- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1940-1.2024
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
玛利亚和同行的妇女(抹大拉的玛利亚)决定在黎明前冒着危险前往坟墓侦察。沉睡中的妇女们也纷纷醒来站立,玛利亚则对耶稣所预言的“第三日”的到来寄予了厚望与切实的企盼。
μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει.
但他们正以蛮横的大胆追捕着门徒们。
Ἐγὼ πρὸς ὑμῶν1 τόνδε κίνδυνον θέλω
我愿替你们冒此危险,
ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν·
前去作为神圣墓穴的侦察者;
ἅπαντ’ ἐκεῖθεν ἐκμαθοῦσα δ’, ὡς ἔχει,
在从那里确切查明一切情况之后,
ἥξω πρὸς ὑμᾶς, πρὶν φάος μολεῖν χθόνα·
在大地迎来光明之前,我就会回到你们身边;
ἥξω δὲ θᾶττον. Τόνδ’ ὑφίσταμαι πόνον
而且我会尽快回来。我承受这劳苦,
ἕκητι πολλῶν, ὧν ἀπηλλάγην,2 κακῶν·
是为了我已被解救脱离的那诸多恶行;
κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα
并且由此,或许那死者
αὐτὸς παράσχῃ νεκρὸς, οὐ νεκρὸς δ’ ἐμοί.3
自身会赐予更荣耀的礼物——对我而言他并非死者。
Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ’ ἔτι κνέφας.
看来应当歇息了,而黑暗于我依然留存。
Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἕως,
那么让我们睡吧,睡吧;黎明已然不远,
ἣν εἴθ’ ἴδοιμι τάχιόν γε, Παντάναξ·
万物的君王啊,但愿我能尽快见到它;
ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος·
不过一到黎明,我就会像飞快的跑者一样出发;
ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω,
或许我还会遇到一同奔跑的姐妹们,
αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον·
她们选择留守并注视着坟墓;
πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ
因为她们所有人当时都与我心意一致地急切,
ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν.
要在今夜坚守,以便为死者涂上香料。
Ἄπιθ’ ἄπιθι· προδραμοῦσα τί μάθοις,
去吧,去吧;你若独自抢先跑去,能探知些什么呢,
ἀνδρώαν εἰσφέρουσα τὴν τολμηρίαν;
凭着你那男儿般的大胆?
Ἄμμες δ’ ἐφεψόμεσθα σὺν αὐτῇ Κόρῃ
而我们则将与这位少女自身一起在后跟随,
ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων·
还有加利利羊群中的其他许多妇女;
πάσας γὰρ οἶμαι συνδραμεῖν σοι πρὸς τάφον,
因为我认为所有人都会与你一同奔往坟墓,
ἰδεῖν ποθούσας τέρμα τῶν ἠλπισμένων.
渴望能亲眼看见所期盼之事的结局。
Μικρὸν δ’ ἐφυπνώσωμεν, ἠὼς οὐκ ἄπο.
让我们稍稍歇息片刻吧,黎明并不遥远。
Σφοδρῶς πονεῖν με χρὴ, πονοῦσαν δ’ ἄξιον
我必须加倍努力,而对辛劳付出的人而言,
μισθὸν προαθρεῖν· παντὶ γὰρ προκείμενον
理当展望其回报;因为呈现在所有人面前的
ἆθλον πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν,
工作赏赐,都会孕育出双重的恩典,
ἣν πολλαπλῆν εἴληφα καὶ πάλιν λάβω.
这恩典我已经满溢地领受,且将再次获得。
Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως σκοπεῖς,
是的,这很合宜,你的看法并无偏差,
σύ τ’ εὖ παραινεῖς καὶ σὺ καιρίως λέγεις,
你的规劝极其妥当,你的说话也非常中肯,
λέγεις δὲ μισθὸν καὶ χάριν, ὅσην ἔχεις,
你谈到了赏赐和你所拥有的那般巨大的恩宠,
πρὸ τῶν πόνων λαβοῦσα, καὶ πάλιν λάβοις·
你在劳苦之前已得着了它,愿你能够再次得着;
πλὴν οὖν τί μεῖζον τῶνδ’ ἀπαιτήσεις γέρας;
然而,除了这些之外,你还要索求什么更大的荣宠呢?
