- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.508-1.588
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
圣母玛利亚回顾了自己童贞受孕的奥秘,借用欧里庇得斯的诗句描述自己的端庄生活,并与歌队讨论基督的受难如何是神拯救人类的计划。
ἔθνη τε συνάγοντος1 ἐνδίκῳ κρίσει,
以及祂在公正的审判中聚集万民的复活。
ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ,
祂的同族希伯来人因嫉妒而杀害祂——
ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω,
是的,我是指我这可怜母亲的同族,
οὐ Πατρὸς αὐτοῦ τοῦ βροτωθέντος Λόγου,
而不是指祂的父亲,即这位道成肉身的道之同族。
ὃν ἀσπόρως ἔτικτον, οἶδ’, ὑπὲρ λόγον
我知道,我无孕而生下了祂,这超乎常理,
στερράς τ’ ἔφυγον ἐν τόκοις ἀλγηδόνας.
并且免受了生育的剧烈痛苦。
Πέποιθα γὰρ, πέποιθα, κἂν πολλὰ στένω,
因为我深信,我深信,尽管我哀叹不已,
πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν.
因无法忍受看到祂如今遭受苦难。
Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην,
我生下了祂,我也深知我是如何生育祂的,
ἀλλ’ εἴμ’ ἄκομψος ἐκφέρειν μυστήρια·
但我拙于宣示奥秘;
ὅμως δ’ ἀνάγκη συμφορᾶς ἀφιγμένης
然而,既然灾祸已经降临,
γλῶσσάν μ’ ἀφεῖναι. Πρῶτα δ’ ἄρξομαι λέγειν,
我便不得不开口。首先,我将开始讲述,
ὅθεν μ’ ὑπῆλθε πρῶτον οἷα μητέρα,
它是如何首先临到我这母亲身上的,
φέρουσαν ἁγνὸν ἐς τόδ’ ἡμέρας δέμας.
而我直到今日都保持着纯洁的身躯。
Οὐκ οἶδα τέρψιν ἢ λόγῳ κλύειν φέρω
我不懂尘世的欢娱,也无法容忍在言语中听闻,
γραφῇ τε λεύσειν· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
或在画像中看见它;因为对于关注这些事,
ἐγὼ πρόθυμος, παρθένον ψυχὴν δ’ ἔχω.
我毫无意愿,而是保持着童贞的心灵。
Ὄμνυμι τὸν σύμπαντα σαφῶς εἰδότα
我向那洞悉一切的主起誓,
μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν·
我绝未渴望过,也未曾动过这样的念头;
ἢ κατολοίμην ἀκλεὴς, ἀνώνυμος,
否则,愿我在默默无闻与耻辱中毁灭,
καὶ μήτε πόντος μήτε γῆ μήτ’ αὖ πόλος
愿海洋、陆地和天空都不
τὸ σῶμά μου δέξαιτο καὶ ψυχὴν χέρες
接纳我的身体,而愿受难圣子的双手
πάσχοντος Υἱοῦ γ’,2 ὡς κατ’ εὐχήν ἐστί μοι,
接纳我的灵魂,正如我的祈求那样,
ἐλπὶς τρέφει τε κοὐ καταισχυνεῖ δέ με.
希望滋养着我,绝不会让我蒙羞。
Ταῦτ’ οἶδα· νῦν γὰρ οὐ θέμις πέρα λέγειν
这些事我知道;因为现在不该再多说什么,
θρηνοῦσαν, ὡς δεῖ· δακρύων γὰρ ἄξια
不该像哀悼者那样过度悲叹;因为值得流泪的
πέπονθα πόλλ’, οὐκ οἶδα δ’, εἴ τι προσπάθω.
痛苦我已经受了许多,但我不知道是否还要承受更多。
Πρῶτον δ’ ὅμως μοι τἀγάθ’ ἐξᾷσαι δέον·
然而,首先我必须歌颂我的福祉;
τοῖς γὰρ κακοῖσι πλείον’ οἶκτον ἐμβαλῶ.
