- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2356-1.2437
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
祭司长与卫兵争论之后,使者向圣母马利亚报告了基督复活的消息。马利亚歌颂圣子的神圣权能,并讲述了彼得、约翰等门徒奔向空墓的经过。
Οὐκ οἶδα τοὺς σοὺς οὓς νεκροῦ φῶρας λέγεις,
我不认识你口中那些偷窃尸体的、你的人马;
οὐκ οἶδ’· ὕποπτόν ἐστιν, ὕποπτόν γ’ ἐμοί.
我不认识;这很可疑,在我看来确实很可疑。
Πῶς γὰρ ἂν οἱ φεύγοντες ἔκλεψαν νέκυν,
因为那些正在逃亡的人,又怎能偷走尸体,
ὃν ζῶντα κατέλιπον ἐν πολλῷ φόβῳ;
明明在他活着时,他们就在极大的恐惧中抛弃了他?
Οὔτ’ οὖν φάλαγξ ὕπνωσεν ὕπνον ἐς τόσον
因而,军队既未陷入如此沉睡
καὶ τῆς φυλακῆς τοῦ τάφου κατεφρόνει,
以至于疏忽了对坟墓的看守,
οὔθ’ οἵδε γ’ ἐξήμαρτον ἀτόλμῳ θράσει,
这些人也并未凭着怯懦的胆量犯下过错,
οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα
他们听闻,甚至一个婢女的声音都能令他们惊恐,
ἔκλυον,1 ὥς μιν ἀπανήνασθαι φόβῳ.
以至于他因恐惧而否认了他。
Ὁ πάνθ’ ἑδραῖος, νῦν κλονῇ τῇ καρδίᾳ
始终坚定不移的人啊,如今你却心神不宁,
καὶ ταῦτα κλύων πάνθ’ ὑποπτεύεις μάτην.
听闻这一切,你在徒然怀疑。
Εἴθ’ ἦσθ’ ἀνὴρ πρόβουλος, ὡς δράσαι χερί·
但原你是个有先见之明的人,能亲手付诸行动;
ἀλλ’ οὐ γὰρ αὐτὸς πάντα δύνασθαι βροτῶν
然而,凡人中并无一人天生能靠自己
πέφυκεν, ἄλλῳ δ’ ἄλλο δίδοται γέρας,
做到一切,而是各有不同的禀赋,
σοὶ μὲν μάχεσθαι, τοῖσδε δ’ αὖ κρύπτ’ εἰδέναι·2
给你的是战斗,给他们的则是探知奥秘;
ὃς νῦν πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
如今你听闻火把的光芒便勃然大怒,
κλέψαι τ’ ἀπιστεῖς τοὺς ὀπαδοὺς τὸν πλάνον.
且不信徒众们偷走了那个迷惑人的人。
Ἁπλοῦς ἐπ’ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
针对敌人的简单说辞,便是武装双手。
Στρατὸν σὺ κλέψας κἀμὲ πειρᾷ συστρέφειν.
你收买(盗取)了军队,还企图将我也牵连进去。
Σὺ πάντ’ ἔδρασας· καὶ τὰ λοιπὰ σὺ σκόπει.
一切都是你干的,剩下的事由你自己考虑。
Σὺ γοῦν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ,
既然你这么认为,你便如此相信吧,
πράττειν ἔχοντι καὶ λέγειν μέγα σθένος.
因为你拥有极大的权能去行事和说话。
Τοιαῦτα μαθὼν ἀνόμων τολμήματα,
得知不法之徒如此大胆的行径,
τὴν νεκρέγερσιν κατορυσσόντων δόλῳ,
他们企图用计谋掩盖(埋葬)死者的复活,
ἔδραμον, ὦ δέσποινα, νῦν σοι μηνῦσαι.
女主人啊,我如今奔跑前来向你禀报。
Μὴ γοῦν ἀπίστει· πάντ’ ἀληθῶς γὰρ κλύεις,
请切莫不信;因为你所听到的皆是实情,
καὶ πᾶσαν οἶμαι τὴν πόλιν φάμαν φέρειν.
