- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2195-1.2276
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使者叙述了守卫们在夜间奔向祭司报告墓中神迹的经过。祭司们企图贿赂守卫撒谎,但守卫描绘了自己目睹的超自然现象,并劝告他们将复活的耶稣接纳为神圣的存在。
καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ
并且以坚定的热忱注视着坟墓,
νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων
如今在夜间的喧嚣中聚集在一起,
πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ,
带着极大的战栗奔向祭司们,
νέαν δ’ ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ·
在恐惧中,似乎显露出新的消息;
νυκτηγοροῦντές τ’ ἦσαν ὡς πεφρικότες.
他们在夜间谈论,仿佛惊恐万分。
Οὐκ εἰς κενὸν δ’ ἄρ’ ἡ φάλαγξ ὑπέτρεμε·
因此,那支军队并非凭空战栗;
ἐγὼ δ’ ἔμαθον αἰτίαν παρ’ ἐλπίδα,
而我出乎意料地得知了原因,
νύκτωρ κατ’ ἄστυ τειχέων εἴσω μολών·
夜间走入城墙内的市区;
καὶ τήνδε μαθὼν ἧκον ἡσύχῳ βάσει,
得知此事后,我以安静的步伐前来,
στρατοῦ κατόπιν ἀκροώμενος λόγων.
在军队后方倾听他们的言辞。
Ὅδ’ εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ
此人如此说道,带着恐惧的大胆,
λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου·
滔滔不绝地诉说着坟墓的一切惊异;
εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους
于是他说道,他对长老们
ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου,
以及大祭司们,那场谋杀的策划者们,
συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι·
他们聚集在一起并正对此事进行商议:
„Ὦ τὸν φρικώδη πότμον ἐξειργασμένε
“噢,酿成了可怕命运的
γραμματέων ὅμιλε καὶ πρεσβυτέρων,
经学家与长老们的群体啊,
ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα,
我来向你和城邦宣告许多奇事,
ὡς καινὰ πάντα θαυμάτων δ’ ἐπάξια,
这一切尽皆新奇且值得惊叹,
ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ
乃是那具尸体所展现出来的。我虽被派为
ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω·
夜间守卫,而今依然在战栗;
ὥστ’ εἰ παρῆσθα, τοῦτον, ὃν τάχ’ ὡς νέκυν
因而,若你当时在场,对于那个你派我们
ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ,
在墓旁当作尸体守卫的人,
εὐχαῖσιν ἂν μετῆλθες,1 εἰσορῶν ξένα.
在亲眼目睹奇事时,你定会以祈祷去追寻他。
Θέλω δ’ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
我想知道,我是该向你坦白
φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα.
诉说那里的情形,还是我们应当收敛言辞;
Ταρβῶ γὰρ εἰπεῖν τοὺς λόγους ἐναντίον
因为我害怕在暴君面前
πρὸς τὸν τύραννον, τὸ φρενῶν πτήσσων τάχος
吐露言语,我畏惧他那敏捷的心智,
τό τ’ ὀξύθυμον καὶ τὸ λίαν ἠρμένον.“
还有那易怒且极度高傲的性情。”
Ταῦθ’ ἡ φάλαγξ ἔφησε πρὸς πρεσβυτέρους,
军队如此对长老们说道,
οἱ δὲ στραφέντες καθ’ ἑαυτοὺς τοιάδε
而他们转身面向彼此,
ἔλεξαν ἄμφω καὶ προσεῖπον ἀθλίως·
两人皆如此说道,惨痛地吐露:
„Ἤδη τόδ’ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
“如今这耶稣带来的侮辱已如烈火般在近处燃起,
ὕβρισμ’ Ἰησοῦ, νῦν φόβος θ’ ἡμῖν μέγας.
如今我们面临着极大的恐惧。
Ἀλλ’ οὐ μέλειν δεῖ, δεξιοῦσθαι δὲ στρατόν.“
但我们绝不可坐视不管,而必须拉拢军队。”
Αὖ δὲ στραφέντες πρὸς φάλαγγ’ εἶπον τάδε·
他们再次转向军队,如此说道:
„Ἄκουε, φάλαγξ, ὡς ἔχω γνώμης ἐγώ·
“听着,军队,我的想法是这样的:
ὅσ’ οὐ κατὰ γνώμην ἐρεῖν ἡμῶν ἔχεις,2
凡是你要说的、不合我们心意的一切事,
κρύφθ’, ὡς ἀθῶος δι’ ἐμοῦ πάντων ἔσῃ,
且隐藏起来,这样通过我,你在一切事上都会安然无恙,
ἐροῦσ’ ὀπαδοὺς τὸν νέκυν κλέψαι λάθρα·
你们就说徒众暗中偷走了尸体;
δώσω δέ τοι καὶ δῶρ’, ἃ καλλιστεύεται·
我还会给你最精美的礼物;
οὐ γὰρ χρεὼν ἄνακτι ταῦτά σε φράσαι,
因为你不应当向君王报告这些事,
ἃ πρὸς κλέος ῥέπουσι τοῦ τεθαμμένου,
那些倾向于宣扬被葬者名声、
ἄμμιν δὲ κατήφειαν εἰσφέρουσί που
想必会给我们带来沮丧,
ὄχλου τε θυμὸν ὑπανάπτουσι σφόδρα
并极大地煽动起群众的怒火,
πάντων τ’ ἀγανάκτησιν εἰς ἡμᾶς ἄγει.“
将众人的愤慨引向我们。”
Ἥδ’ ἀντέφησεν ἡ φάλαγξ τῶν φυλάκων·
守卫的军队回答道:
„Ἐγὼ μὲν οὐκ ἐρῶ τι τῶν ἐγνωσμένων,
“我绝不会透露任何已知之事,
ἐπεὶ δοκεῖ σοι καί με ῥύεσθαι λέγεις,3
既然您意下如此,且您说会保护我
πρὸς τὸν τύραννον· σοὶ δ’ ὅμως εἰρήσεται.