因为这会使我的不幸获得更多的怜悯。
Ἤμην ἄνανδρος καὶ μένουσα παρθένος·
我没有丈夫,保持着处女之身;
ἃ γὰρ γυναικὶ σώφρον’ ἔσθ’ εὑρημένα,
因为凡是被视为妇德的本分,
ταῦτ’ ἐξεμόχθουν τοῦ Θεοῦ πολλὴν χάριν
我都辛勤践行,蒙受着神丰富的恩典
μετροῦντος ἀεὶ καὶ νέμοντος ἀφθόνως.
时常的衡量与慷慨的赐予。
Πρῶτον μὲν οὖν γε,3 κἂν προσῇ, κἂν μὴ προσῇ
首先,无论非难是否会
ψόγος γυναιξὶν, αὐτὸ τοῦτ’ ἐφέλκεται
加诸妇女,单单这一件事,
κακῶς ἀκούειν, εἴ τις οὐκ ἔνδον μένει,
即如果不留在家里,就会招致恶名。
οὗπερ πόθον παρεῖσ’ ἔμιμνον ἐν δόμοις
我克制了对外界的向往,留在屋里,
εἴσω μελάθρων, κομψὰ θηλειῶν δ’ ἔπη
在深闺之中。妇女们那些自作聪明的闲言碎语,
οὐκ εἰσεφρούμην· τὸν δὲ νοῦν διδάσκαλον
我一概不听;而是将自己善良的理智
αὐτῆς ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοὶ,
作为内心的导师,以此自我满足,
τὸ σωφρονεῖν ἐν πᾶσιν εἰδυῖ’, ὡς καλὸν
因为深知在一切事上保持端庄是多么美好,
καὶ δόξαν ἐσθλὴν πανταχοῦ κομίζεται,
且能在各处赢得美名;
γλώσσης τε σιγὴν πᾶσιν ὄμμα θ’ ἥσυχον
我对所有人保持着舌的缄默和温和的目光,
παρεῖχον, ᾔδειν δ’, οἷς μ’ ἐχρῆν νικᾶν κόρας,
我也知道在哪些事上我应当胜过那些少女,
καὶ τίσι νίκην ὧν ἐχρῆν παριέναι.
以及在哪些事上应当向应当让步的人让步。
Ἀκήρατον δέ μ’ ἐκ Θεοῦ λαβὼν ἀνὴρ4
而我的丈夫,从神那里接纳了纯洁的我,
αὖθις τὸ παρθένειον ἅμμ’ ἀκήρατον
又将我送回,保持着那纯洁的童贞之结
τηροῦσαν ἀπέδωκεν· οὐδ’ ἔστιν λόγος,
未受玷污;这毫无争议,
τὰ πράγματ’ αὐτὰ καὶ γὰρ ἀπήλεγξέ με.
因为事实本身已经为我辩白。
Οὕτως δ’ ἔχουσα τῷ Θεῷ μνηστεύομαι,
在这样的状态下,我与神许下婚约,
κἀντεῦθεν Υἱὸν, πῶς ἐρεῖς; ἐγεινάμην,
由此我生下了一个儿子——你该怎么说呢?——
ὅπως γυνὴ οὔ τις κομπάσει τεκεῖν ποτέ.
以至于没有任何女人能夸耀曾有这样的生育。
Καλλίστα, πότνα, σεμνοτάτα παρθένε,
最美丽、最庄严、最尊贵的处女啊,
ἄνανδρον ἠδ’ ἄνυμφον ἴδμεν μητέρα
我们知道你是一位没有丈夫、没有新郎的母亲,
μόνην σε πασῶν τῶν κατὰ γῆν μητέρων.
在地上所有的母亲中,唯独你一人如此。
Μαιευσάσης χεὶρ κλῆρον οὐ δεδεγμένη
接生婆的手未曾承受寻常的命运,
κατηγόρησε πιστὰ σοῦ θείου τόκου,
它忠实地见证了你神圣的生育,
Θεόν τε, φὴς, ἔκλυες ἀγγέλου τεκεῖν,
你也说,你从天使那里听说你将孕育神,
ἔργα θ’, ἅπερ δέδρακεν, οὐ θνητοῦ γένους,
祂所行的一切事,也绝非凡人所能为,
καὶ θάμβος ἐστὶν, εἰ πάθῃ θνητῶν πάθος.
如果祂要承受凡人的苦难,那真是令人惊异。
Θαυμαστὸν εἶπας, εἰ τόδ’ εὐδοκεῖ Πατὴρ
你说了件令人惊异的事,如果父神对此心悦诚服,
ὡς διὰ τούτου τοὺς βροτοὺς ἀγάθ’ ἔχειν.
