- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2109-1.2194
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
遇到复活耶稣的妇女们怀着敬畏与喜悦,准备赶往门徒处。守卫们整夜看守的事实被揭示,从而证实了耶稣逃脱哈得斯并已复活的传闻。
ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως·
那优雅的黎明如今是如何升起!
ὦ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων,
噢,光芒射线那无法言表的灿烂,
ὦ χάρμα παγκόσμιον, ὦ θυμηδία,
噢,普世的喜悦,噢,欢欣,
ὦ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα,
噢,令人振奋的快乐,噢,伟大的喜乐,
πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ
人们究竟该如何诉说,该如何用言语宣告
ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας;
我此时心中的狂喜?
Ἀλλ’ ἀπίωμεν, ὡς ὁ Δεσπότης ἔφη.
但让我们离去吧,正如主人所说。
Ἐγγὺς ἰδοὺ, δέσποινα, φίλαι σοι κόραι
看啊,女主人,在近处有你亲爱的少女们,
ἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτων1
以及所有其他加利利的造物,
πρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν,
正奔向坟墓去膏抹遗体,
τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ’ ἔτι.
她们至今还不知道他的复活。
Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον·
因此,让我们与她们一起再次前往坟墓;
οὐ γὰρ κόρος τίς ἐστι θαυμαστὰ βλέπειν.
因为观看奇妙之事是永远不会厌倦的。
Ἡ γὰρ ποθοῦσα καρδία πάντ’ εἰδέναι
因为那渴望知晓一切的心,
ἐν τοῖς ἀγητοῖς λίχνος οὖσ’ ἁλίσκεται2
在对奇妙之事的贪求中被捕获,
ἀθρεῖν τε ταῦτα συχνάκις λιχνεύεται.
并且常常渴望去凝视这些。
Ἀλλ’ ὤ· τίς ἐστιν εὐπρεπὴς νεανίας,
但是,噢,那个端庄的青年是谁,
ὃς λευκοχίτων δεξιοῖς ἵζει τάφου;
他身穿白衣,坐在坟墓的右侧?
Θάμβος μ’ ἔχει βλέπουσαν ἀστραπὴν θέας.
看着他那如闪电般惊艳的容颜,我满心惊叹。
Μὴ δὴ θροεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
你们切莫惊慌,愿你们毫无畏惧。
Τὸν Ναζαρηνὸν, οἶδ’, Ἰησοῦν, ὦ κόραι,
我知道,少女们,你们正在寻找
ζητεῖθ’· ὅδ’ οὐκέτ’ ἐστὶν ἐν τάφῳ μένων,
那纳匝肋人耶稣;他已不再留在墓中,
ἀλλ’ ἐξανέστη, καὶ κενὸς τόπος μένει.
而是已经复活,空出的地方正保留着。
Ἄπιτε γοῦν, εἴπατε μύσταις καὶ Πέτρῳ
因此,快去吧,告诉门徒们和彼得,
ἐς Γαλιλαίαν σφίσιν ὀφθῆναι3 τάχει.
让他速速在加利利向他们显现。
Ἐγὼ τρέμουσα καὶ φόβῳ κρατουμένη
我浑身颤抖,被恐惧所支配,
πρὸς τὸν Πέτρον νῦν εἶμι καὶ λοιποὺς φίλους,
现在要去往彼得和其余的朋友那里,
εὐάγγελον φέρουσα βάξιν καὶ πάλιν·
再次带去大好的喜讯;
ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.
因为显现的那位曾说也要告诉彼得。
Ἄμμες4 δὲ θάμβει καταπλαγεῖσαι, κόραι,
但我们,少女们啊,被惊愕所压倒,
ἔκστασιν ἐκστᾶσαί5 τε τῇ καινῇ θέᾳ
因这崭新的景象而陷入了极度的惊诧,
φεύγωμεν ὡς τάχιστα μνημείου τρόμῳ,
让我们在战栗中以最快的速度逃离坟墓,
σιγῇ φέρουσαι πᾶν ὅραμ’ ἄκουσμά τε,
在静默中带走所见所闻的一切,
καὶ μηδὲν ἐκφέρωμεν ὡς πρὸς μηδένα.
并且不要对任何人泄露半点。
Μνήμαν ἔχουσαι τῶν λογοπράτου δόλων
记住那出卖言语者的诡计,
φοβούμεναι τε τῶν βρόχων τὴν ἀγχόνην
恐惧着绞索的吊死,
νεκροπρεπές θ’ ὡς μνῆμα τόν γ’ αὐτοῦ τρόπον,
以及像他那种结局的如尸体般的坟墓;
τὸ μυστικὸν παίξαντος ἐχθρῶν ἐς μέσον,
因着那在仇敌中间行了神秘游戏之人的缘故,
φύγωμεν, ἐξέλθωμεν ἐννοιῶν κάτω
让我们逃离,让我们走出阴暗的想法,
καὶ δυσμενεῖ μὲν μηδὲν ἐξεγνωσμένων
我们对敌人切莫透露半点已知之事,
εἴποιμεν ἄμμες, πλὴν φίλοις μύσταις μόνοις·
除了只对亲爱的门徒们;
κακὸν γὰρ οὐδὲν οὐδενὶ, ξυνὸν δέ τι
因为这对任何人都不是坏事,而是某些共通的
πρὸς πανάληθες ἀγαθῶν ἀγγελμάτων·
关乎至真至善的好消息;
καὶ ψεῦδος οὐδέν· ψεῦδος ἄμμιν δ’ οὐ φίλον,
而且毫无虚假;虚假于我们而言并不讨喜,
νεκροφρόνων φρόνημα φυγούσαις καλῶς
我们已成功避开了死人般的想法,
καὶ παγκάλην ἔκστασιν ἐκστάσαις φόβῳ,
并在敬畏中体验了极美的出神,
ᾧ πᾶς κακίας ἐκκλίνει θεοφρόνως.
