← 纳齐安的贵格利

受难的基督

§1.754-1.836

玛利亚为彼得代祷与耶稣的宽恕

玛丽亚诉说自身的痛苦,却在耶稣的神圣关怀中获得安慰,并为彼得求情。耶稣应允了她的请求,宽恕了彼得,并劝诫他们不要仇恨迫害者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
754

ψυχὴν διέφθαρκ’· οἴχομαι γοῦν, τοῦ βίου

这惨剧摧毁了我的灵魂。我已万劫不复。我放弃对生命的眷恋,

755

χάριν μεθεῖσα κατθανεῖν χρῄζω, Τέκνον·

只求死去,孩子啊;

καὶ γὰρ ἔρημος ἄπολίς τε τρύχομαι,

因为我孤立无援,流离失所,身心交瘁,

οὐ μητέρ’, οὐκ ἀδελφὸν οὐδὲ συγγενῆ

没有母亲,没有兄弟,也没有亲属

μεθορμίσασθαι1 τῆσδ’ ἔχουσα συμφορᾶς.

能帮我从这场灾难中寻得避难之所。

Κἂν μὴ τάχιστ’ ἴδω σε, πῶς οἴσω, Τέκνον;

若不能尽快见到你(复活),我怎能承受,孩子啊?

760

Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.

但是,亲爱的儿子,不要丢下我一个人承受没有你的孤独。

Θάρσησον· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι,

振作起来;因为我会妥善安排这些,

τὸ σὸν δ’ ἄραρε μᾶλλον· ἐξηγοῦ Θεόν·

你的处境将更加稳固;将神视为引导;

εὕρημα δ’ οὐκ οἶσθ’ οἷον εὕρηκας τόδε·

你并不知道你在此处获得了怎样宝贵的发现(收获);

θήσω γὰρ αὖ σοι δῶρ᾽, ἃ καλλιστεύεται

因为我将为你备下礼物,那是

765

ἐν οὐρανῷ γαίῃ τε καὶ πάσῃ κτίσει.

在天、在地以及在一切被造物中最美的礼物。

Πολλῶν δ’ ἕκατι τήνδε σοι δώσω χάριν.

因着诸多缘由,我必将这恩泽赐予你。

Πέποιθα κοὔτι σοῖς ἀπιστῶ που λόγοις.

我信服,决不怀疑你所说的话。

Κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γινώσκω καλῶς·

我深知这对我而言是最好的安排;

ἐγώ σ’ ἔτικτον, οἶδα δ’, ὡς ἐγεινάμην·

我孕育了你,也深知我是如何生下你的;

770

ὑπερτερεῖ δ’ ἄλγημα τῶν ἐγνωσμένων.

然而,眼前的痛苦超出了所有已知的体验。

Ἀλλ’ ἄντομαί σε τοῦδε πρὸς σωτηρίου

但我凭着这救赎的、

πάθους, φέροντος ἀπάθειαν τῷ γένει,

为我们人类带来无苦无难境界的受难向你哀求,

μητροπρεπῶς τε σῶν ποδῶν ἐφάπτομαι,

并以母亲的身份,抱住你的双脚,

οἴκτειρον, οἴκτειρόν με τὴν δυστλήμονα

怜悯我,怜悯我这个不幸的人,

775

καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν σοῦ λίπῃς,

不要让我被抛弃,在没有你的孤独中生活,

δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον,

而是将我作为居所的客旅,接纳在你的土地和房屋中,

ἣν θᾶσσον οὐ βούλοιο2 σὴν δίκην κρίναι.

我这个你不愿过快施行审判的人。

Οὕτως ἔρως σοι πρὸς Πατρὸς τελεσφόρος

愿你对天父那达成终局的爱,如此

σκοποῦ γένοιτο, καὶ θανόνθ’ ἑκουσίως

实现其目的,并愿我能看见甘愿死去的你,

780

ἴδοιμι νεκρέγερτον ἤματι τρίτῳ,

在第三日从死里复活,

ὡς αὐτὸς εἶπας πολλάκις πρὸς σοὺς φίλους·

正如你自己曾多次对你的朋友们所说的那样;

τὸ πᾶν γὰρ οὕτως ἀσφαλέστερόν τ’ ἐμοὶ,

因为如此一来,一切对我而言都更为安妥,

σύ τ’ αὐτὸς ὢν ὄλβιος ὀλβίου Πατρὸς

而你,作为福乐天父的福乐孩子,

γνωσθεὶς ἀνυμνηθῇς γε πάσῃ τῇ κτίσει.

