← 纳齐安的贵格利

受难的基督

§1.589-1.669

马利亚与歌队的对话及使者对钉十字架的报告

马利亚与歌队就即将来临的受难与希望进行对话,此时使者到来,报告了基督被钉十字架的惨烈景象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
589

ὡς αὐτὸς εἶπε καὶ πρὸ τοῦ θεοπρόποι.

正如祂自己所说,在祂之前那宣告神谕的先知们也是如此说的。

590

Ἐλπὶς δέ μοι ξύνεστιν ἀσφαλεστάτη·

但那最确凿的希望与我同在;

ἐμοὶ γὰρ ὑπὲρ πάντας, οἷσι λείπεται,

因为对我而言,相比所有留下的人,

ξύνεστιν ἐλπὶς, οὐδὲ κλέπτομαι φρένας,

我有希望相伴,我并未在心中被蒙蔽,

ἕξειν1 τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν·

深信将获得美好的事物;单是如此认为便是令人欣慰的。

ὅταν δὲ μᾶλλον ἐλπὶς ἀσφαλὴς μένῃ,

但若确凿的希望愈发留存,

595

τὸ χάρμα ποῖον· Ἀλλὰ νικῶμαι πόνοις

那将是何等的喜悦!然而我正为苦难所征服,

καὶ προβλέπω μὲν ταῦθ’, ὅπως ἔσται τάχει,

我虽预见这些事将迅速发生,

λύπη δὲ κρείσσων τῶν ἐμῶν ἐλπισμάτων.

但悲哀却强过我的期盼。

Πάγκλυτε, παγκαλλίστα κούρη, παρθένε,

备受颂扬、最为美丽的少女,处女啊,

ἔμβρυον, ὡς φὴς, τὸν Θεὸν πλουτήσασα,

如你所说,你因怀有神为胎儿而变得富有,

600

σὺ ταῦτ’ ἐπέγνως· καὶ τὰ λοιπὰ νῦν σκόπει·

你已领悟了这些事;现在也请关注接下来的事。

σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν

因为我们知道你比凡人更为智慧,

καὶ ταῦθ’ ὁρῶσαν καὶ συνιέναι τέλος·

能看清这些事并理解其结局;

ὡς φρικτὰ πάντα καὶ βροτησίῳ γένει

因为这一切都是可怕的,除了生育祂的母亲之外,

πλὴν τῆς τεκούσης δυσμαθῆ συνιέναι.2

凡人难以理解。

605

Ὦ δυστάλαινα τῶν ἐμῶν ἀλγημάτων·

啊,我那痛苦的无比不幸!

ὡς οἶδα μὲν πόλλ’, οἶδα δ’ οὐχ, ὅπως φράσω·

我虽知道许多,却不知该如何表达;

ὡς θάμβος ἐστὶ τοῦτον ᾐωρημένον

看见祂被悬挂,

ἰδεῖν με καὶ θανόντα κἂν ἑκουσίως.

哪怕是自愿的,对我而言也是极大的惊愕。

Ἰώ μοι, ἰώ· αἲ αἴ·

呜呼,呜呼!哀哉,哀哉!

610

Τί γοῦν, τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;

那么,遭受了无计可施的痛苦之人啊,你将如何行事?

Οὐκ οἶδα πλὴν ἓν, κατθανεῖν, εἰ μὴ τάχει

我只知道一件事,那就是死去,除非我能迅速获得

τῶν νῦν παρόντων πημάτων ἄκος λάβω,

对眼前痛苦的疗愈,

ὡς ἐστὶν ἐλπὶς λίαν ἀσφαλεστάτη·

尽管那是极其确凿的希望;

μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον,

我必须仅再等待明日这一天,

615

ὡς ξυμπερανθῇ φροντὶς, ἥ με νῦν τρύχει.

好让如今折磨着我的忧虑得以终结。

Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.

