← 纳齐安的贵格利

受难的基督

§1.2438-1.2522

抹大拉的马利亚的见证与基督向门徒显现

抹大拉的马利亚讲述了她与复活的耶稣以及天使的会面。她与其他人前往门徒聚集的马利亚之家;在听取革罗罢的报告时,耶稣奇迹般地穿过关闭的门显现,赐予圣灵并派遣他们去传道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
2438

Οἶδας γὰρ, οἶδας τῷ τάφῳ με πρωΐσαι,1

因为你知道,你知道我清晨前往坟墓,

ὅσα τ’ ἔφην, ἔκλυες. Οὐ χρή μ’ αὖ λέγειν,

我所说的一切,你都听到了。我无需再次叙述,

2440

ἅπερ δραμοῦσα πρὸς πανόλβιον τάφον

我最初与你一同奔向那无比福至的坟墓,

σὺν σοὶ τὸ πρῶτον, εἶτα σὺν μύσταις δυοῖν,

随后又与两位门徒同行,

κἀκεῖ δακρυχέουσα, παρισταμένη

并在那里流泪、守候在旁,

ἀνιστόρησα κἀκριβωσάμην τρανῶς·

我所探寻并确切看清的一切:

λευχειμονοῦντάς τ’ εἶδον ἀγγέλους δύο,

我看见了两位身着白衣的天使,

2445

ἄνω κάτω τε τοῦ τάφου καθημένους,

坐在坟墓的首尾两端,

τὸν μὲν κεφαλῇ, τόνδε δ’ αὖ πρὸς τοὺς πόδας·

一个在头部,另一个则在脚部;

καὶ τούσδ’ ἀπαστράπτοντας ἰδοῦσ’ ἐνθέως

看见他们闪耀着神圣的光芒,

ἔστην καταπλαγεῖσα χαρᾷ καὶ φόβῳ·

我满怀着喜悦与恐惧,惊愕地伫立着;

εἶτ’ αὖ δι’ ὤτων γῆρυν, οὐχ ἣν εἰκάσαι,

接着,我又通过双耳,将一声无法想象的声音

2450

ἐδεξάμην γε καὶ μετεστράφην τρόμῳ·

接收下来,并在颤抖中转身;

αὐτίκα δ’ ἀθρῶ Χριστὸν ἐν καινῇ θέᾳ·

随即,我以崭新的景象看见了基督;

μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν2 ἔφην,

因为我认为,他并非以卑微的形象显现;

πίτνω τε πρὸς γῆν καὶ ποδῶν ἐφηπτόμην·

于是我俯伏在地,抚摸他的双脚;

ὅδ’ ἀπέπεμπε καὶ φίλοις ἔπεμπέ με·

但他打发了我,遣我到朋友们那里去;

2455

καὶ τοῦδ’ ἀκούσασ’, ὧν ἐφιέμην μαθεῖν,

并从他那里听到了我渴望知晓的事情,

ὡς πρὸς πόλον γ’ ἄνεισι καὶ τὸν Πατέρα·

即他正升天去往父那里;

(οὔπω δ’ ἀναβέβηκεν, ὡς ἔφη, τέως,

但如他所说,当时他还未升天,

ἐν γῇ μένων δὲ πρὸς Γαλιλαίαν φίλους,

而是留在地上,让朋友们先他一步,

ὡς σφίσιν εἶπε, προφθάνειν καὶ προσμένειν·)

在加利利等待他,正如他对他们所说的那样;

2460

μύσταις ἅπαντα ταῦτα τοῖς φίλοις ἔφην.

我把这一切都告诉了门徒和朋友们。

Οἵδ’ οὐδὲν ἡγήσαντο τοὺς ἐμοὺς λόγους,

他们把我的话当成胡言,

ἀλλ’ ἦλθον αὐτοὶ πρὸς τάφον ταχυδρόμοι

但他们自己却飞快地奔向坟墓,

εἶδόν θ’, ἅπερ γ’ ἔκλυες· οὐ χρή τ’ αὖ λέγειν,

并看见了你所听到的那些事;无需再次叙述,

ἅτε ξυνούσης καὶ σέθεν πρὸ βραχέος

因为不久前你也在场,

2465

ἔκλυον ἱστόρησά τ’, οἶδας παγκάλως.