免受暴君之害;然而,我还是要对您说明。
Ἀνὴρ ὅδ’ ἥσσων οὐδενὸς θεοῦ δοκεῖ,
此人看起来不逊于任何神明,
ἐξ ὧν τε πρὶν πέπραχε καὶ νῦν θαυμάτων,
无论是从他先前的作为,还是从如今展示出的奇迹来看。
ὃς ἐξαναστὰς κειμένου λίθου τάφῳ
尽管墓口横着巨石,
καὶ τῶν σφραγίδων ἐμμενουσῶν εἰσέτι
且印记依然完好,
ἡμῶν τ’ ἀΰπνων ἐγκαθημένων κύκλῳ
我们也通宵达旦地围坐防守,他却依然复活,
τὰ πάντα κατηύγασεν, ἡμᾶς δὲ τρόμῳ
照亮了一切,并用颤栗将我们
ὡσεὶ νεκροὺς τέθεικεν ἐξεστηκότας·
变成如同惊愕的死人一般;
γῆς γεῖσσ’ ἐσαλεύθη γὰρ ἀσχέτῳ κλόνῳ,
因为大地之基在无法遏制的震动中剧烈摇晃。
αἴφνης δ’ ὁ λίθος ἐκκεκύλισται τάφου·
突然间, 巨石从坟墓旁滚开;
καὶ τοῦτο δ’, ὡς ἔοικεν, εἰσορᾶν ἔχῃ
显然,您也能亲眼目睹此事,
συνιέναι τε πᾶς θεωρῶν τὸν τάφον·
任何注视这坟墓的人都能领会。
ἐκ δ’ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι,
虚空中传来一阵声音,依我推测,
Θεὸς πατὴρ ἤχησεν ἐν βοῇ ξένῃ·
乃是父神以奇异的呼喊作声;
ταύτῃ θ’ ἅμ’ ἐβρόντησε, καὶ πρὸς τὸν πόλον
与此同时雷声大作,在穹苍
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός·
与大地之间,他立起了一道庄严之火的光芒;
σίγησε δ’ αἰθὴρ, σίγα δ’ ὕλιμος νάπη
天空静默了,那郁郁葱葱的山谷
φύλλ’ εἶχε, καί ποθ’ οὐκ ἂν ἤκουσας ψόφον.
保持着它的枝叶,在某个瞬间你甚至听不到一丝声响。
Τὸν ἄνδρα γοῦν τόνδ’, ὅστις ἐστὶν, ὦ φίλοι,
因而,朋友们啊,无论此人是谁,
δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας.
就在此时接纳他吧;因为他在一切事上都显得伟大。
Κἀκεῖνο φασὶν αὐτὸν, ὡς ἐγὼ κλύω,
我听闻人们还说,他
τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς,
给凡人赐予了消除灾祸的恩赐,
καὶ τοῦδ’ ἄνευ μηδὲν καλόν τ’ εἶναι ποτὲ
且若没有这恩赐,任何美善之事便绝不存在,
μήτ’ αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος,
也不会再度产生;而如果这传言属实,
θύοιμ’ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
我宁愿向他献祭,也不愿在愤怒中
πρὸς κέντρα λακτίζοιμι,4 θνητὸς ὢν θεῷ.“
踢向刺棒,以凡人之躯对抗神明。”
Σὺ πόλλ’ ὕπνωσας καὶ λαλεῖς ὀνείρατα.
“你睡了太久,满口都在说梦话。
Ἔκλεψαν, ὡς ὕπνωσας, μύσται τὸν νέκυν,
徒众趁你睡觉时偷走了尸体,
καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον,
你对暴君只需说这一件事,
ὃ δ’ οὐ καταθύμιον ἡμῖν, σὺ σίγα·
至于不合我们心意的事,你须闭口不言;
σιγῶν δὲ τοῦτο δεξιώσεις νῦν λάβῃς·
只要在此事上保持沉默,你现在就能得到赏赐;
ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν,
否则,便是你们自愿卖掉了尸体,
κἂν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ.
若你不保持沉默,暴君就会得知此事。”
- 1.2218ἂν μετῆλθες
过去时直陈式 μετῆλθες 连同 ἂν 构成了与过去事实相反的虚拟条件句的归结从句(其条件从句为 §1.2216 的 ὥστ’ παρῆσθα,其中 παρῆσθα 为第二人称单数未完成过去时),表示“你本会去追寻”。
- 1.2232ἐρεῖν ... ἔχεις
动词 ἔχεις 结合将来时不定式 ἐρεῖν,用以表达可能性或意图(“你能够说”或“你将要说”),指守卫可能说出的所有违背祭司意愿的话。
- 1.2243με ῥύεσθαι λέγεις
这是一个“对格加不定式”结构,其中对格代词 με 充当不定式 ῥύεσθαι 的主语,整体作为动词 λέγεις 的宾语(意为“既然您说您会保护我”)。
- 1.2269πρὸς κέντρα λακτίζοιμι
这是一个经典的成语,意为“踢刺棒”(参见 Eur. Bacch. 795, Acts 26:14 等),比喻徒劳无功且自寻伤害的抵抗。此处的希求式 λακτίζοιμι 与 §1.2268 的 θύοιμ’ 共同受 ἂν 修饰,构成潜在表达的一部分。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 2 处
