- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2277-1.2355
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对祭司企图隐瞒复活真相的收买,守卫以获得庇护为条件接受了伪证,并在暴君皮拉多面前假称门徒偷走了尸体。皮拉多严厉斥责守卫的失职,并下令立即搜捕潜逃的案犯。
Πείθῃ μὲν οὐδὲν τῶν ἐμῶν κλύειν λόγων·
你全然不愿听从我的言语;
ἐγὼ δὲ, καίπερ πρὸς σέθεν κακῶς κλύων,1
但我,尽管被你恶言相向,
οὐ φημὶ χρῆναι κατεπαίρεσθαί σ’ ἔτι,
却说你不应当再如此狂妄,
ἀλλ’ ἡσυχάζειν· οὐ γὰρ ἂν ἀνέξεται.
而是应当保持静默;因为他绝不会容忍。
Ὡς δ’ οὐδὲν ἐπράσαμεν, ἡ σφραγὶς τάφου
我们未曾做过任何不义之事,坟墓的印记
ἔδειξε σαφῶς, καὶ πρόφασιν οὐκ ἔχεις·
已然昭示得一清二楚,你已无话可说;
τηρουμένης γὰρ κειμένου τε τοῦ λίθου,
因为尽管巨石横卧且有守卫防护,
ὢ θαῦμα φρικτὸν, ἐξανέστη τοῦ τάφου.
噢,可怕的奇迹啊,他已从坟墓中复活。
Ἔα τὰ πολλὰ καὶ δέχου τὰς δωτίνας.
且莫多言,收下这些赏赐吧。
Ἐπείπερ οὐ πείθῃ σὺ τοῖς ἐμοῖς λόγοις,
既然你并不为我的言语所动,
ἔγωγε τοῖς σοῖς, ὡς λέγεις, πεισθήσομαι.
我便如你所说,依从你的话。
Σὺ δὲ σκόπει τὸ πῶς με τυράννου ῥύσῃ.
但你且看,你将如何把我从暴君手中救出。
Μή σοι μέλησις τοῦδέ τις ἔστω πέρι·
对此你无须有任何担忧;
πείσω γὰρ αὐτὸν νῦν φρονεῖν ἀδελφά σοι,2
因为我自会劝说他,让他如今与你同心,
ὡς ἐγγενῆ σοι καὶ χθονὸς τῶν Αὐσόνων.
毕竟他是你的同胞,亦是奥索尼亚之地的人。
Ἀλλ’ ἀπίωμεν τάχιον· μή σοι δέος.
然则我们快些离去吧;莫要惧怕。
Ἐρεῖς δέ· Μύσται τοῦδε νυκτέρῳ ποδὶ,
你只要说:“此人的徒众乘着夜色,
λαθόντες ὄμμα τοὐμὸν, ἦραν τὸν νέκυν.
避过我的眼目,将尸体偷运了去。”
Ἰώ μοι· ἰὼ, αἲ αἴ·
呜呼哀哉!呜呼,哀哉,哀哉!
Τίς ἐστιν, ὃς θρηνῶν γοῶν τ’ ἔξω στένει;
是谁在外面哀哭呻吟?
Φάλαγξ φυλάκων τοῦ κατακρίτου νεκροῦ,
那被判罪之死尸的守卫军队,
ἄναξ, πάρεστι καὶ φόβῳ πολλῷ στένει.
君王啊,已在门外,正怀着极大的恐惧呻吟。
Εἰς καιρὸν ἥκει, καίπερ ἐμφαίνουσά3 τι·
他们来得正是时候,虽说显露出异样;
τί γὰρ, τί θρηνοῦσ’ ἀλαλάζει καὶ στένει;
因为,他们为何如此哀哭、呼喊并呻吟?
τίνος θ’ ἕκητι τὸν φόβον φέρει; λέγε.
又是因为何故而心怀恐惧?说吧。
Αὐτοὶ παρόντες τοὺς λόγους ποιησάτων.
让他们自己上前来陈述吧。
Μύσται γὰρ, ἄναξ, τοῦδε νυκτέρῳ ποδὶ,
君王啊,因那人的徒众乘着夜色,
λαθόντες ὄμμα τοὐμὸν, ἦραν τὸν νέκυν.
