- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.670-1.753
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使者报告了基督在十字架上受难的情景,促使玛利亚和妇女们决心走向群众见证其结局,随后描绘了基督在十字架上将玛利亚与约翰相互托付,以及玛利亚的深切哀悼。
χολῇ κεκραμένου1 δ’ ἀνῆγον ἐς στόμα,
他们用海绵将调和了胆汁的酸酒送到祂口中,
οἵδ’ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι,
而那些耳中未能听清声音的人,
οὔτ’ εἶδον, οἷ’ ἔρεξε θαύματ’ ἐν βροτοῖς,
既未看见祂在凡人中所行的奇迹,
ἄλλως διῆγον καὶ διήνεγκαν κάρας2
只是徒然度日,并摇着头,
καὶ στέρν’ ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ.
在愚昧无知中捶胸顿足。
Ἐγὼ δὲ πόρρω, (Δεσπότῃ γὰρ εἱπόμην,)
而我跟随着主,却是在远处;
πρῶτον μὲν εἰς χλοηρὸν ἷζόν που νάπος
首先,我坐在绿油油的山谷深处,
τά τ’ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
保持足音静默,也闭口不言,
ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος
如此我能看见祂,而我自己不被看见,
ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ·
免得被那作恶且嗜杀的群众发现;
σέ τ’ αὖ δακρυχέουσαν ἑστῶσαν ἰδὼν
如今又看见你泪流满面地伫立,
ἤλυθον εἰπεῖν οὐ καλῶς πεπραγμένα.
我便前来告知这不幸的遭遇。
Ἰώ μοι, ἰώ·
呜呼,呜呼!
Αἲ αἲ, τί δράσω; καρδία γὰρ οἴχεται.
哀哉,哀哉,我该如何是好?因为我的心已碎。
Πῶς πῶς δ’ ἔτι ζῶ καὶ φέρω ταῦτα κλύειν;
我该如何,如何才能继续活下去,并忍受听闻这些?
ἰδεῖν δὲ ταῦτα πῶς ποτ’ οἴσω παντλάμων;
面对这些景象,万分痛苦的我又该如何忍受目睹?
Ἴτ’, ὦ γυναῖκες, τῆς Γαλιλαίας τέκνα,
去吧,女人们,加利利的孩子们,
προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονός.
向祂致意,并护送祂离开尘世。
Ὦ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν δέος.
噢,快来吧,朋友们,快来,让我们抛弃恐惧。
Σὺ γὰρ φύγῃς τὸν δῆμον, ὡς τί μὴ πάθῃς;
你要逃离群众,是为了不遭受什么伤害呢?
Κἀγὼ δὲ τόνδε λοιπὸν εἰς τί καὶ τρέσω;
而我此后又何必害怕这群众?
Ἴωμεν οὖν, ἴωμεν, ἀπέστω φόβος·
让我们走吧,走吧,让恐惧远去;
τί γὰρ ἔτι ζῆν κέρδος ἡμῖν ἐνθάδε;
因为我们在此继续苟活还有何益?
Ἀλλ’ ἀπίωμεν, ὡς ἴδω Παιδὸς πάθη.
让我们离去,好让我目睹我儿的受难。
Ἰώ μοι, ἰώ·
呜呼,呜呼!
Γυναῖκες, ὄψιν φαιδρὰν οὐχ ὁρῶ Τέκνου·
女人们,我没有看到我儿那昔日晴朗的面容;
χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον.
因为祂改变了容颜,失去了那奇异的美丽。
Γυναῖκες, ὄμμα στυγνὸν ὡς εἶδον Τέκνου,
女人们,当我看见我儿那忧郁的眼神,
ποθῶ τεθνᾶναι, ζῆν δ’ ἔτ’ οὐδαμῶς στέγω.
我渴望死去,再也无法忍受活下去。
Χωρεῖτε χωρεῖτ’, οὐκέτι τὸ ζῆν φέρω.