以至于通过祂,凡人能获得福泽。
Οὐκ ἄλλο γὰρ φάρμακον ἐν θνητοῖς μόρου,
因为在凡人之中,没有其他对抗死亡的良药,
φθορᾶς ὃ παύσει τοὺς ταλαιπώρους κακῶν.
能使可怜的人免于毁灭的灾祸。
Κἀγὼ διδάξω σ’, ὡς καλῶς ἔχει τόδε·
我也要教导你,这件事是多么合宜;
ὁ γὰρ διδάσκων γνῶσιν ἄνθρωπον Λόγος
因为那教导人类知识的“道”
ἐμοὶ κατεσκήνωσε καὶ χάριν νέμει.
降临于我,并施予恩典。
Ἐπεὶ βροτὸν πέπλακεν ἐκ γῆς ὁ Πλάσας,
自从造物主用泥土塑造了凡人,
λείμακί τ’ ἐντέθεικε φυτῶν ἐργάτην
并将他安置在乐园中作为耕耘植物的劳力,
ἐντεῦθεν εἰς ὄλυμπον ἀνάγειν θέλων,
本意是想从此将他引向天国,
δράκων δέ νιν ἔσπευσε γυναικὸς πλάνῃ
蛇却企图通过女人的诱惑,
λειμῶνος ἐκβαλεῖν τε καὶ ῥίψαι πόλου,
将他逐出乐园并从天国拉下,
ὅδ’ ἀντεμηχανήσατ’, οἷα δὴ Θεὸς,
作为神,祂反过来施展了奇谋,
γυναικὸς ἐκφῦναί τε καὶ Θεὸς μένων
由女人而生,且在保持为神的同时
βροτὸς γενέσθαι καὶ βροτῶν ἀναιρέτην
成为凡人,并把凡人的毁灭者
σφαγεὶς5 κατασκάψαι τε καὶ ῥίψαι ποσίν.
通过自己被杀而彻底摧毁,践踏在脚下。
Οὕτως σὺ πείθου καὶ Θεὸν πρὸς γῆν δέχου
因此你要确信,并接纳降临人世的神,
ἐλθόντ’ ἀγαγεῖν πρὸς πόλον βροτῶν γένος
祂来是为了将凡人引向天国;
καὶ σπένδε καὶ κλέϊζε καὶ τόνδ’ εὐλόγει.
你要奠酒、颂扬并祝福祂。
Αὖ γάρ νιν ὄψει πρὸς χθόν’ ὡς ἐκ παστάδος
因为你将看见祂如同走出新房一般重返人间,
θρώσκοντα τύμβου κᾆτ’ ἀνιόντ’ εἰς πόλον,
从坟墓中跳出,然后升入天国。
- 1.508ἔθνη τε συνάγοντος
与前一分句(§1.507)中的“儿子(Παιδὸς)”相一致的属格现在分词,用以修饰御子是“在公正的审判中聚集万民者”。
- 1.529καὶ ψυχὴν χέρες πάσχοντος Υἱοῦ γ’
在表达愿望的祈愿句中,与前文否定的 μήτε... δέξαιτο 相对比,此处为肯定含义:“愿受难圣子的双手接纳[我的灵魂]”。配合复数主语 χέρες,省略了复数动词 δέξαιντο。
- 1.541Πρῶτον μὲν οὖν γε
创造性地借用并改写了欧里庇得斯《特洛伊妇女》(第643–656行)中安德洛玛切关于为人妻子的贞洁与端庄的著名独白,在此处用于形容圣母玛利亚。
- 1.553Ἀκήρατον δέ μ’ ἐκ Θεοῦ λαβὼν ἀνὴρ
指丈夫(约瑟)在从神那里接纳了纯洁的玛利亚之后,又使她保持着纯洁的童贞。此处理解为玛利亚的童贞甚至得到了丈夫的证实。
- 1.583σφαγεὶς
被动不定过去时分词,表示手段(“通过自己被杀”)。它传达了基督教的悖论:基督通过自身的受难与死亡,反而将凡人的毁灭者践踏在脚下。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-22 AI校阅 — 原文 1 处