避过我的眼目,将尸体运了去。
Πῶς, ὦ μέγιστα πήματ’ ἐξειργασμένοι,
怎么会,噢,你们这些犯下滔天大祸的家伙,
μύσται μολόντες εἰς τάφον γ’ εἰσίεσαν,
徒众来到坟墓,竟能潜入其中,
ὑμᾶς λαθόντες, καὶ νέκυν ἀφήρπασαν;
避过你们,并将尸体劫掠而去?
κοὔτ’ εἰσιόντας πρὸς τάφον συνήκατε,
他们进出墓地,你们竟全然没有察觉?
οὔτ’ ἐξιόντας; Τῶνδε τίς δώσει δίκην
除你之外,还有谁当为此事受罚?
πλὴν σοῦ; σὲ γὰρ φύλακά φημ’ εἶναι τάφου·
因为我说你便是那坟墓的守卫;
ὄφλειν τ’ ἔθηκας τοῖς βροτοῖς γέλωτά με,
你使我沦为凡人的笑柄,
πρὸς αἰσχύνῃ δὲ καὶ δίκην τίσω4 φόνου.
蒙羞之余,我还将承担这谋杀的罪责。
Κλέπται σ’ ἔλαθον, ἐγγελῶντες πολλά μοι;
盗贼避过了你,对我大加嘲笑吗?
τίς γὰρ πρόφασις τοῦ νεκρὸν κλέψαι δέμας;
毕竟,盗取这具尸身能有什么借口?
πῶς δ’ ἂν ἐτόλμων φυλάκων τόσων μέσον,
在如此多传闻携着火把光芒的
οὕς φασι καὶ φῶς λαμπάδων πυρὸς φέρειν,
守卫当中,他们怎敢贸然前来?
(καὶ τῶνδ’ ἄνευ δὲ πανσέληνος νὺξ τρέχει,)
(即便没有这些,也有满月之夜当空),
ἐλθεῖν τρέμοντας καὶ κυλῖσαι τὸν λίθον,
他们战战兢兢地前来,并滚开那块巨石?
ὃν ἀπονητὶ στρατὸς οὐκ ἔθηχ’ ὅσος
那块即便是整支军队也无法毫不费力安置的巨石。
τέθεικέ τε σφραγῖδας ἐκτὸς τοῦ λίθου
而且长老们的群体,也在巨石之外,
ἰλαδὸν ὑμῖν καὶ χορὸς πρεσβυτέρων;
与你们一同,密密麻麻地加盖了印记。
Οὐκ οἶδα μύστας, οὓς νέκυν κλέψαι λέγεις·
我不认得你所说盗走尸体的徒众;
σὺ τοῦτ’ ἔδρασας· οὐδὲν ἂν δεξαίμεθα·
是你做了此事;我们绝不接受任何借口。
γνώμην δ’ ἀφαιρῇ τὴν ἐμὴν, κλέπτων λόγους.
你盗用言辞,剥夺我的心智。
Ἀλλ’ οὖν μακροῦ σοι καὶ σφοδροῦ δέει λόγου,
然则,你需要一番长篇而有力的自辩,
ὅτῳ με πείσεις μὴ λέγειν ψευδηγόρως.
好以此说服我,你并非在说谎。
Οὐ γὰρ μένουσι τῆς ἀληθείας λόγοι,
因为真理的言语并不停留,
ἀλλὰ τρέπουσι τοὺς λόγους βουλεύματα,
诡计反倒歪曲言语,
οὐδ’ ἐμμένουσιν οἱ λόγοι βουλεύμασιν.
言语亦不存于诡计之中。
Ὀρθῶς, ἄναξ, εἴρηκας, ὡς τὸ δρᾶμ’ ἔχει·
君王啊,关于这桩事,您说得极是;
ἐγὼ γὰρ ὄμμ’ ἄγρυπνον εἶχον εὐφρόνῃ
因为我整夜都在睁眼防守,
κοὔτ’ ἔβρισ’ οὔτ’ ἐκοίμισ’, οὐ νὴ σὴν κάραν,
既不曾打盹,也未曾入睡,凭您的头颅起誓;
εἶδόν τε πάντα καὶ δραμὼν ἦλθον λέγων.