借此,人人皆能敬虔地避开邪恶。
Τοιοῦτον οὐδὲν οὐδενὶ φράζειν θέμις
对于走出坟墓的人们,如我所说,
ταῖς ἐξιούσαις, ὡς ἔφην, τῶν μνημάτων
不应该向任何人透露任何此类事情,
μηδ’ ἐμφερούσαις μνημόσυνον εἰσέτι
也不要再引入
νεκροπρεποῦς τρόπου γε τοῦ ζῶντος πέρι,
关于那位活着者的死人般作风的记忆,
ἰσχημέναις φόβῳ τε καὶ πολλῷ τρόμῳ
由于敬畏和极大的战栗而受到约束,
ἐπιβλέποντος πρὸς τρέμοντ’ αὐτοῦ λόγους.
面对着那注视着战栗者的祂的言语。
Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι,
少女们啊,让我们就这样逃离坟墓,
ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως.
以至于不对任何人以古怪的方式说起任何事;
Κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις·
因为恶并没有任何实体;
ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω,
由此我得知,恶乃是虚无,
καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν·
并且对这样的人宣讲神秘之事是不合情理的;
πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκφέρει;
因为谁会向敌人泄露秘仪呢?
Δοκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον,
相反的事情对于美好而言显得敌对,
ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει,
正如夜之于昼,黑暗之于光明,
ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ.
虚假对立于真实的言语。
Ἀλλ’ ἀπίωμεν θᾶττον ἐς μυστηπόλους,
但让我们更迅速地去往弟子们那里,
εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις.
向朋友们显明福音的喜悦。
Ἀλλ’ ὤ· τίν’ ἀθρῶ νυκτὸς ἥκοντ’ ἐνθάδε;
但是,噢!我看见谁在夜间来到这里?
Δέσποινα, μῆτερ Παιδὸς, οἷον οὐδέπω
女主人,御子之母啊,我从未
ἄλλην γυναῖκ’ ἔκλυον ἐκτεκεῖν ἐγώ.
听说过有其他女人诞育过这样的孩子。
Τίς εἶ σύ; συμφρονῶν; κατ’ εὐφρόνην τε γὰρ
你是谁?是同道之人吗?因为在夜里
ἀμβλῶπες αὐγαὶ, κοὔ σε γινώσκω τορῶς.
光线昏暗,我无法清楚地认出你。
Εὔνους ἀεί σοι καὶ σφαγέντι σου Τέκνῳ,
我始终对你及你那被杀害的孩子怀有善意,
τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν.
因着那些奇迹和你那善良的心。
Νέον τί δ’ ἀγγέλεις; τί; τάχιστα φράσον.
你有什么新消息要宣布?什么?请速速道来。
Δέσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω·
女主人,愿你喜乐;这是我首先对你说的;
πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον
极度喜乐者啊,愿你喜乐;因为这宣告的前奏,
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν·
凡人中没有谁懂得用更美的方式来表达;
ἀλλ’ οὐδὲν ἧσσον σοὶ φέρω κεδνοὺς λόγους·
但尽管如此,我为你带来了珍贵的言语;
οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων·
因为我是带了何等的消息来找你啊!
Υἱὸν φανέντ’ ἄϊδος ἀγγελεῖς νέον;
你是要宣告那刚从哈得斯显现的御子吗?
Ἔγνως, λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας·
你猜到了,你使我免于说两倍多的话;
ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις,
祂已经来临并在场,正如传闻所言,
κἀν γῇ τὸν ᾅδην ἐκφυγὼν πορεύεται.
祂已逃离哈得斯,正在地上行走。
Τοιαῦτ’ ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα.
因为我正是为了宣告这样的事而来的。
Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ’ οἶδας πόθεν;
我们确实知道这事;但你是从哪里知道的?
ἄγ’ εἰπὲ, πῶς φής; πῶς λέγεις; οἶδας δὲ πῶς;
来,说吧,你如何说?你如何讲述?你又是如何知道的?
τί τ’ ἄρ’ ἐναργὲς τῶνδ’ ἐρεῖς τεκμήριον;
关于这些,你又会说出什么明证呢?
Στρατὸς φυλάκων πᾶσαν ἀν’ ὄρφνην μένων
守卫们的军势,在整个黑暗中留守着……
- 1.2117Γαλιλαίας θρεμμάτων
意为“加利利的造物”,此处是一个诗意的属格短语,指从加利利跟随耶稣上来的妇女们。
- 1.2123λίχνος οὖσ’ ἁλίσκεται
带有形容词 λíχνος(贪求的、渴望的)的分词 οὖσ’(οὖσα)与被动语态动词 ἁλíσκεται(被捕获、陷入)相结合,强调了主体因渴望而陷入某种状态。
- 1.2133ὀφθῆναι
动词 ὁράω 的被动不定式,在间接引语中表示目的或结果,意为“使自己(向他们)显现”或“显现”。
- 1.2138Ἄμμες
第一人称复数主格代词 ἡμεῖς 的多里斯及史诗方言变形,营造出一种庄严的悲剧合唱风格。
- 1.2139ἔκστασιν ἐκστᾶσαι
同族宾语(cognate accusative)结构,不及物分词 ἐκστᾶσαι 与同源名词 ἔκστασιν 结合,强调“经历极度的惊愕”这一语义。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 原文 3 处
