← 纳齐安的贵格利

受难的基督

§1.2523-1.2610

赦罪之应许与作者祈求救赎之结语

基督阐述了罪之宽免与洗礼,作者随之向神和圣母玛利亚献上热切的祈祷,求取自身的救赎与过错的宽免。最后,作者向本书的读者致意,表明本剧的真实性,并承诺将作进一步的解释以结束全剧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
2523

σώσει δ’ ἑαυτὸν, ὃς λόγον δεδεγμένος

凡接受御言

ἀσπάσεται βάπτισμα, ῥύσιον λύθρου·

并欢迎洗礼(这洗涤污秽之礼)的人,必救自己;

2525

ὃς δ’ ἀποδιώξειε τοὺς ὑμῶν λόγους,

但凡排斥你们之言的人,

ὅδ’ ὡς ἄπιστος ἐμπέσῃ κατακρίσει.

他必作为不信者陷入定罪之中。

Ἐφ’ ᾧ δίδωμι Πνεύματος θείου χάριν·

为此,我赐下圣灵的恩典;

οὗ δ’ ἂν λύσητε δεσμὸν ἀμπλακημάτων,

你们若解开谁的过犯之缚,

καὶ δεσμόλυτος εὑρεθήσεται τότε·

他在那时也必被视为解脱了束缚;

2530

οὗ δ’ ἂν κρατῆτε δεσμὸν ἁμαρτημάτων,

你们若留住谁的罪恶之缚,

δεσμοῖς ἀλύτοις κεκρατημένος μενεῖ.

他也必被留于无法解脱的束缚中。

Τοιῶνδε δεσμῶν ἀλύτων με, παντάναξ,

万物之王,救主啊,既然你亲自作那解开束缚者,

ὁ δεσμολύτης αὐτὸς ὢν, Σῶτερ, λῦσον,

求你将我从这些无法解脱的束缚中释放出来。

οἷς, φεῦ· με κατέδησεν ἀπροσεξία

唉,粗心大意将我捆绑,

2535

ἐχθρός θ’ ὁ πλάνος κατεβάρυνε φθόνῳ,

那欺骗的仇敌因嫉妒使我沉重,

ὁρῶν1 με τῶν πρὶν ἀλύτων λελυμένον

他看着我因对你的信心,以及那仁慈的恩赐,

τῇ πρὸς σὲ πίστει, δωρεᾷ φιλαγάθῳ.

得以从先前的无法解脱之缚中解脱出来。

Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, βασιλεῦ παντάναξ,

欢欣吧,善者之善子,万物之王,

τὸν ἀρχέκακον καταπατήσας ὄφιν,

你践踏了那作为恶之根源的古蛇,

2540

ἔσχατον ἐχθρὸν καμβαλών τε τὸν πότμον,

并推翻了最后的仇敌——死亡,

οἷς μή μ’ ἐάσῃς κυριευθῆναι πάλιν.

求你不要让我再次被它们主宰。

Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας

君王,不朽的君王啊,你是伟大的神,

κριτής τε πανένδικος ἔρχῃ με κρίνων·

且作为至公的审判者,将来审判我;

πῶς γοῦν ἐγώ σε τῷ τότ’ ἀθρήσω, Λόγε;

圣言啊,那时我该如何仰望你?

2545

ὄμμασί θ’ οἵοις ἀτενίσω σὸν θρόνον,

我又该以怎样的目光注视你的宝座?

ἐμαυτὸν ἀνάξιον2 ἐνδείξας τάλας

因为我这可怜的人,已表明自己不配得

πόλου τε καὶ γῆς σῆς τε δημιουργίας;

天、地,以及你的创造。

Ὁ δυσμενὴς ἥρπασε, κατήγαγέ με

仇敌夺走了我,并将我带下,

εἰς βόθρον, εἰς τάρταρον, εἰς χάος μέγα·

带入深坑,带入塔尔塔罗斯,带入巨大的混沌;

2550

σφοδρῶς διώξας κατέλαβέ μ’ ὁ πλάνος,

那欺骗者猛烈地追赶并捕获了我,

ὅλον με κατέπτωσεν εἰς ᾅδου ζόφον.

将我的全部推入阴间的幽暗中。

Ἔλεε, Θεὲ, νέμε χέρε, φέρε με

求你怜悯,神啊,伸出你的手,拯救我,

καὶ μή μ’ ἐάσῃς χάρμα τῷ βροτοκτόνῳ.

不要让我成为那杀人者(恶魔)的喜乐。

Σόν εἰμι πλάσμα, σύ με παίδευσον, Λόγε,

我是你所造之物;圣言啊,求你管教我。

2555

καὶ πλῆξον αὐτὸς φιλαγάθως ἐνθάδε

并请你亲自在此以仁慈击打我,

καὶ μὴ γεέννῃ παραπεμφθῆναι λίπῃς.