我目睹了一切,且奔跑前来相告。
Κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν
我原本热切渴望在夜里奔跑前来,
καὶ σοὶ τὸ πᾶν εἰπεῖν τε καὶ φυγεῖν δίκην·
向您说明一切并免受刑罚;
ἀλλ’ οἱ σοφοί γε καὶ τὸ θεῖον εἰδότες
只是那些智慧且通晓神圣事务之人,
μεῖναί μ’ ἔπεισαν ἡμέρας λαμπρὸν φάος·
劝说我留守,直等到白日显现;
οὐ γὰρ φαεννοί με ξυνέσχον ἡλίου
因为留住我的并非太阳那明亮的灯火,
λαμπτῆρες, ἀλλ’ ἔδραμον ἐς σφᾶς αὐτίκα
我向他们奔去,
καὶ σφίσιν εἶπον πᾶν ὅραμ’ ἄκουσμά τε·
向他们陈述了所见所闻的一切;
οἵδ’ οὐ μένουσι τοῖς ἐμοῖς ὀρθῶς λόγοις.
然则,他们并不依从我真实的陈述。
Δέδοικα, φάλαγξ, μὴ μάτην ψευδηγορῇς·
军队啊,我唯恐你是在白白说谎;
μύσται γὰρ ἢν ἔκλεψαν, οὐκ ἴσμεν τορῶς·
至于徒众是否盗取了尸体,我们并不十分清楚;
καὶ γὰρ ὕποπτόν ἐστι κάρτ’ ἐμῇ φρενί·
因为这在我心中实在是疑点重重。
τί γὰρ ἐναργὲς τοῦδ’ ἐρεῖς τεκμήριον;
关于此事,你能说出什么显明的证据?
Ἄναξ, ταχύνεις, πρὶν μαθεῖν τὸ δρώμενον.
君王啊,在查明所发生的事之前,您太操之过急了。
Ὁ κλὼψ ἐν ὄρφνῃ παντὶ πάμμεγα σθένει.
黑暗中的盗贼对任何人而言都拥有极大的力量。
Ἀλλ’ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ,
但必须尽速向下属的军队下令,
ὡς ἄν τις αὐτῶν καὶ ταχύπους τυγχάνων
好让他们当中任何步履快捷之人,
φάλαγγ’ ὑπερβὰς νυκτὸς ἐν καταστάσει,
在深夜的沉静中追上那伙人,
ὡς ἐν βρόχοισι δέσμιος λελημμένος,
犹如落入罗网被缚的囚徒一般将其擒获,
πληγαῖς χαραχθεὶς, ἐκμάθῃ τὸ πρακτέον.
严刑拷打之下,彻底查明该当如何处置。
Αἰσχρὸν γὰρ ἡμῖν καὶ πρὸς αἰσχύνῃ κακὸν,
因为这对我们而言是耻辱,是在羞辱之外的祸害,
Θεοῦ διδόντος, ἀνιῶντας ἀπόνως
在神赐予机会时,若毫无劳苦与痛苦地,
λαθεῖν ἐᾶσαι δρᾶμα δράσαντας τόσον.
放任那些犯下如此大罪的人悄然遁形。
- 1.2278κακῶς κλύων
悲剧中的常见固定表达,意为“被恶言相向”或“名声败坏”。听觉动词(κλύω)在此被用作“说坏话(κακῶς λέγω)”的被动对应表达。
- 1.2290ἀδελφά σοι
形容词 ἀδελφός(兄弟的、同源的)的中性复数宾格形式在此作副词性使用,与与格 σοι 连用,表示“与你一致”或“对你有利”。
- 1.2299ἐμφαίνουσά
阴性单数主格的现在分词。在语法上与前文 §1.2297 中的阴性名词 φάλαγξ(军队,此处指守卫一伙人)相呼应,将守卫个人的哀叹描绘为整个群体的表现。
- 1.2312δίκην τίσω
悲剧惯用表达 δίκην τίνω(遭受惩罚、赎罪)的将来时形式。主语为第一人称单数(皮拉多本人),展现了皮拉多因守卫的玩忽职守而将被追究杀人责任(即执行死刑的后果)的焦虑。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-24)
- 中于 2026-05-24 由 Gemini 3.5 Flash 重新翻译
- 2026-11-24 AI校阅 — 译文 1 处
