- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.837-1.922
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在临终前向玛利亚作了短暂的告别,在发出一声震撼的呼喊后断气。面对面目全非的儿子遗体,玛利亚陷入了极深的绝望,甚至渴望与祂同死,但她依然对耶稣所承诺的第三日复活抱有一丝希望,并赞美着孩子无尽的美丽与慈爱。
Ἐνταῦθα μέν σοι τῶνδ’ ἀπαλλάσσω λόγον.
在这里,我就这些事结束与你的谈话。
Ἄραρεν, ὡς ἔοικεν, ὦ τάλαιν᾽ ἐγώ·
看来事情已成定局,悲伤的我啊!
Αἲ αἴ· τίν᾽ ἐκφωνεῖς φρικώδη τήνδ’ ὄπα
哎呀,哎呀!你发出了怎样令人毛骨悚然的声音,
γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία;1
你这全然是甘甜与喜乐的人啊?
Τίνος γε διψῶν ἀπεγεύσω πικρίας;
你究竟在渴望着什么苦涩,竟去尝了它?
Αὖθίς τε διψᾶν κάρτα κέκραγες μέγα.
如今你又一次大声呼喊,说你极度干渴。
Κραυγῆς ἀκούσασ’ ἐκπέπληγμαι παντλάμων
听到这呼喊,我这饱受痛苦的人惊恐万分;
ἐγώ· τὸ μέντοι πρᾶγμ’, ἐφ’ ᾧ τανῦν στένεις,
然而你如今为此呻吟的事,
οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
我并不知道,但我极想听你亲口说出。
Φθέγξαι τι, δεῦρ’ ἄθρησον. Ἰώ μοι κακῶν·
请说点什么,看看这里吧!哀哉,我的灾祸啊!
Τί τί σὸν ὄμμα χρώς τε συντέτηκε νῦν;
为何,为何你的眼睛和肌肤如今都已消瘦枯萎?
Σιγήσατ’, ὦ γυναῖκες, ἐξειργάσμεθα·
安静吧,女人们啊,我们完蛋了;
ἐπίσχετ’ αὐδήν· Παῖδ’ ἐρωτῆσαι θέλω·
压低声音,我想问问我的孩子。
ὁρῶ γὰρ ἤδη τόνδε πλησίον μόρου,
因为我见他已临近死亡;
ναὶ ναὶ βλέπω κλίναντα πάντιμον κάραν,
是的,是的,我看见他垂下了至尊的头颅,
μικρὰν λιπόντα ῥᾳδίως ὁμιλίαν.
轻易地离开了这短暂的相伴。
Ἔα, τί λεύσω; σὸν δέμας νεκρὸν, Τέκνον,
呀,我看见了什么?你的尸身,孩子啊,
ἀθρῶ, μεγίστου θαύματος τόδ’ ἄξιον,
我正注视着——这真是值得最大的惊异——
ὃς ἀρτίως κέκραγε πρὸς τὸν Πατέρα
他刚才还在向父亲呼求,
φωνῇ κραταιᾷ γεῖσσα γῆς ταραξάσῃ,
用震动大地边际的洪亮声音,
οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
整个大地充斥着这声音,
φρικῶδες ἀντεφθέγξατ’, εἰσορῶσι δὲ
发出惊恐的回响,而在观看的人看来,
θέαμα κρεῖσσον ὀμμάτων ἐφαίνετο,
那展现出的景象超越了双眼所能承受的极限。
ὃν ἀρτίως ἔδρακον, ὃς φάος τόδε
我刚才见到的他,看见这光芒
οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
还未有久远的时光。
Τί χρῆμα πάσχεις; τῷ τρόπῳ διόλλυσαι,
你遭遇了什么事?你是以何种方式死去的,
Τέκνον; πυθέσθαι βούλομαι σέθεν πάρα.
孩子啊?我想从你那里得知。
Ἡ γὰρ ποθοῦσα καρδία πάντ’ εἰδέναι
因为那渴望知晓一切的心,
κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
即使在灾祸之中,也暴露出其贪婪。
Ἒ ἒ ἒ ἔ·
唉,唉,唉,唉!
Τάδε ξυνῳδὰ τοῖς προηγορευμένοις;
这些事情与先前预言的相符吗?
Αἲ αἴ· τί δράσω; καρδία γὰρ οἴχεται.
哎呀,哎呀!我该怎么办?我的心已经碎了。
Γυναῖκες, ὄψιν οὐχ ὁρῶ φαιδρὰν Τέκνου·
妇女们啊,我看不见孩子那往常明亮的面容;
χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον,
因为他改变了脸色和那奇异的美,
δεινὸν θέαμα· καὶ φόβος νεκροῦ θίγειν·
真是可怕的景象;而且令人害怕去触碰尸体。
διδάσκαλον φέρω γὰρ ἀστέρων πάθος,
因为星辰的受难、
γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας.
大地边际的震动以及崩裂的岩石,都成了我的导师。
Χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
走开,走开!我再也无法
οἵα πρὸς αὐτὸν,2 ἀλλὰ νικῶμαι πόνοις.
望着他,而是被痛苦所击败。
Καὶ ξυνιῶ μὲν, οἷα ταῦτ’ ἔσται τάχει,
我确实明白这些事很快会如何,
λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
但悲伤甚至强过坚定的希望。
Παῖ Παντάνακτος, πῶς ἐς ᾅδου νῦν δόμους
万物之王的孩子啊,你如今怎能前往哈得斯的府邸,
οἴχῃ μόρων ἕκητι τῶν πρωτοσπόρων;
竟是因为始祖们的死亡?