走吧,走吧,我再也无法忍受活着。
Ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανεὶς,
噢,作为凡人共同的救星而现身的那位,
Τέκνον ποθεινὸν, τοῦ δίκην πάσχεις τάδε;
亲爱的孩子,你承受这一切是为了什么?
ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
你又在为怎样的罪过偿还惩罚?
ἁγνὰς γὰρ, ἁγνὰς χεῖρας αἱμάτων φέρεις
因为你有一双清白、未染鲜血的手,
ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα,
清洁的嘴唇,全身所有的肢体和口,
ψυχὴν πάναγνον ἄδολόν τε καρδίαν.
极纯洁的灵魂和毫无诡诈的心。
Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον;
那我怎会看见你与强盗们被一同悬挂?
οὐδ’ ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς,
这并非源于敌人强加的祸害,
φίλος δ’ ἀπόλλυσ’ οὐκ ἄκονθ’ ἑκουσίως3
而是朋友将你毁灭——祂非不情愿,而是自愿地——
μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις
一位入仪者,你曾用饼将他向你的朋友们指明,
φειδεύμενος τάλανος, ὡς φύγῃ κακὸν,
这个可怜的人为了逃避灾祸而保全自己,
κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι.
却陷于罗网之中而全然不知。
Τίνος δ’ ἕκητι γῆς ἀποστέλλει Πατὴρ,
父是为了什么缘故而让你离开这尘世,
τί σ’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι;
为何愿意让你如此屈辱地死去?
Δύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω
不幸的我啊,我如今看到了何等,何等惨痛的事!
οὐ τλητὸν οὐδὲ λεκτὸν, ἀλλ’ ἀπωλόμην.
无法忍受,无法言表,我已毁灭。
Αἲ αἲ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων·
哀哉,哀哉,孩子,你那全然不公的惨遭屠戮!
αἲ αἲ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι,
哀哉,哀哉,再次,你竟如此凄惨地灭亡,
οὐκ ἐξαμαρτὼν αὐτὸς, ἀλλ’ ἁμαρτίας
你自己并未犯错,而是为了医治
πρώτης γυναικὸς ἐξιώμενος βλάβην.
那最初的女人的堕落所带来的伤害。
Οἶδ’ οἶδα μὲν τάδ’, οἶδα δ’ οὐχ, ὅπως φράσω,
我知道,我的确知道这些,却不知该如何表达。
καὶ συνιῶ μὲν, οἷα ταῦτ’ ἔσται τάχει,
我也明白,这些事情很快会带来什么。
ἄλγος δ’ ὕπερθεν τῶν ἐμῶν ἐλπισμάτων,
但痛苦沉沉地压在我所有的希望之上。
στένω τε πυκνὰ συμφορᾷ νικωμένη,
我因被灾祸征服而频频呻吟,
δάκρυσί τε βλέφαρα θερμοῖς τέγγεται·
滚烫的泪水浸湿了我的眼睑;
ἀεὶ γάρ ἐστι τῶν γυναικείων φῦλον
因为女人的天性总是
πολύστονόν τε καὶ πολύδακρυ πλέον.
充满叹息,且更容易流泪。
Ἴδ’, ὦ γυναικῶν ἐξ ἁπασῶν βελτίων,
看啊,万妇中最杰出的母亲,
ὁ παρθένος πάρεστιν υἱός σοι νέος,
这位童贞在身旁,是你新的儿子,
ἰδοὺ δὲ καὶ σοὶ, μύστα, μήτηρ παρθένος.
看啊,入仪者啊,对你而言,也有了一位童贞的母亲。
Τί γοῦν, τί, γύναι, δακρύοις τέγγεις κόρας;
那么,妇人啊,你为何用泪水浸湿双眼?
τί δ’ αὖ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς
你为何又低垂眼帘,泪流不止,
καὶ συγχυθεῖσ’ ἕστηκας, ἡνίκ’ εὐτυχεῖς,4
在你蒙福之时,你却神色慌乱地伫立,
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ τρόπον;
难道不乐意从我这里接受这种安排吗?