不要任由我被送往地狱。

Ῥύσιε, λισσόμεσθά σ’, ἠδικήκαμεν

救赎者啊,我们恳求你,我们作了恶,

καὶ σῶμα καὶ ψυχή τε καὶ νοῦς ἀθλίως·

无论是身体、灵魂还是心智,都陷入了悲惨;

ἡμάρτομέν σοι πολλά τ’ ἠνομήσαμεν.

我们得罪了你,行了许多不法的事。

2560

Ὄψ’ ἐμάθομεν, ὅτ’ ἐχρῆν,3 οὐκ εἰδότες,

我们是在无知中,在应当学习的时候,迟迟才学到;

κοὐδ’ ἔκτοτ’ ἐδράσαμεν, ἅπερ σοι φίλα.

并且自那时起,也未曾行你所喜悦的事。

Γινώσκομεν σφάλματα, σὺ δὲ παρόρα·

我们承认自己的过错,但求你宽恕;

ἴδμεν δέ σ’ ὀργὰν οὐχ ὁμοιοῦσθαι βροτοῖς.

因为我们知道,你在愤怒中并不像凡人。

Οἴκτειρον, ὦ Σῶτέρ, με μηδὲ ταῖς ἐμαῖς

救主啊,求你怜悯我,不要任由我

2565

ἀμπλακίαισιν ἀπολέσθαι καλλίπῃς.

因自己的过犯而灭亡。

Παῖς γὰρ ἐγὼ σὸς παῖς τε παιδίσκης σέθεν,

因为我是你的仆人,是你婢女的儿子,

ἐμοῦ δ’ ἕκητι πότμον ὑπέστης, Λόγε,

圣言啊,你为了我的缘故承受了死亡;

καὶ δυσμενεῖ με χάρμα μὴ καταλίπῃς,

求你不要把我留作仇敌的喜乐,

ῥάβδῳ δὲ σῇ παίδευε, πλὴν φιλαγάθως.

但用你的杖管教我,只要带着仁慈。

2570

Πρέσβιν δέδεξο μητέρα σὴν, ὦ Λόγε,

圣言啊,求你接纳你的母亲作为代求者,

σφᾶς δ’, οἷς ἔδωκας δεσμολύτιν σου χάριν.

以及那些你曾赐予解开束缚之恩的人。

Πότνια, πότνα, παμμάκαιρα Παρθένε,

尊贵的、尊贵的、至福的童贞女啊,

σὺ μὲν μακάρων δάπεδον ναίεις, πόλον,

你确实居住在福者的国度,即天国,

ἅπαν πάχος βρότειον ἀλλαξαμένη

脱去了凡人一切沉重之躯,

2575

ἀφθαρσίας τ’ ἄμφιον ἐστολισμένη

并披上了不朽的衣裳,

ἀεί τ’ ἀγήρως ὡς Θεὸς δ’ ἐγνωσμένη·

永远不老,被尊为如同神一般的存在;

λόγοις δ’ ἐμοῖς ἄνωθεν εὐμενὴς ἔσο.

求你从高处对我的言语显示仁慈。

Ναὶ ναὶ, Κόρη πάγκλυτε, τοὺς λόγους δέχου·

是的,是的,至显赫的少女,请接纳我的言语;

μόνον γάρ ἐστι τοῦτό σοι βροτῶν γέρας,

因为这是凡人能给予你的唯一荣耀,

2580

ὡς τοῦ Λόγου σοι μητρὶ, κἂν ὑπὲρ λόγον.4

给那作为圣言之母的你,即便这超越了言语。

Ὅθεν πεποιθώς σ’ ἐν λόγοις ἀμείβομαι

因此,我怀着信赖用言语向你作答,

καί σοι στέφανον πλεκτὸν ἐξ ἀκηράτου

女主人啊,我将一顶用纯洁牧草织成的冠冕,

λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,

美化之后,献呈给你,

ἀνθ’ ὧν με πολλῶν ἠξίωσας. χαρίτων

以报答你使我配得许多恩惠之恩,

2585

ἀεί τε ῥύῃ συμφορῶν πολυτρόπων,

并因为你总是将我从各种灾祸中拯救出来,

ἐχθρῶν ὁρατῶν ἀοράτων τε πλέον.

尤其是从看得见和看不见的仇敌手中。

Τέλος δὲ κάμψαιμ’, ὥσπερ ἠρξάμην, βίου,

愿我能像开始时那样,到达生命的终点,

πλουτῶν ἀεί σε προστάτιν παντὸς βίου

在整个人生中,始终富足于视你为庇护者,

καὶ πρέσβιν εὐπρόσδεκτον ἐς σὸν Υἱέα

并作为向你的儿子代求且蒙悦纳的代求者,

2590

σὺν εὐαρεστήσασιν αὐτῷ φιλάγνοις.