你听到并探寻了,这一点你非常清楚。

Τὰ πρὶν γὰρ ἀκούσασα σὺν φίλαις κόραις

因为此前你与亲爱的少女们听闻之后,

θάμβει καταπλαγεῖσ’ ἐμοὶ ξυνιέναι

因惊奇而惊愕的你,便与我同行,

ξὺν δυσὶν ἄλλαις Μαρίαις φιλουμέναις

与另外两位深爱的马利亚一起,

ἔδραμες ἰδεῖν, ἅπερ ἔκλυες πάρος,

奔跑着去亲眼看看此前听闻的事。

2470

εἶδές τε πάντα καὶ σὸν Υἱὸν, ὡς ἔδει.

你也正如理所应当的那样,看见了一切,也看见了你的儿子。

Ἐγὼ δὲ κλύω καὶ φίλων ἄλλους δύο

而我听闻,我们的另外两位朋友

νῦν, ἀπιόντας ὡς πρὸς ἀγρὸν, τόνδ’ ἰδεῖν

如今在走向田野时,见到了他,

καὶ πάντα μαθεῖν, ὧν μαθεῖν εἶχον πόθον,

并得知了他们渴望知道的一切;

οἳ καὶ τρέχουσι τοῖς φίλοις εἰρηκέναι·

他们也正奔跑着去告诉朋友们;

2475

κἀκεῖσ’ ἐπελθεῖν θᾶττον ἡμᾶς νῦν δέον·

现在我们更应迅速前往该处;

ἴσως ἴδωμεν αὖτε καὶ τὸν Δεσπότην.

或许我们能再次见到主。

Ἰδοὺ γὰρ ἤδη καὶ κνέφας τῆς ἑσπέρας·

瞧,夜幕已经降临;

δράμωμεν οὖν, δράμωμεν, ᾗχι τοὺς φίλους

那我们跑吧,跑吧,去往那个

τὸ νυκτερινὸν συνάγειν3 οἶμαι κνέφας.

我想夜色会让朋友们聚集的地方。

2480

Ἰδοὺ κατειλήφαμεν οἶκον Μαρίας,

看,我们已经到了马利亚的家,

ὅποι παρεῖναι καὶ φίλους μύστας κλύω,

我听说朋友们和门徒也都在那里,

ἐντὸς πυλῶν μένοντας ἐγκεκλεισμένους,

他们闭门留在门内,

πάντως τρέμοντας τοὺς μιαιφόνους ἔτι·

依然对那些杀人者恐惧颤抖;

καὶ κλεῖθρα πυλῶν ἠσφαλισμένα μένει.

大门的锁依然牢牢闭着。

2485

Πῶς δ’ εἰσίωμεν τῶν θυρῶν κεκλεισμένων;

但是大门紧闭,我们如何进去呢?

Ἤδη δ’ ἔκλυεν ὑπανοίγει τ’ ἠρέμα

亲爱的马利亚已经听到,并轻轻打开了门,

Μαρία φίλη, συγκαλεῖ τ’ εἰσιέναι.

招呼我们进去。

Ἀλλ’ εἰσίωμεν ἡσύχῳ ποδὸς βάσει,

但让我们轻手轻脚地进去,

ὡς μὴ θορυβήσωμεν ἐμφόβους φίλους.

免得惊扰了恐惧中的朋友们。

2490

Ἰδοὺ συνηθροίσθημεν ἕνδεκα φίλοις

瞧,我们与那十一员朋友

ἄλλοις τε πᾶσι τοῖς συνιοῦσι σφίσιν·

以及所有与他们聚集在一起的人汇合了;

αὖθις δὲ πύλας ἀσφαλίζει Μαρία.

马利亚再次锁上了大门。

Οὐκοῦν σίγα κλύωμεν αὐτοῦ Κλεόπα·

那么,让我们静静地听革罗罢自己说吧;

πάρεστι καὶ γὰρ, ὡς ὁρῶ, καὶ πόλλ’ ᾄδει4

正如我所见,他也在场,并热切地讲述着

2495

τὸν Δεσπότην φῆναί τε καὶ δράσαι σφίσιν,

主如何向他们显现、如何向他们行事,

ὅπως τέ μιν συνῆκαν ἄρτου τῇ κλάσει.

以及他们如何在掰饼时认出了他。

Ἄ ἄ· σίγα σίγα·

啊,啊!安静,安静!

Ἕστηκεν ἰδοὺ Δεσπότης θυρῶν ἔσω·

看,主站在门内;

ὄντως μεγίστου θαύματος τόδ’ ἄξιον.

这确实值得最大的惊异。

2500

Πῶς πῶς πάρεστι τῶν θυρῶν κεκλεισμένων;

大门紧闭,他是如何、又是如何出现在这里的?