Ταῦτα ξυνῳδὰ τοῖς προηγορευμένοις,
这些事与先前的预言相合,
οἷς αὐτὸς εἶπον καὶ θεοπρόπων στόμα.
那些是我自己以及先知之口所说的话。
Νῦν καιρὸς ἐχθρὸν γηγενῶν τίσειν δίκην.
如今正是地生之物的仇敌接受惩罚的时刻。
Τί δῆτα λοιπὸν σῷ γ’ ἐπιστένεις Τέκνῳ;
那么,你为何还要为你儿子哀哭呢?
Οὐδέν· λαοῦ τοῦδ’ ἐννοουμένη πέρι
没什么;只是由于思考着这群百姓,
ἔγωγ’ ἐμαυτῇ πρὸς λόγους ἀφικόμην
我自己陷入了沉思,
καὶ τούσδε θρηνῶ συμφορᾷ νικωμένη
被灾祸征服,并为他们哀哭,
ᾤμωξά θ’, οἷον ἔργον ἔστ’ εἰργαστέον
我也为他们此后将面临的后果而悲叹,
τοὐντεῦθεν αὐτοῖς, οἵ σ’ ἀνήρτησαν, Τέκνον,
那些将你悬挂起来的人啊,我的孩子,
καραδοκῶ τε πάνθ’, ὅπη προβήσεται.
我在等候着一切,看它们将如何发展。
Λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
但悲哀依然强过那确凿的希望。
Τὸν μὲν γὰρ ἡμῶν δυσμενῆ πεφυκότα
因为对于那成为我们仇敌的家伙,
ῥᾷον κτενεῖς σὺ καὶ καταβάλῃς μόρον
你将轻易地杀死并践踏死亡,
θᾶττόν τ’ ἀνιὼν τοὺς ἀλάστορας τίσεις·
且会迅速复活,惩罚那些复仇之灵;
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ·
但女人天生软弱且易流泪;
ὅθεν κἀγὼ στένουσα καὶ πεπληγμένη
因此我也在叹息中,被痛苦的刺
κέντροις ἀνίας ἡ τλάμων ὀδύρομαι.
所击中,在这不幸中悲悼。
Εἴμ’ εὐκλεὴς μὲν, ἀλλ’ ὅμως ἀπόλλυμαι
我虽满载荣耀,但依然走向毁灭,
στερουμένη σῆς θεσπεσίας μοι θέας.
因被剥夺了瞻仰你神圣容颜的机会。
Ὡς γὰρ ἄελπτον δρᾶμα προσπεσὸν τόδε
因为,随着这意想不到的惨剧降临……
- 1.670χολῇ κεκραμένου
动词 κεράννυμι(“混合”)的完成时中被动分词中性单数属格 κεκραμένου 在此处作为名词化的部分属格使用,指代被送到祂口中的“调和了胆汁的混合物”。
- 1.673κάρας
尽管大写的“Κᾶρας”字面上可指“卡利亚人”(常比喻异教徒或无赖),但在文脉与格律上,它极有可能是拜占庭时期将表示“头部”的 κάρα 的复数宾格形式 κάρας 产生误写或混淆的结果,意为“(嘲弄地)摇晃着脑袋”。
- 1.708οὐκ ἄκονθ’ ἑκουσίως
宾格 ἄκονθ’(= ἄκοντα,“不情愿地”)并非与主语“朋友(φίλος)”一致,而是修饰作为被毁灭对象的基督(暗指的宾语)。它与副词 ἑκουσίως(“自愿地”)连用,表示基督接受毁灭“非出于不情愿,而是自愿地”。
- 1.732ἡνίκ’ εὐτυχεῖς
由时间连词 ἡνίκα 引导的从句“当你蒙福之时”在受难的悲剧语境中看似矛盾,但在基督的神学阐述中起作用,将祂带来救赎的死亡视为引领即将来临之复活的“幸福契机”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-10-18)
- 中于 2026-05-23 由 Gemini 3.5 Flash 重新翻译
- 2026-10-18 AI校阅 — 原文 4 处
