← 纳齐安的贵格利

受难的基督

§1.2025-1.2108

发现空墓与复活基督的显现

玛利亚和妇女们目睹了空空的坟墓以及天使的显现,并在得知复活的喜讯后欢欣鼓舞。此时复活的基督亲自显现,吩咐她们转告门徒在加利利相见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
2025

Ὦ Τέκνον, εἴθε τάχος ἔλθοις μοι φάους·1

噢,我的孩子,但愿你作为光速速来到我身边;

ἔλθοις νεκρῶν κευθμῶνα καὶ σκότου πύλας

但愿你到来,离开那死者的藏身处和黑暗的门户,

λιπὼν, ἵν᾽ ᾅδης χωρὶς ᾤκισται φάους,

在哈得斯那里,虽然远离光明而居,

νῦν δ’ εἶδε φῶς μέγιστον ἐν σῇ καθόδῳ.

但如今因你的降下,它看见了极其伟大的光。

Ἔλθ’ ἐλθὲ, φάνηθι, προλαβὼν ἠοῦς σέλας.

来吧,来吧,显现吧,赶在黎明的光辉之前。

2030

Θεὸν Θεόν σ’ ὀλύμπιον τὰ πάντ’ ἔχει.

万物都拥戴你为天上的神,神。

Ἂ ἄ·

啊,啊!

Εὐνὰς ἐρήμους τάσδε φυλάκων ὁρῶ.

我看见守卫们的这些空床铺。

Τί δῆτ’ ἂν εἴη; μῶν λόχος βέβηκέ πη;

这究竟是怎么一回事?难道他们的伏兵去往别处了?

Ἴσως ἐφ’ ἡμῖν μηχανὴν στήσων τινά·

或许是为了针对我们设下什么圈套;

2035

θρασὺς γὰρ ὄχλος, νῦν δ’, ἐπεὶ κρατεῖ, θρασύς.

因为那群人极为猖狂,如今他们得势,更是猖狂。

Τί δῆτ’, ἀδελφὴ, δρῶμεν; οὐ γὰρ εὕρομεν,

姐妹啊,我们究竟该怎么办?因为我们没有找到他,

ὡς ἠλπίσαμεν, ἐλπίδων δ’ ἡμάρτομεν.

如我们所期望的那样,我们期望落空了。

Πείθου, πάλιν στείχωμεν· εὖ δ’ εἴη τυχεῖν

听我的,我们回去吧;但愿能顺利地遇见

τὸν νεκρὸν αὐτὸν2 καρδίαις ὡπλισμέναις·

那死者本人,让我们用武装起来的心去面对;

2040

σώζει γὰρ αὐτὸν, ὅστις εὐφρόνως Θεῷ

因为他会拯救那明智地将自己

ἀνατίθησι· καί γε νῦν βαδιστέον.

托付给神的人;而如今我们确实必须迈步前行。

Ἄμμιν δὲ λίθον τίς ἄρ’ ἀποκυλίσει;

但究竟有谁来为我们把石头转开呢?

Ὀττοτοτοτοί·

痛哉,痛哉!

Ἄναξ, Ἄναξ ἄφθιτε, τίς ὅδ’ ὁ κλόνος;

主啊,不朽的主,这震动究竟是什么?

2045

Πῶς δ’ ἐκκυλισθεὶς ἀθρόως ὦπται λίθος;

怎么这石头竟被发现突然转开了?

κενὸς δ’ ὁρᾶται καὶ τάφος τοῦ Δεσπότου.

而主人的坟墓也显出是空空的。

Οὐκοῦν ἄπειμι καὶ φίλοις μύσταις ἐρῶ

因此我要离去,去告诉心爱的门徒们

ἄρσιν νέκυος, αὖ δ’ ὑποστρέψω τάχει·

死体已被移走,我还会迅速转回;

εὕροιμι δ’ ὧδε σὺν γυναιξί σ’ αὖ, κόρη.

圣女啊,愿我能在此处再次遇见你与其他妇女同在。

2050

Εὖγ’ εὖγ’ ἐπανῆκες τάχιστα νῦν, φίλη·

好极了,好极了,朋友,你如今这么快就回来了;

ἐγὼ δὲ λίθον ἠρμένον βλέπουσ’ ἔτι

但我仍然凝视着那被移开的石头,

θαμβουμένη πέφρικα, πῶς ὧδ’ ἀθρόον

惊恐得浑身发抖,不知道这石头怎么会如此突然地

ὤφθη κυλισθεὶς τῆς θύρας πρὸ τοῦ τάφου.