在彰显之后,将被所有被造物所歌颂。

785

Μὴ γοῦν διάξω λυπρὸν εἰς μακρὸν βίον,

因此,愿我不要在痛苦中虚度余生,

ὄχλος δ’ ἀλαστόρων γε τίσει τὴν δίκηντὸν Δεσπότην κτείνας σε γῆς τε καὶ πόλου.

愿那群杀害了你这位天地之主的、该受惩罚的人偿还罪责。

Οὗτοι γὰρ, ὡς ἔδρασαν, εὕρωσιν κακὰ,

愿他们因自己的所作所为而自食恶果,

ἃ τοῖσι δυσσεβοῦσι γίνεται βροτοῖς·

就如那些不虔敬的凡人所遭遇的祸害一般;

790

ἀλλ’ οὐ γὰρ αὐτῶν φροντίδ’ ὡς τέκνων ἔχω,

但我并不是像对自己的孩子那样担心他们,

μή πως πάθωσιν οἱ προσήκοντες σφίσι,

只是不想让他们的亲属遭受痛苦,

πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον·3

去承担那杀害父亲的不敬虔之罪带来的恶果;

ἀλλ’ αὐτὸς, ὦ σπλάγχνον, θεηγενὲς φάος,

但是你,我的骨肉,神圣光芒,

κάτειργε, κατάπαυσον, ἔξελ’ ἐκ φόνου

求你克制、平息,并从血腥中救出

795

ἐγκατάλειμμα σπέρματος πεφιλμένου.

所爱之子孙的余民。

Αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι,

妇人啊,我赞许这些话,亦不指责那些话(复仇之愿),

πολλῶν δ’ ἕκητι τήνδε σοι δοῦναι χάρινἐγὼ πρόθυμός εἰμι, κοὐκ ἂν ἐκπέσῃς.

因着诸多缘由,我乐意将这恩泽赐予你,你绝不会被抛弃。

Συλλήψομαι γὰρ τοῦδέ σοι πάμπαν σκοποῦ,

因为我将全力协助你达成这一目标,

800

αὐτή τε γνοίης ζημίας ἀντιστροφὴν,

你也会亲眼看到损失的逆转,

ἀπαλλαγεῖσα τῆσδε τῆς ἀθυμίας.

从而从这种沮丧中解脱出来。

Ὤμοι, φρενὸς σῆς εὐγενοῦς τε κἀγαθῆς·

啊,你那高贵而善良的心灵;

Ὦ Τέκνον, οἵᾳ συμφορᾷ συνεζύγης·

孩子啊,你被套上了怎样深重的灾难;

τὸ δ’ εὐγενές σου τῶν φρενῶν σῶον μένει·

但你心灵的高贵依然完好无损;

805

ὅσην ἀεί μοι τὴν προμήθειαν φέρεις·

你总是为我带来何等深切的眷顾!

Ταῦτ’ ἐννοηθεῖσ’ ᾐσθόμην ἀβουλίαν

想到这些,我才发觉自己先前是多么愚蠢,

πολλὴν ἔχουσα καὶ μάτην λυπουμένη

一直在徒劳地悲伤,

μάτην θ’ ἑαυτῇ πρὸς λόγους ἀφικόμην.

徒劳地独自在心中沉思默想。

Ἄ ἄ· Πολυστόνων ἄϊον ἰαχὰν γόων,

啊,啊!我听到了充满悲叹的号哭之声,

810

φωνὰν ἔκλυον, ἔκλυον βοὰν στόνων,

听到了声音,听到了悲叹的呼喊。

θεοκλυτεῖ δ’, ὡς ἄρα δεινά τις παθών.

他向神呼求,仿佛遭受了极可怕的灾难。

Καὶ μὴν ὁ κλεινὸς ἄπο δὴ στείχει Πέτρος,

看啊,那名声显赫的彼得正走来,

σκυθρωπὸς, οἰκτρὸς καὶ κατανενυγμένος,

面容阴郁、可怜且深感愧疚,

θεοκλυτεῖ τις δ’ ὡς κακὸν ῥέξας μέγα.

他向神呼求,就像一个犯了滔天大罪的人。

815

Τί, Πέτρε, θρηνεῖς; Δείν᾽ ἔπραξας, ἀλλ’ ὅμως

彼得,你为何哀哭?你做了可怕的事,但即便如此,

ἔτ’ ἔστι καὶ σοὶ τῶνδε συγγνώμης τυχεῖν.