但是,噢,亲爱的儿子,请不要留下我一人孤苦无依。

Αἲ αἴ· Θρηνοῦσα πολλὰ τρανὸν οὐδὲν δεικνύεις·

哀哉,哀哉!你哀叹良多,却未表明任何清晰之事;

πῆ γάρ μ’ ἀπαγγέλεις ἀκούειν δείματα

因为你时而让我倾听恐惧,

πείθεις τε πολλὰ δειματοῦσθαι τοῖς λόγοις,

用言语说服我产生许多畏惧,

620

πῆ δὲ θρασύνεις, κοὐδὲν ἄρα καθαρῶς.

时而又让我振作,最终没有什么是明朗的。

Οὐ μακρὰν ἔσται τέρμα τῶν ἠλπισμένων.

所期盼的终局不会太远。

Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,

我自己虽从未登上船身,

γραφῇ δ’ ἰδοῦσα καὶ κλύουσ’ ἐπίσταμαι·

但通过画像所见和听闻,我也了解。

ναύταις γὰρ ἢν μέτριος ᾖ χειμὼν φέρειν,

因为对水手们而言,若风暴尚能承受,

625

προθυμίαν ἔχουσι σωθῆναι πόνων,

他们便有热望脱离苦难,

ὁ μὲν παρ’ οἴαχ’, ὁ δ’ ἐπὶ λαίφεσι βεβὼς,

一人守在舵旁,一人立于帆下,

ὁ δ’ ἄντλον εἴργων ναός· ἢν δ’ ὑπερβάλῃ

另一人则防止船舱进水;但若那翻腾的巨海

πολὺς ταραχθεὶς πόντος, ἐνδόντες φορᾷ

超出了极限,他们便向急流妥协,

παρῆκαν αὐτοὺς κυμάτων δρομήμασιν.

将自己委诸波涛的奔流。

630

Οὕτως δὲ κἀγὼ δείν’ ὁρῶσα πήματα

同样,我目睹可怕的灾难,

ἄφθογγός εἰμι καὶ παρεῖσ’ ἐῶ στόμα·

也变得默默无言,任由自己的口闭合;

νικᾷ γὰρ, ὡς οὐκ ἐκ Θεοῦ, δεινὸς κλύδων.

因为那可怕的巨浪正取得胜利,仿佛非神所降。

Σὲ δ’ ἐλπὶς ἀσφαλεστάτη δ’ εἴθε τρέφοι,

愿那最确凿的希望抚育你,

δέσποινα παγκοίρανε, μῆτερ Κοιράνου.

万物的女主人,主宰之母。

635

Ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,

然而言语之中又生出别的话来,

τίν’ ὧδε δ’ αὖ δέδορκ’ ἰθύνοντα δρόμον;

我又看见谁正朝着这里急奔而来?

Ἂ ἄ· τίνα στείχοντ’ ἀθρῶ νῦν ἐνθάδε

啊,啊!如今意欲朝这里走来、

στυγνοπρόσωπον, δακρύων πεπλησμένον;

面容阴郁且满含泪水的人是谁?

Δέσποινα κούρη, Δεσπότου μῆτερ Λόγου,

女王般的少女,主道之母,

640

μή με στυγήσῃς· οὐχ ἑκὼν, ἑκὼν δ’ ὅμως

请不要厌恶我;我不情愿,但终究还是自愿地,

λύπρ’ ἀγγελῶ σοι πρὸς παλαιοῖς καὶ νέα.

要在旧哀之上向你宣告新的悲痛。

Τί δ’ ἐστίν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.

那是什么?你仿佛是在为我拉开灾祸的序幕。

Δέσποινα κούρη, πῶς ἐρῶ; πῶς σοι φράσω;

女王般的少女啊,我该如何启齿?我该如何向你诉说?

σοὶ γὰρ μερίμνης ἄξιον φέρω λόγον

因为我带给你的,是值得深切忧虑、

645

σφοδρᾶς τ’ ἀνίας καὶ πικρῶν ἀλγηδόνων.

剧烈痛苦与辛酸哀伤的信息。

Ὦ πότνα κούρη, σεμνοτάτα παρθένε,

噢,尊贵的少女,最庄严的处女,

ὥς σε στενάζω λυγρὸς ὢν μύστης, ὅμως

我作为一名称受痛苦的入仪者,是多么为你叹息,然而即便

τῷ Μυσταγωγῷ πιστὸς, κἂν πάσχονθ’ ὁρῶ.