δώσει δ’ ὅμως σοὶ δῶρ’, ἃ καλλιστεύεται
尽管如此,他仍会赐予你那被视作最美的礼物,
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγὼ, πολὺ,
在如今人间的一切事物中,那件礼物远远胜出,这我很清楚,
μακαρία δ’ ἔπειτα κυρήσασ’ ἔσῃ.
随后你便会因得着它们而成为有福之人。
Ἰδοὺ, τὸ σόν γε προσκοπουμένη δράμω·
且看,我会时刻顾念着你的心意奔去;
πρώτη δ’ ἴδοιμι τὴν ἀνάστασιν, κόρη·
圣女啊,愿我能成为第一个亲眼看见复活的人;
μισθὸν γὰρ αἰτῶ τῶν πόνων λαβεῖν τόδε·
因为我祈求将此作为我一切辛劳的赏赐;
ἀθρεῖς γὰρ, ἀθρεῖς τὴν ἐμὴν προθυμίαν.
因为你确实看见了、看见了我满腔的热枕。
Ὅρα, κατ’ ὄρφναν μὴ φύλαξιν ἐντύχῃς.
当心,切莫在黑暗中遭遇了守卫。
Φυλάξομαί τοι καὶ πόδ’ ἡσύχως βαλῶ.
我一定会小心的,而且我会悄悄地迈步。
Ἀλλ’ εὐτυχοίην καὶ τύχοιμι δ’, ὧν ἐρᾷς·
但愿我能顺利成功,并带回你所切望的事物;
ἐρᾷς δὲ πάντως Υἱὸν ἰδέσθαι τάχει,
因为你无论如何都渴望能尽早见到你的儿子,
ὅπερ ποθοῦσα ῥιψοκινδύνως τρέχω.
我正是怀着这般的渴望,才冒着生命危险奔赴前去。
Βάθ’ ὡς τάχιστ’, ἐμοὶ δὲ θᾶττον, ὧν ἐρῶ,
快些去吧,对我而言,关于我所极度期盼之事,
εὐάγγελος γένοιο, τυχεῖν ὡς ἔχω.
愿你成为带回佳音的使者,好让我得以如愿。
Εἴκω κελευσθεῖσ’· οὖσα γάρ μοι δεσπότις
既蒙吩咐,我便顺服;因为您是我的女主人,
οὐκ ἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλὰ πείθομαι.
您在此事上绝不会有错,我谨遵从。
Ἐφέψομαι κἀγὼ δὲ σὺν σοὶ, Μαρία·
玛利亚,我也要与你一同前去;
ἀλγῶ γὰρ, ἀλγῶ καὶ μένειν σοῦ κατόπιν.
因为被你落在身后,于我而言真的万分痛苦。
Οὕτω μέλουσα πῶς ποτ’ οἴσω νῦν τλάμων;
心中如此焦虑,可怜的我如今又怎能坐得住?
Καὶ λοιπὸν ἀπίωμεν, ὦ φίλα κόρα·
那么让我们出发吧,我亲爱的少女;
σὲ γὰρ ἔχουσα συνοδὸν χαίρω μέγα.
因为有你作伴,我心中感到无比欢喜。
Αἵδ’ ὕπνον οὐ βάλωσιν ὀμμάτων ἄπο.
她们仍未将睡意从眼眸中驱散。
Ἔγρεσθ’ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε;
醒醒,醒醒!妇女们,你们还在迟疑什么?
γοργωπὸν ἕδραν4 τῶν βλεφάρων λύσατε.
舒展开你们沉重闭合的双眼吧。
Οὐ λεύσετ’ ἐς μηνάδος αἴγλην παμφαῆ;
难道你们看不见那皎洁充盈的月光吗?