我想全城都在传扬这一消息。
Κουστωδίας γάρ τινες ἐκφέρουσί που
因为有几个卫兵在某处泄露了消息,
καὶ θαῦμα κηρύττουσιν ἐν μυστηρίοις·
并在奥秘中宣告这一奇迹;
ἥξουσί σοι πολλοὶ δὲ, καὶ τὸ πᾶν μάθῃς·
许多人将来到你这里,你便会知晓一切;
θᾶττον γὰρ αὐτὸς ἄγγελος μηνυμάτων
因为我作为传达消息的使者,
ἔδραμον ἐλθεῖν γηθοσύνῃ καρδίας
怀着满心喜悦,最先奔跑前来,
καί σοι κομίσαι χάρμα καὶ θυμηδίαν.
是为了给你带来欢欣与喜悦。
Εἰς καιρὸν ἥκεις, καὶ χάρις σοι κείσεται·
你来得正是时候,必会对你心怀感激;
εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλων ἄτην
你来得正是时候,尽管这涉及使者们自身的,
αὐτῶν γε μᾶλλον ἀνόμων πρεσβυτέρων,ψευδῆ τε καὶ μάταιά τ’ ἐννοουμένων.
或者说更是那些心怀虚假与虚无之念的不法长老们的迷妄。
Πῶς γὰρ ἂν εἶρξε τάφος ἢ σφραγὶς λίθου
因为,坟墓、石上的封印、
ἢ φυλάκων φάλαγξ τις ἀλήπτου Λόγου
或是卫兵的队伍,又怎能禁锢那无法捉摸的道的、
εἰς συγγένειαν Πατρὸς ἀμειφθὲν δέμας;3
已转化为与父同质的身体?
ὃ καὶ πρὶν ὦπτο βαῖνον ὑγρὰν ὡς πέδον,
那身体甚至在此前便曾被看见,如行平地般在水面上行走,
τὸν αὐτόριζον, αὐτοπλάστην Δεσπότην
承载着那自为根源、自我塑造的主,
φέρον φέροντα τὸν φέροντα πᾶν κράτει,4
承载着那以权能维系万有、又维系(承载)着它者的一位,
ὃς κλεῖθρα παρθένια μηδαμῶς λύσας
他绝未损毁童贞的门户,
ἐξῆλθεν, ἀνέτειλεν ἐνθέῳ σθένει·
走了出来,并以神圣的力量升起;
οὐ γὰρ κορείης ἅμμα διέλυσέ πως.
因为他绝没有解开贞洁的结。
Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην.
我生育了他,我知晓我是如何生产的。
Ἡ φυλάκων φάλαγξ δὲ πῶς ἂν ᾔσθετο
那么卫兵的队伍,又怎能察觉到
τὴν ἐξέγερσιν τοῦ λαθόντος ἀγγέλους;
那甚至避开了天使的、他的复活?
πῶς ἐκ βροτείων αἱμάτων πλάττει δέμας;
他是如何由凡人的血肉塑造出身体的?
πῶς σὰρξ πέφηνεν ὢν ἄσαρκος πρὶν Λόγος;
昔日无肉身的道,又是如何以肉身显现的?
πῶς καὶ μένων ὅλος δὲ Πατρὶ πρὸς πόλον,
他又是如何在全然留在天父那里的同时,
ὅλος τε παντὶ πρός τ’ ἐμὴν ἦν γαστέρα;
又全然存在于万有之中、以及我的腹中?
Ταῦτ’ ἐφρύαξαν ἱερεῖς μάτην φθόνῳ.
祭司们因嫉妒而徒然对这些事愤怒狂吠。
Ἡμεῖς δὲ, φίλαι, νῦν δράμωμεν πρὸς τάφον,
而我们,朋友们,现在让我们奔向坟墓,
στείχωμεν ὡς τάχιστα πρὸς τύμβον πάλιν·
让我们尽快再次走向坟墓;
πάντ’ ἐξακριβώσωμεν ἀσφαλῶς ἔτι
让我们再次确凿地核实一切,
καὶ πάντα δηλώσωμεν, ὡς ἔχει, φίλοις·
并将一切如实向朋友们说明;
αὐτοί τε συνδραμόντες ὄψονται μάλα.
他们自己一同跑来,定能亲眼看见。
Καὶ μὴν ὁ Πέτρος σὺν Ἰωάννῃ φίλῳ,
瞧啊,彼得与挚友约翰,
θᾶττον δραμόντες πρὸς τάφον ζωηφόρον
飞快地奔向赐予生命的坟墓,
καὶ πάντ’ ἀκριβώσαντες, εἶπον τοῖς φίλοις,
在确证了一切后,对朋友们说,
ὡς Μαγδάλ’ εἶπε Μαρία πιστουμένη,
正如抹大拉的马利亚确信地所说,
πρώτη δραμοῦσα, πάντ’ ἀκριβωσαμένη
她最先奔跑,确证了一切,
καὶ τὴν κένωσιν μηνύσασα τοῦ τάφου.
