇迹,以及该士兵当场悔改的场景。
ἢ μὴ παρέλθοι, καὶ θανεῖν με συμφέρει.
或者愿〔那日〕不要过去;对我来说,死去也是有益的。
Τριτάταν ἁμέραν μὲν εἰδυῖα κλύω
我知道并听闻,在第三日
αὖθις φθορᾶς πάναγνον ἀνίσχειν1 δέμας·
那全然圣洁的身体将再次从毁灭中苏醒;
νῦν δ’ ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος
但如今我看见这可憎之日、可憎之光,
καὶ δυστάλαιναν τὴν πάλαι μακαρίαν.
看着我自己,昔日幸福,如今却如此不幸。
Ὅθεν τὰ θνητῶν μᾶλλον ἡγοῦμαι σκιὰν,
因此,我更将凡人的事务视为影子,
κοὐδ’ ἂν τρέσασ’ εἴποιμι τοὺς σοφοὺς βροτῶν2
我敢毫无畏惧地断言,凡人中那些自以为
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων,
聪明、且作为言辞探求者的人,
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
正蒙受着最大的惩罚。
Θνητῶν γὰρ οὐδείς ἐστιν ὄλβιος φύσει,
因为凡人中没有一个人天生是幸福的;
ὄλβου δ’ ἐπιρρυέντος εὐκλεέστερος
随着财富的涌入,一个人可能变得比另一个人
ἄλλου γένοιτ’ ἂν ἄλλος, ὄλβιος δ’ ἂν οὔ.
更有荣耀,但幸福他是得不到的。
Πάντων, ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει,
在所有有生命并拥有理性的事物中,
γυναῖκες ἐσμὲν ἀθλιώτατον φυτὸν,
我们女人是最不幸的造物,
ὅσαι τεκοῦσαι καὶ θανόντ’ εἶδον τέκνα·
尤其是那些生育过、又眼睁睁看着孩子死去的女人;
ὡς τρὶς θανεῖν θέλοιμ’ ἂν ἢ τεκεῖν ἅπαξ
因为我宁愿死三次,也不愿生育一次
καὶ πότμον ἰδεῖν ἐντραφέντος μοι τέκνου.
并看见我抚养的孩子的悲惨命运。
Ἀλλ’ οὐ γὰρ αὐτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος,
但是,同样的道理并不适用于你和我之间,
ὦ παγκοίρανε πότνα, παρθέν᾽ ὀλβία.
おお,万物的女王,尊贵的、幸福的处女啊。
Ἦ πολλὰ παντὸς εἶ διάφορος γένους·
你确实与所有的种族大不相同;
ἐγὼ γὰρ ἀνδρὸς τέρψιν εἰσδεξαμένη
因为我接纳了男人的欢愉,
ἀνθ’ ἡδονῆς ὠδῖνας ἐν λύπαις τρέφω,
以悲哀中的分娩之痛代替了欢愉,
καὶ θνητὸν ὡς ἔτικτον, εἰδυῖα στέγω·
且因为我深知自己生下的是凡人,所以我忍受着;
κούφως φέρειν γὰρ συμφορὰς θνητοὺς δέον·
因为凡人应当轻视并承受灾难;
σὺ δ’ ἀνδρὸς οὐκ ἔγνωκας εὐνὴν, παρθένε,
但你,处女啊,未曾知晓男人的床榻,
Θεὸν τεκεῖν τ’ ἔκλυες ἀγγέλου, λέγεις·
你听天使说你要诞下神,你也是这样说的;
καὶ νεκρὸν αὐτὸν νῦν ὁρῶσα πῶς φέρεις;
而如今,看着他成为一具尸体,你又如何能忍受呢?
Ἐᾶτέ μ’· οὔτι φίλα μοι τὰ μὴ φίλα·
让我去吧;不讨人喜欢的事务对我而言并无益处;
ἤγγειλεν, οἷ᾽ ἤγγειλεν· οὐ μομφὴν ἔχει
天使宣告了他所宣告的;这并没有什么可指责的,
εὐάγγελος δόξης γε τῆς εὐαγγέλου·
至少在关于那良善宣告的荣耀方面;
ἢν ἐσφάλην ἐγὼ δὲ3 τῆς ἀγγελίας,
但如果我在这个宣告中被欺骗了,
οὐκ οἶδ’, ὀχυρὰς ἐμφέρω γὰρ ἐγγύας.