看见他受难,我对那启蒙者依然忠贞。

Τί δ’ ἐστίν; Ἑβραίων τί μηνύεις νέον;

那是什么?你报告了希伯来人的什么新勾当?

650

Παῖς νῦν σὸς οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·

可以说,你的儿子如今已不复存在;

δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.3

然而,祂仍在极微弱的平衡中注视着光芒。

Πῶς φής; τί τοῦτ’ ἔλεξας; οἶδας δ’ αὖ πόθεν;

你怎么说?你说了什么?你又是从何得知的?

Ἄγ’, εἰπέ μοι, φράσον, τίνι θνήσκειν μόρῳ

来,告诉我,向我解释:你现在说

Χριστὸν τανῦν φὴς, Παῖδ’ ἀθανάτου Πατρός;

基督——这位不死之父的儿子——是以何种死法死去的?

655

ὡς ἐλπὶς ἦν καὶ τόνδ’ ἀθάνατον μένειν

本以为祂会保持不死,

ῥύστην τ’ ἔσεσθαι παντὸς Ἰσραὴλ γένους.

并成为整个以色列民族的救赎者。

Ἐπεὶ πόλιν γε τῆσδε Σαλομὼν χθονὸς

因为离开这片土地的所罗门城后,

λιπόντες ἀφίκανον ἐς στρωτοὺς λίθους

复仇之灵般的暴民拖拽着我的主,

ἄνακτ’ ἐμὸν σύροντες ἀλάστωρ ὄχλος,

来到了铺石之处,

660

αὐτίχ’ ὅμιλος οὐρανοδρόμῳ ξύλῳ

暴民立刻将祂拉上、运走、送往直插云霄的木架,

ἀνῆγον, ἦγον,4 ἦγον εἰς ἄκρον τέλος,

直至那极致的终点,

ὀρθὸς δ’ ἐς ὀρθὸν αἰθέρ’ ἐστηρίζετο.

而那木架挺直地直立于高空之中。

Ἐς κλῶνα δ’ ἐγκάρσιον ἄλλον εὐθέως

随即,在另一根横向的木条上,

ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας,

他们拉伸、扯直并钉牢了祂的双臂,

665

πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ.

又将祂的双脚钉在拼合的木架上。

Ὡς δ’ ἔσχον οὕτως Δεσπότην ἠρτημένον,

当他们这样将主悬挂起来时,

ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ

一些人登上如堡垒般的岩石,

ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν,

用势大力沉的芦苇杆击打祂,

ἄλλοι δ’ ὑσώπῳ σπόγγον ὄξους ἔμπλεον,

另一些人则用牛膝草夹着盛满醋的酸酒海绵……”

语法注4 条
  1. 1.593ἕξειν

    不定词 ἕξειν 用于补充说明前句中 ἐλπίς(希望)的具体内容,意为“……的希望”。其逻辑主语根据上下文为“我”。

  2. 1.604δυσμαθῆ συνιέναι

    δυσμαθῆ 是形容词 δυσμαθής(难以理解的)的中性复数形式(或阳性/阴性宾格),在此修饰 φρικτά(可怕的事物)。不定词 συνιέναι 在此作为关系不定词,起限制作用,意为“在理解上(是困难的)”。

  3. 1.651ἐπὶ σμικρᾶς ῥοπῆς

    字面意思是“在(天平)微弱的倾斜上”,这是一个惯用表达,指生命垂危、生死悬于一线的状态(“命悬一线”或“仅存一息”)。

  4. 1.661ἀνῆγον, ἦγον, ἦγον

    动词 ἄγω(引导、拉起)的未完成过去式被重复了三次(三重叠)。这突出了戏剧性的紧张感,以及将十字架拉起的连续而艰难的过程,是拜占庭悲剧模仿古典风格的修辞特征。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 译文 1 处
  • 2026-10-12 AI校阅 — 原文 1 处
  • 2026-09-22 AI校阅 — 原文 3 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.589-1.669