τάχ’ ὡς ἀνέστη καὶ τάφου κεκλεισμένου

也许正像他从封闭的坟墓中复活,

καὶ πρὶν προῆλθεν ἐκ πυλῶν τῆς παρθένου,

且此前他从处女的门户中走出来那样,

ἄλυτα5 τηρῶν κλεῖθρα μητρὸς πανάγνου.

保持着他那极其纯洁的母亲未破的门闩。

Εἰρήνη ὑμῖν.

愿你们平安。

2505

Τί δὴ θροεῖσθε; χεῖρας ἰδοὺ καὶ πόδας

你们为何惊慌?看我的手和脚,

αὐτήν τε πλευρὰν τὴν ἐμὴν νενυγμένην

还有我被刺透的肋旁;

τρανῶς ἰδόντες γνῶτέ μ’, ὡς ἐγὼ πάλιν

清清楚楚地看见这些,就知道我

εἴμ’ αὐτός· οὐ γὰρ πνεῦμα σάρκα πως ἔχει,

又是那同一个我;因为魂灵没有肉,

οὐδ’ ὀστέα ξύνεστι τῷ πνεύματί που,

魂灵也绝无骨头,

2510

καθάπερ αὐτὸν νῦν ὁρᾶτ’ ἔχοντά με,

正像你们现在看见我所拥有的那样;

καὶ ψηλαφήσαντές μ’ ἴδηθ’, ὡς πάντ’ ἔχω.

你们摸摸我看看,我拥有一切。

Καθὼς δ’ ὁ Πατὴρ ἐνθάδ’ ἀπέσταλκέ με,

正如父派遣我到这里来,

οὕτως ὑμᾶς πρὸς κόσμον ἐκπέμπω κἀγὼ

我也同样派遣你们到世上去,

καὶ Πνεῦμ’ ἅγιον ἐμπνέω φίλοις ὑμῖν,

我向你们这些朋友吹入圣灵,

2515

ὅπερ λαβόντες παντὶ κηρύξατέ με

你们领受这圣灵,向所有人宣扬我,

σὺν Πατρὶ καὶ Πνεύματι τῷ παναγίῳ.

与父以及极其神圣的灵一同。

Ἄπιτε γοῦν, ἄπιτε, κήρυκες φίλοι,

去吧,去吧,亲爱的宣告者们,

ᾄσατ’ ἐπινίκι᾽ ἀνὰ πᾶσαν χθόνα

在全地上唱起胜利之歌,

καὶ βασιλείους ἀμφιδραμόντες δόμους

环绕着王宫奔跑,

2520

ἐρεῖτε, Δαυΐδου πόλις πᾶσ’ ὡς ἴδῃ

告诉他们,好让大卫的全城快快看见

σωτήριον τάχιστ’ ἀνιὸν ἐκ τάφου.

从坟墓中升起的救恩。

Ἔσεσθέ μοι μάρτυρες ἐν πάσῃ χθονί·

你们要在全地上作我的见证。

语法注5 条
  1. 1.2438πρωΐσαι

    不定式 πρωΐσαι(清晨前往)与代词宾格 με 构成“带对格的不定式结构”,充当 οἶδας(你知道)的宾语,意为“(你知晓)我清晨前往”。

  2. 1.2452εἰσβαλεῖν

    不定式 εἰσβαλεῖν(现身、进入)依附于动词 ἔφην(我想/我说)。在此语境下,它表示马利亚认为或说耶稣并非以卑微的形象显现。

  3. 1.2479συνάγειν

    不定式 συνάγειν(聚集)以 τὸ νυκτερινὸν κνέφας(夜之黑暗)为主语,以 τοὺς φίλους(朋友们)为宾语,依附于 οἶμαι(我想),在由关系副词 ᾗχι(在……地方)引导的从句中,意为“我想夜幕使朋友们聚集的地方”。

  4. 1.2494ᾄδει

    动词 ᾄδω(歌唱)在此处作比喻用,意为“热情地、反复地讲述”,生动地描绘了革罗罢向其他门徒热切报告以马忤斯之事的场景。

  5. 1.2503ἄλυτα

    形容词 ἄλυτος(未解开的、未破坏的)作宾语补足语(谓语性用法),修饰 κλεῖθρα(门闩、障碍)。此处将童贞女产子的奇迹(不损害马利亚的贞洁)与穿过闭门的复活显现进行类比,强调神圣力量在不破坏任何物理障碍的情况下穿透了它们。

翻译:Gemini 3.5 Flash(2026-05-24 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 译文 2 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2438-1.2522