我不知道,因为我拿出了可靠的保证。
Θρηνεῖν δὲ δεῖ με· δακρύων γὰρ ἄξια
但我必须哀悼;因为值得流泪的
πέπονθα πολλὰ καὶ στένω καὶ δακρύω,
许多苦难我已经承受,我呻吟,我流泪,
ἕως ἴδοιμι ζῶντα τὸν τανῦν νέκυν.
直到我看见如今已是尸体的他重新活过来。
Δέσποινα κούρη, χρή σε συγγνώμην ἔχειν,
女王般的乙女啊,你应当宽恕。
εἴ τις ὑφ’ ἥβης σπλάγχνον εὔτονον φέρων
如果有人因年轻而怀着强烈的激情
μάταια βάζει, μὴ δόκει τούτων κλύειν·
说出虚妄的话,请不要理会这些话;
σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν.
因为我们深知你比凡人更为睿智。
Αἲ αἴ·
哀哉,哀哉!
Ἔτλην μεγάλων ἄξια θρήνων ἐγώ.
我承受了值得极大哀悼的痛苦。
Ὦ πένθος οὐ μετρητὸν οὐδ’ οἷόν τ’ ἰδεῖν.
噢,无法估量、也无法直视的悲哀。
Φόνον ταλαίναις χερσὶν ἐξειργασμένοι,
用不幸的手完成了杀戮的人们啊,
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
你们把那战无不胜、名声显赫的主
εἰς θρῆνον, εἰς δάκρυα· καγκαλὴς ἀγὼν
逼入了哀悼与泪水之中;那是多么惨烈的斗争,
ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα.
竟然要呈上一只滴着鲜血的手。
Φεῦ φεῦ· φρονήσαντες μὲν, οἷ᾽ ἐδράσατε,
悲夫,悲夫!觉悟到你们所作所为的人们啊,
ἀλγήσατ’ ἄλγος δεινόν· εἰ δ’ ἕως τέλους
去承受那可怕的痛苦吧;但如果你们到最后
ἐν τῷδ’ ἀεὶ μενεῖτ’, ἐν ᾧ καθέστατε,
依然一直留在你们现在所处的这种状态中,
οὐκ εὐτυχοῦντες δόξετ’ οὐχὶ δυστυχεῖν,4
即使不幸福,你们也会显得并非不幸,
ἀλλ’ οὐκ, ἐγᾦμαι, ταῦτ’ ἀνατὶ παρίῃ.
但我认为,你们不可能不受惩罚地逃过这一切。
Τί γὰρ καλόν; τί δ’ ἀσεβῶς τῶνδ’ οὐκ ἔχει;
因为有什么是高尚的?这些事情中哪一样没有不敬?
Ὄλοισθ’ ὄλοισθε, στυγεροὶ μιαιφόνοι,
灭亡吧,灭亡吧,可恶的杀人犯们,
οἳ Δεσπότην κτανόντες οὐ φροντίζετε,
你们杀害了主,却毫不关心,
πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν,
即使眼看着整个受造界都在颤抖,
ἀλλ’ ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι.
却仍在为杀戮的猎物而自鸣得意。
Κακῶς πέπρακται πανταχοῦ, τίς ἀντερεῖ;
到处都办得很糟,谁能反驳?
Ἅπας δ’ ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος·
凡人的整个生活确实是痛苦的;
στέργουσι δ’ αὐτὸν συμφοραῖς νικώμενοι.
他们虽然被灾难击败,却依然眷恋着生命。
Σοὶ δ’ οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη,
但是,处女啊,你的痛苦与常人不同,
κἂν οὐ μόνη σὺ σοῦ δ’ ἀπεζύγης Τέκνου.
即使你不是唯一一个与自己的孩子分离的人。
Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ γένους·
因为你的生育与常人并不同;
ὅμως δὲ πάντα τλησικαρδίως φέρειν
然而,以坚忍的心承受一切,
τανῦν προσήκει κάρτα τ’ αὖ πεποιθέναι.
在如今是极为合宜的,并且要再次坚定地信赖。
Αἲ αἴ·
哀哉,哀哉!