你依然有希望获得对这些罪过的宽恕。

Ὦ Τέκνον, ὦ φίλτατον, ὦ Θεοῦ Λόγε,

孩子啊,最亲爱的孩子,神的言说(逻各斯)啊,

σύγγνωθ’· ἁμαρτεῖν δ’ εἰκὸς ἄνθρωπον, Τέκνον,

请宽恕吧;孩子啊,凡人难免犯错,

καὶ Πέτρος ἐξήμαρτε τοὺς ὄχλους τρέσας.

彼得也是因为惧怕群众才犯下了罪错。

820

Στέγουσα νῦν ἄπιθι, μῆτερ παρθένε·

现在在忍耐中离去吧,童贞的母亲;

λύω δὲ Πέτρῳ σφάλμα χρῃζούσης σέθεν·4

因着你的恳求,我赦免彼得的罪错;

καὶ γὰρ πάροιθεν σοῖς ἐπειθόμην λόγοις

因为过去我也曾听从你的话语,

σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.

这皆因你的虔敬与善良的心灵。

Καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·

对我而言,你的眼泪无需多言;

825

ἕλκει δὲ καὶ δάκρυα πολλήν μου χάριν

因为它们确实从我这里引来了极大的恩泽,

καὶ πάντα λύει δεσμὸν ἀμπλακημάτων.

并解开了罪愆的一切束缚。

Σοί τ’ αὖ παραινῶ· μηδένα βροτῶν στύγει,

我也同样劝诫你(彼得):不要憎恨任何凡人,

μηδ’ οἵ μ’ ἀπηώρησαν ἀνόμως ξύλῳ

哪怕是那些不法地将我悬挂在木头上的人。

Ὤμοι, φρενὸς σῆς εὐμενεστάτης ἀεί·

啊,你那永远最为仁慈的心灵;

830

ὡς οὐδὲ πάσχων δυσμεναίνεις τῷ γένει

即便在受难之时,你也不对人类抱有恶念,

οὐδὲ προσηλώσασιν ὀργίζῃ ξύλῳ.

亦不对那些将你钉在木头上的人动怒。

Τίς γὰρ ἂν ἔτλη θυμὸν ὀργῆς σου, Τέκνον;

孩子啊,谁能承受你愤怒的烈火?

ἢ τίς ἀγανάκτησιν ὑπέστη σέθεν;

又有谁能抵挡你的义愤?

Ἄπιθ’ ἄπιθι δυσμενῶν νῦν ἐκ μέσου·

离去吧,现在从仇敌的包围中离去吧;

835

ὧνπερ γὰρ οὕνεκ’ εἰς ἐμοὺς ἧκες λόγους,

因为你前来与我对谈的目的,

τὰ μὲν πέπρακται, τῶν δ’ ἐγὼ μνησθήσομαι.

有些已经成就,其余的我也必将心留。

语法注4 条
  1. 1.758μεθορμίσασθαι

    动词 μεθορμίζω(移锚、使避难)的动词不定式,在此处修饰前文的 ἔχουσα,表示“没有(母亲、兄弟等)能帮我从这场灾难中寻求避难”的形容词性目的用法。

  2. 1.777ἣν θᾶσσον οὐ βούλοιο

    条件连词 ἢν(相当于 ἐάν)在此处没有接常规的虚拟语气,而是接了无 ἄν 的祈愿语气 βούλοιο。这脱离了古典希腊语的语法规则,反映了拜占庭时期希腊语诗歌中条件从句语气的混用。此外,在条件从句中直接使用否定词 οὐ 而非 μή,也是后期希腊语的典型特征。

  3. 1.792πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον

    分词 ἐκπράσσοντες(源自 ἐκπράσσω)既可指“追讨惩罚(复仇)”,亦可指“承担后果(遭报应)”。结合上下文玛丽亚对无辜子孙后代的担忧,此处解释为“(子孙因)承担父辈不敬虔杀戮的恶果(而遭受灾祸)”最契合文意。

  4. 1.821χρῃζούσης σέθεν

    代词 σέθεν 是第二人称单数属格 σοῦ 的诗意形式。与现在分词阴性单数属格 χρῃζούσης 一起构成属格独立结构,表示原因或条件,意为“因你的恳求”或“既然你如此期望”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.754-1.836