αἴφνης δ’ ἀπέπτης, ὡς μεθεὶς ἑκουσίως
你突然飞逝,仿佛自愿放下了
ψυχήν· μόρος γὰρ οὔποτ’ ἦν ὑπέρτερος,
灵魂;因为死亡绝不可能战胜你,
εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ’ ἑκουσίως.
除非你自愿将灵交托给父亲。
Ἤκουσ’, ἔκλυον σὴν ὄπα πρὸς Πατέρα.
我听到了,我听清了你对天父说的话。
Τίνος δ’ ἕκατι γῆς σ’ ἀποστέλλει Πατήρ;
天父因何缘故让你离开这大地?
τί σ’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι;
为什么祂要你如此屈辱地死去?
τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν
为何你让生养你的母亲失去你而孤独?
τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον·
唉,孩子啊,但愿我能与你同死!
Ἰδοὺ τέθνηκας, τίς με δέξεται πόλις;
看啊,你已经死了;哪座城市会接纳我?
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
有哪位外邦人能提供安全的土地和可靠的家园,
ξένος παρασχὼν ῥύσεται δέμας τόδε;
来拯救我这具身躯?
Οὐκ ἔστι. Μείνω σ’ οὖν ἔτι σμικρὸν χρόνον,
并不存在这样的人。因此,我还要再等候你片刻,
ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω,
看看能否见到那光芒耀眼的第三日,
ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων,
正如你亲口所说、预示从死里复活那样。
κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι,
我深信并怀揣着这些希望,
κἂν νῦν νέκυν βλέπουσ’ ἀπῃωρημένον
纵然如今看着你那悬挂着的遗体,
στένω ᾽μὲ μᾶλλον ἢ σὲ τῆς ἀπουσίας·3
我因你的离去而哀叹自己,更甚于哀叹你。
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
因为你毁了我,更甚于你自身的消亡。
Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός·
孩子啊,但愿我能替你成为一具尸体!
ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου.
我完了,孩子啊,生命对我已无半点欢愉。
Αἲ αἴ· κατ’ ὄσσων κιχάνει μ’ ἤδη σκότος·
哎呀,哎呀!黑暗已经笼罩了我的双眼;
ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους·
我已灭亡,甚至渴望着阴间的居所。
τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
我向往那地底深处。如今我想
τανῦν μετοικεῖν, σῆς θέας στερουμένη.
迁入地底的幽冥之中,因我已被剥夺了见你的机会。
Δύστηνος, οἷον ἔσχον ἄρτ’ ἄλγημ’ ἐγὼ,
不幸的我啊!我刚才承受了怎样的痛苦,
οὐ τλητὸν οὐδὲ ῥητον, ἀλλ’ ἀπωλόμην.
既无法忍受也无法言表,而我已然毁灭。
Πῶς δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματα
而面对无言且闭上双眼的你,
ἕξω παρηγόρημα, μήτηρ παντλάμων;
我这个饱受痛苦的母亲,又怎能得到抚慰?
Ἄλλως σ’ ἄρ’ αὐτὴ, Τέκνον, ἐξεθρεψάμην,
难道我白白抚养了你吗,孩子啊,
ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις;
你可是向所有人慷慨分发粮饷的人啊?
μάτην τ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
难道我白白辛苦、被劳苦摧残,
φεύγουσα χεῖρας τῶν φονώντων σοὶ, Τέκνον,
只是为了躲避那些企图杀害你的人的双手吗,孩子啊,
ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων;
从你那非凡降生的最初开始?
Ἀλλ’ οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω.
但我不这么认为,哪怕我正哀叹流泪。
Ἐγώ σ’ ἔτικτον, οἶδα δ’ ὥς σ’ ἐγεινάμην·
我孕育了你,也深知我是如何生下你的。
ὅθεν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
曾经,不幸的我曾在你身上寄托了
ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ’ ἐμὲ
最大的希望,盼望你供养我的晚年,
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
并在我死后,用你的双手将我妥善安葬,
ζηλωτὸν ἀνθρώποισιν· οὐδ’ ὄλωλέ μοι
那本是令人羡慕的福分。 并且,孩子啊,即使你已死去,
ἐλπὶς γλυκεῖα σοῦ, Τέκνον, τεθνηκότος.4
我对你那甘甜的希望也未曾消逝。
Ὦ φθέγμα γλυκὺ, γλυκὺ χάρμα μοι φέρον,
啊,甜美的声音,给我带来甘甜的喜乐,
ὦ φιλτάτη πρόσοψις, ὦ ποθουμένη
啊,最亲爱的容颜,啊,那令人渴望的、
ὡραιότης ἄρρητος ὑπὲρ πᾶν γένος,
超越一切人类的、无可言表的美丽!
- 1.840γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία
主格名词短语在此处起呼格作用,伴随现在分词 ὤν,对被呼唤者(基督)进行同位语式的叙述。
- 1.874οὐκέτ’ εἰμὶ προσβλέπειν οἵα πρὸς αὐτὸν
此处的 οἵα 代替了 οἵα te(即 οἷός te εἰμί 的阴性单数形式,小词 te 被省略)。它与 εἰμί 结合表示能力或可能性(“我不再能够……”),支配不定式 προσβλέπειν。
- 1.896στένω ᾽μὲ μᾶλλον ἢ σὲ τῆς ἀπουσίας
动词 στένω(哀叹)的直接宾语是宾格的 ’μὲ(= ἐμέ)。后面的属格短语 τῆς ἀπουσίας 起原因属格的作用,表示哀叹的缘由(“因你的离去,我哀叹自己甚于哀叹你”)。
- 1.919σοῦ... τεθνηκότος
由人称代词 σοῦ 和完成时分词 τεθνηκότος 构成的属格独立分词结构(genitive absolute)。由于其逻辑主语与主句主语(ἐλπίς)不同,在此处起状语作用,表示让步(“尽管你已死去”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 1 处
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