Δέδορκά τινα τῶν ἀλαστόρων, κόραι,
乙女们,我看见了一个复仇的神祇,
οἳ συνέτριψαν τῶν μιαιφόνων σκέλη,
他们折断了那些杀人犯的腿,
κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ.
并把长枪直直地对准了孩子的肝脏。
Δέδοικα δ’ αὐτὸν, μή τι βουλεύσῃ νέον
我害怕他,唯恐他图谋什么新的恶事,
καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν,
再次给我带来第二重灾难,
Παῖδ’ ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον.
如果我看见我的孩子,而且是作为一具被侮辱的尸体。
Ἰώ μοί μοι·
哀哉,痛哉!
Θέαμα δεινὸν ὄμμασι βλέπω νέον.
我眼中看到了一个新的可怕景象。
Κατίδετ’ ἴδεθ’ αἷμα νυγέντος νεκροῦ,
看啊,看那被刺穿的尸体的血,
ὁρᾶθ’ ὁρᾶτε, πῶς διπλοῦς κρουνοὺς ῥέει·
看啊,看啊,它是如何像双重的泉源般流淌;
πλευρᾶς γὰρ αἷμα κοὐ πεφυρμένον ποτὸν5
因为肋旁的血,而不是混合的饮料,
ἔβλυσεν εὐθὺς, ὡς ἐνύγη τῷ ξίφει
立刻喷涌而出,当他被那来自敌对的
ἡβῶντος ἀνδρὸς δυσμενῶν ἐξ Αὐσόνων.
奥索尼亚(罗马)的年轻人的剑刺穿时。
Διπλοῦς ἔτι βλύζει τε κρουνὸς αὐτόθεν·
双重的泉源仍从那里喷涌而出;
αὐτὸς δ’ ὁ νύξας ἐκπλαγεὶς κέκραγέ πως,
而那刺穿他的人自己也惊愕地喊道:
ὡς „ἔστιν ὄντως Παῖς Θεοῦ νέκυς ὅδε·“
“这具尸体确实是上帝之子!”
τρέχει δ’, ὁρᾶτε, καί γε προσπίτνει ξύλῳ,
看啊,他跑过去,扑倒在木架前,
πίπτει τ’ ἐπ’ οὖδας τῇ θέᾳ νικώμενος
他被这景象所征服,倒在地上,
στῆθός τε παίει καὶ περιπτύσσει πέδον,
捶打着胸膛,拥抱着地面,
ἔνθ’ ἰκρίον πέπηγεν ἐμπεφυρμένον
那里的木架正被肋旁流下的
ῥείθρῳ καταρρέοντι τῆς πλευρᾶς ἔτι,
奔流不息的血水所浸染,
- 1.1009ἀνίσχειν
现在时不定词,在由 κλύω(1.1008)引导的带对格的不定式(A.C.I.)结构中作谓语,其逻辑主语为 δέμας(1.1009)。此处使用现在时具有戏剧性效果,将确信的未来事件(复活)视作正在发生的事实。
- 1.1013τοὺς σοφοὺς βροτῶν
充当 ὀφλισκάνειν(1.1015)的逻辑主语,构成由 εἴποιμι(1.1013)引导的间接引语结构。βροτῶν 是部分属格。
- 1.1037ἢν ἐσφάλην ἐγὼ δὲ
小词 δέ 的位置变则地放在了 ἐγώ 之后而非紧跟连词 ἢν,这是悲剧三音步诗律导致的倒装(hyperbaton)。条件句 ἢν...ἐσφάλην 使用直说过去时(无意志被动过去),表示“如果我确实被欺骗了”这一过去事实的假定。
- 1.1056οὐκ εὐτυχοῦντες δόξετ’ οὐχὶ δυστυχεῖν
包含双重否定(οὐκ... οὐχί)的复杂句:即“不幸福的人(οὐκ εὐτυχοῦντες),将显得并非不幸(οὐχὶ δυστυχεῖν)”。这描绘了罪人表面上看起来未受惩罚(即不显得不幸)的虚假状态。
- 1.1082κοὐ πεφυρμένον ποτόν
直译为“非混合的饮料”(如兑水的酒),此处是诗意表达,强调基督肋旁流出的水并不是混浊污秽的液体,而是奇迹般纯净的水源(ποτόν)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 中于 2026-05-24 由 Gemini 3.5 Flash 重新翻译
- 2026-11-24 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