被发现从坟墓门前转开了。

Ἄ ἄ· σίγα σίγα.

啊,啊!安静,安静。

2055

Ὁ λαμπροπυρσόμορφος οὗτος τίς δ’ ἄρα,

这个形如闪亮火炬的人究竟是谁,

ὃς καθύπερθεν ἕζεται νῦν τοῦ λίθου,

他现在坐在石头的上方,

πανευπρεπὴς, ἐσθῆτι λευκῇ χαρίεις;

极其端庄,穿着白衣,姿态优雅?

στίλβει γὰρ ὥσπερ ἁπαλὴ χιὼν νέα.

因为他闪烁着光芒,就如柔和的新雪一般。

Ἰδοὺ δὲ καὶ φύλακες ὡς νεκροὶ κάτω.

看啊,守卫们也像死人一样倒在下面。

2060

Ὕμμες δὲ μὴ θροεῖσθε, μηδ’ ἔστω φόβος·

但你们不要惊慌,也不要害怕;

ζητούμενος γὰρ οὐκέτ’ ἐστὶν ἐν τάφῳ,

因为你们所寻找的那位已不在墓中,

Ἄναξ Ἰησοῦς τῆτες ἐσταυρωμένος·

最近被钉十字架的主耶稣;

ὅδ’ οὐκέτ’ ἐστὶν ἐν τάφῳ νεκρὸς μένων,

这一位已不再留在墓中作死者,

ἀλλ’ ἐξεγερθεὶς εἰς Γαλιλαίαν τρέχει·

而是已经复活,正赶往加利利;

2065

ὡς εἶπε, μύσταις ὀπτάνεσθαι νῦν θέλει.

如他所说,他现在希望向门徒们显现。

Κενὸν δ’ ἰοῦσαι τὸν τόπον κατίδετε.

你们去看看那空着的地方吧。

Ἄπιτε γοῦν, ἄπιτε καὶ ταῦτα σφίσιν

快去吧,快去,把这些话对他们

εἴπατε τρανῶς· πάντα γὰρ ἔγωγ’ ἔφην·

说清楚;因为我已经说了所有的事;

καὶ πάντα πᾶσιν εἴπατε ξὺν τῷ Πέτρῳ,

并且把一切事情告诉包括彼得在内的所有人,

2070

ὡς φροῦδος ᾅδης, Χριστὸς ἀνέστη τάφου,

哈得斯已经消逝,基督已从墓中复活,

τάφου δὲ λίθος εὐσθενῶς ἀπηλάθη·

墓口的石头已被有力地推开;

φρουροί θ’ ἅϊδος θύρετρ’ ἀνεῖσαν φόβῳ

哈得斯的守卫们因恐惧而放开了门户,

λελυμένοι, νεκροὶ δὲ πρὸς φάους χθόνα

得以解脱,而死者们向着大地的光明

σκιρτῶσι, σῶκον ἐκκαλούμενοι Θεόν·

雀跃,呼求拯救他们的神;

2075

τῷ γ’ αὐτόματα δεσμὰ πάντ’ ἀπερράγη.

因为借着他,所有的束缚都自动破裂了。

Ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε·

噢,这阳光美丽的闪耀!

πέφθακεν, ὡς ἤλπιστο, τέρμα φροντίδων.

如所期望的那样,忧虑的终点已经来到。

Πέπτωκεν ἐχθρὸς, Χριστὸς ἀνέστη τάφου.

仇敌已经倒下,基督已从墓中复活。

Ἠοῦς παρούσης τίς ποτ’ ἄρ’ ἡδυτέρα;

随着黎明到来,还有什么能比这更甜美?

2080

τί δ’ ἂν ἐμοὶ γένοιτο χαριέστερον;

于我而言,又有什么能更令人欣喜?

Πῆ γοῦν τὸν ᾅδην καμβαλὼν βαίνεις, Τέκνον;

我的孩子,你推倒了哈得斯,究竟要往哪里去?