与那些取悦于他的纯洁圣徒在一起。

Μὴ γοῦν ἐάσῃς ἐκδοθῆναι βασάνοις

求你不要任由我被交付受刑,

καὶ χάρμ’ ἔσεσθαι δυσμενεῖ ψυχοφθόρῳ·

并成为那毁灭灵魂之敌的喜乐;

Πρόστηθι καὶ ῥῦσαι δὲ πυρὸς καὶ σκότους,

求你挺身保护我,将我救出火与黑暗,

πίστει δικαιοῦσά με καὶ χάριτί σου·

因着信仰和你的恩典使我称义;

2595

ἐν σοὶ γὰρ ὦπται χάρις ἡμῖν ἐκ Θεοῦ,

因为在你的身上,神对我们的恩典已显明,

καὶ σοὶ χαριστήριον ὕμνον νῦν πλέκω.

如今我也为你编织感恩的赞歌。

Χαῖρ’, ὦ Κόρη πάγχαρτε, μῆτερ παρθένε,

欢欣吧,至可喜的少女,童贞之母,

καλλίστα πασῶν παρθένων, ὑπερτάτη,

众童贞女中最美、至高无上者,

οὐρανιώνων ταγμάτων ὑπερτέρα,

超越天上的军旅,

2600

δέσποινα, παντάνασσα, χάρμα τοῦ γένους·

女主人,万物的女王,人类的喜乐;

ἀεί ποτ’ εὖ φρονοῦσα τυγχάνεις γένει

你始终对人类怀着好意,

κἀμοὶ μεγίστη πανταχοῦ σωτηρία.

对我而言,你在何处都是最大的救恩。

Δός μοι, κυρία, τὴν λύσιν τῶν πταισμάτων

女主人啊,求你宽免我的过错,

καί μοι πάρασχε ψυχικὴν σωτηρίαν.

并赐予我灵魂的救恩。

2605

Ἔχεις ἀληθὲς δρᾶμα κοὐ πεπλασμένον

爱学虔敬之言的人啊,

πεφυρμένον τε μυθικῶν λήρων κόπρῳ,

你手中捧着一部真实而非虚构的剧作,

ὁ φιλομαθὴς5 εὐσεβοφρόνων λόγων.

亦未沾染神话荒诞的污秽。

Εἰ γοῦν θέλεις σὺ, καὶ Λυκόφρονος τρόπῳ

如果你愿意,甚至以吕科弗隆的方式——

γλυκόφρονος νῦν ὡς θέμις ἐγνωσμένου

他如今已公正地被认为具有甘美之心——

2610

λέξω τὰ πολλὰ νητρεκῶς, ὧν μ’ ἱστορεῖς.

我也会将你向我询问的许多事情,毫无差错地如实说出。

语法注5 条
  1. 1.2536ὁρῶν

    分词 ὁρῶν(现在时主动因格单数阳性)的主语是前一行的 ἐχθρός θ’ ὁ πλάνος(欺骗的仇敌)。这表明仇敌“看着我因信仰和恩赐得以从先前无法解脱的束缚中解脱出来,因嫉妒而使我沉重”,整个分词短语修饰主动词 κατεβάρυνε。

  2. 1.2546ἐμαυτὸν ἀνάξιον

    形容词 ἀνάξιον(不配)支配 1.2547 行中的属格名词 πόλου(天)、γῆς(地)和 δημιουργίας(创造)。虽然插入了主格的 τάλας(可怜的)使语序显得复杂,但其结构核心为“表明我自己(ἐμαυτὸν,宾格)不配得天、地和你的创造”。

  3. 1.2560ὅτ’ ἐχρῆν

    连词 ὅτε 与未完成过去时无人称动词 ἐχρῆν(应当)的结合。在语境中,意为“在应当[学习]的时候”,这里省略了作为无人称动词补足语的不定式(即对应主句 ἐμάθομεν 的 μανθάνειν“学习”)。

  4. 1.2580τοῦ Λόγου σοι μητρὶ, κἂν ὑπὲρ λόγον

    利用 Λόγος(圣言/基督)与 λόγος(人类的言语/道理)的双关语。意为“给那作为圣言之母的你,即便这超越了[人类]言语/理智”,诗意地强调了马利亚的神圣性以及超越人类理解的道成肉身之奥秘。

  5. 1.2607ὁ φιλομαθὴς

    带有定冠词的主格形式 ὁ φιλομαθὴς 在此起呼格(Vocative)的作用。这是古典至拜占庭希腊语中,在直接呼唤读者或特定人物时经常出现的一种语法特征。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2523-1.2610