并通报了坟墓已空。
Ναὶ ναὶ πρὸ πασῶν ἥδ’ ἔδραμεν ἐς τάφον,
是的,是的,她赶在所有人之前奔向坟墓,
ἐγώ τε ταύτῃ ξυνέδραμον αὐτίκα,
我也立刻与她一同奔跑,
καὶ τὴν κένωσιν εἴδομεν πρὶν τοῦ τάφου,
我们在先前已见到了坟墓的空无,
ἄρσιν τ’ ἔδοξε τήνδε νεκροῦ φιλτάτου
且这最亲爱死者的遗体像是被移走了,
καὶ πρὸς τόπον σώματος ἄλλον που θέσιν.
安置在了别处的某个地方。
Ἀλλ’ εὐθέως ἔγνωμεν, ὡς τὸ πρᾶγμ’ ἔχει,
但我们立刻知晓了事情的实情,
καὶ τοῦτο μύσταις Μαρία δραμοῦσ’ ἔφη·
马利亚奔跑着去,将这事告诉了门徒;
Πέτρος δ’ ἀναστὰς ἔδραμε πρὸς τὸν τάφον,
彼得便起来奔向坟墓,
ξυνέδραμ’ αὐτίκα τε μύστης παρθένος,
那童贞的门徒也立刻与他一同奔跑;
εἶδόν θ’, ἅτιν’ εἴρηκε Μαρία σφίσιν.
他们看见了马利亚对他们所说的一切。
Αὖ δ’ ἄμμες ἐλθεῖν κατόπιν γ’ ἐδράμομεν.
随后我们也跟在后面奔跑。
Ἐγγὺς δ’ ὅμως πάρεστιν ἥδ’ ἡ Μαγδάλα,
尽管如此,抹大拉的马利亚就在附近,
φήσειέ τ’ αὐτὴ πᾶν ὅραμα δρᾶμά τε.
她自己会说出所有的景象和所见所闻。
Τί φὴς, κόρη δέσποινα, χάρμα τοῦ γένους;
说什么,女主人、少女,我们一族的喜悦?
Ἅττα προϊδεῖν καὶ προειπεῖν τοῖς φίλοις
正如你亲自说过,要向朋友们预见并预言的那样,
εἴρηκας αὐτὴ, ταῦτ’ ἀπαγγέλλω κόραις.
我将这些事向少女们宣告。
Οὕτως ἔχει, δέσποινα, καθάπερ λέγεις.
确实如此,女主人,正如你所说。
- 1.2363οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα ἔκλυον
ἔκλυον 可以解析为“我听闻”或“他们听闻”。在此处的意思是“他们(祭司们)听闻他们(门徒,即 οὓς)甚至被一个婢女的声音(θεραπαίνης ὄπα)所惊吓(κατασεῖσαι,不定式)”。这指的是彼得因害怕一个婢女而否认基督的事件(ὥς μιν ἀπανήνασθαι φόβῳ)。
- 1.2370σοὶ μὲν μάχεσθαι, τοῖσδε δ’ αὖ κρύπτ’ εἰδέναι
在语法上,不定式 μάχεσθαι 和 εἰδέναι 作为主语,与关系与格 σοὶ 和 τοῖσδε 连用。此处省略了表示“被赋予”或“适合”的无人称动词(如 δέδοται)。
- 1.2394ἀλήπτου Λόγου εἰς συγγένειαν Πατρὸς ἀμειφθὲν δέμας
δέμας(身体,中性单数主格)是主句动词 εἶρξε 的主语。ἀλήπτου Λόγου 是修饰 δέμας 的属格(“无法捉摸的道的身体”)。中性分词 ἀμειφθὲν 与 δέμας 一致,并带有所带的介词短语 εἰς συγγένειαν Πατρός(转化为与父同质/亲缘关系)。
- 1.2398φέρον φέροντα τὸν φέροντα πᾶν κράτει
这是一个包含多个分词的神学文字游戏:中性主格分词 φέρον 与前文的 δέμας(基督的身体)一致,并以阳性宾格 φέροντα(“被承载者”,即主基督)作为其宾语。而这又由 τὸν φέροντα πᾶν κράτει(“以权能承载万物者”)作同位语或解释说明。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 1 处