πῆ πῆ δ’ ἐγώ σε καὶ πότ’ ἂν ἴδω, Τέκνον;

我的孩子,我究竟在何处、在何时才能见到你?

Ἔλθ’ ἐλθὲ καὶ φάνηθι μητρὶ σῇ τάχει.

来吧,来吧,速速向你的母亲显现。

Ὄψει γε θᾶττον, ὡς ἐγᾦμαι, πλειόνων.3

我想,你一定会比许多人更早见到他。

2085

Ἀλλ’ ἀπίωμεν, ὡς ὁ λευχείμων ἔφη,

但让我们离去吧,正如那白衣人所说,

μύσταις φίλοις ἅπασι χάρμα μηνῦσαι.

去向所有亲爱的门徒们宣告这喜讯。

Πρῶτον δ’ ἄπειμι πρὸς Πέτρον καὶ παρθένον,

但我首先要到彼得和那位圣女那里去,

εὐάγγελον φέρουσα βάξιν τοῖς φίλοις·

给朋友们带去大好的喜讯;

ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.

因为那显现的人说过也要告诉彼得。

2090

Ἄπειμι γοῦν κένωσιν εἰπεῖν τοῦ τάφου

因此我要前去宣告墓穴已空的事实,

καὶ τὴν ὅρασιν τοῦ φανέντος καὶ λόγους·

以及那显现者的容貌与言语;

οὗτοι δ’ ὅμως ἔδραμον ἰδεῖν τὸν τάφον,

但他们依然跑去观看墓穴,

οἶμαι δὲ πάντα σφᾶς θεωρῆσαι καλῶς.

我想他们已经把一切都看得清清楚楚。

Ἀλλ’ ὤ· τίν’ ἀθρῶ; Δεσπότην καινῇ θέᾳ;

但是,噢!我看见了谁?以崭新姿态出现的主人吗?

2095

Οὐκ οἶδ’ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα·

我不太确切地知道;然而确实可以推测;

μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν τινά —

因为从容貌来看,绝非凡俗之人走上前来——

Χαίρετε.

愿你们喜乐。

Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, βασιλεῦ παντάναξ,

愿你喜乐,善者之善子,万物的君王与主宰,

ἔσχατον ἐχθρὸν συγκατασκάψας, πότμον.

彻底摧毁了最后的敌人——死亡。

2100

Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας,

主啊,不朽的主,您是伟大的神,

ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ·

请允许我们在敬畏中触摸您的双足;

τοὺς γὰρ ἐπ’ οὖδας νῦν κυνοῦσαι πίτνομεν,

因为我们现在伏在地上,亲吻着您的脚前,

καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ.

心中交织着狂喜与敬畏。

Μὴ δὴ φοβεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.

切莫害怕,愿你们心中毫无畏惧。

2105

Ἄπιτε δ’, ἀγγείλατ’ ἀδελφοῖς μου τάχει

去吧,速速告诉我的弟兄们,

ἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πως

赶往加利利,在那里他们必定会

ἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν.

以某种方式见到我,正如我对他们说过的。

Ὦ φαιδρότης ἄρρητος ἡλίου βολῆς,

噢,这阳光无法言喻的灿烂!

语法注3 条
  1. 1.2025φάους

    属格形式 φάους(来自 φῶς)在此处可能起表语作用,意为“作为光”,或者反映了模仿古典悲剧语言时的格混淆。在上下文中,它表达了“愿你作为光(或带来光)来到我身边”的愿望。

  2. 1.2038τυχεῖν τὸν νεκρὸν αὐτὸν

    不定词 τυχεῖν(τυγχάνω 的第二不定过去时)在古典希腊语中通常支配属格,但在此处它直接支配宾格 τὸν νεκρὸν αὐτὸν,反映了后古典时期格支配的变化。虽然它也可以被解释为不定词句子的主语(“愿死者自身得以获得……”),但前一种解释(“愿我们能成功遇见死者本人”)更符合承接前文“让我们再次前行”的逻辑。

  3. 1.2084πλειόνων

    取决于比较级副词 θᾶττον,此处比较属格 πλειόνων 意为“比许多人(更早)”。或者,也可以补充名词理解为“比许多(其他事情/别的人更早)”。这里表示预测圣母玛利亚将比其他人更早见到基督。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2025-1.2108