ἀὼς πέλας, ἀώς· ὅδ’ ἀστὴρ ἔγγιος,
黎明近了,黎明!这颗星辰已经临近,
θέλγει δ’ ἕδραν ὄμματος ἅδιστός γ’ ὕπνος·
最甘美的睡眠却依旧迷醉着双眼的角落;
ἅδιστος ἅδιστος γὰρ ἐν τοῖς βλεφάροις
那最最甜美的梦乡已经沁入了眼帘,
ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις.
进到了因哀伤而冰封的心灵之中。
Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένῃ
而我则满怀忧虑,带着因哀伤而冰冷的心,
ἄγρυπνον ὄμμα πᾶσαν ἀν’ ὄρφνην στρέφω.
在一整夜的黑暗中始终转动着清醒不眠的双眸。
Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα,
让我们赶快动身吧,我亲爱的少女,
σφοδρᾷ μελήσει καρδίας δεδηγμένη.
内心正备受那焦灼苦痛的煎熬。
Στείχωμεν οὖν τάχιστα τοῦ τύμβου πέλας·
那么让我们以最快的速度走到坟墓跟前;
αἵδ’ ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων
至于她们,一旦驱散了眼中的睡意,
ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει.
也会迈着轻轻的步子,尽早赶过来的。
Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ’ εἴη τυχεῖν.
是的,是的,我们快走吧;愿一切皆得顺遂。
Πέποιθα πᾶσι δ’ ἡμέραν ἐλευθέραν
我深信,那徐徐升起的太阳光芒
ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
会给所有人带来得享自由的一天。
Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν
走吧,走吧;而在后方的那些妇人们,
νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι,
此刻耳畔已隐约听到了声响,
οἶμαι, πελείας ὠκύτητ’ οὐχ ἥσσονες
我想她们会不逊于飞鸽的神速,
ποδῶν δράμωσι συντόνοις ὁρμήμασιν·
迈着紧凑的步伐奋力奔跑而来的;
αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα,
因为我将再次发出那清亮的声音,
σαφῆ κελευσμὸν συντρέχειν πρὸς τὸν τάφον.
给出明晰的号令,教她们一同奔向那墓穴。
Ὀρθαὶ δ’ ἰδού γε· θαῦμ’ ἰδεῖν εὐκοσμίας.
看啊,她们已经站起身了;这般井然优美的姿态着实令人惊叹。
Αἳ αἴ·
哀哉,痛哉!
Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον,
我的孩子啊,看啊,那期盼已久的第三日,
τριταῖον ἤδη φέγγος, ἐλπὶς σοῖς φίλοις.
已经是第三天的曙光,你友人们的希望。
Μὴ δὴ παρέλθοι, καὶ θανεῖν με ξυμφέρει.
愿这一日千万不要平白虚度,否则我还不如死去。
Ὦ Τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα,
噢,我的孩子,我最亲爱的,噢,神圣的头颅,
πότ’ ἄρ’ ἐγώ σ’ ἢ ποῦ σ’ ἡ παντλήμων ἴδω;
究竟何时,又是在何处,我这最命苦的人才能见到你呢?
- 1.1941πρὸς ὑμῶν
介词 πρός 连用属格在此表示“代替你们”或“为了你们的利益”,强调说话者自愿承担危险的姿态。
- 1.1946ὧν ἀπηλλάγην
关系代名词的格受到先行词 κακῶν 的吸引而同化为属格(关系代词吸引),这简化了由动词 ἀπαλλάσσω 所支配的分离属格结构。
- 1.1948οὐ νεκρὸς δ’ ἐμοί
与格 ἐμοί 是关系与格,意为“对我而言并非死者”,表达了强烈的信仰宣告,与主句中的 νεκρός 形成对比,强调基督真正的生命。
- 1.1996γοργωπὸν ἕδραν
直译为“眼睑的狰狞之座”。在悲剧语境中,这是一种诗意的比喻,用来形容因沉睡而沉重闭上的双眼。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 2 处
