← 纳齐安的贵格利

受难的基督

§1.1431-1.1518

犹大的下场与运送基督遗体入墓

在犹大惨死的结局被赞为神圣正义之后,玛利亚、约瑟与尼哥底母等人将耶稣的遗体自十字架放下并送往新墓。玛利亚痛悼爱子的死亡,同时歌咏他降入阴间以救赎亚当及众死者之奥秘,深切哀恸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1431

πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι·

他伴着无数的哀号跌落在大地上;

κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω.

因为那可怜的家伙身处祸患近旁却不自知。

Εὖ γ’, εὖ κέκριται, καὶ κατώρθωται δίκη.

善哉,判定得极好,公义已然伸张。

Ὦ Τέκνον, ὡς ἄρ’ ἔστι σὸς Πατὴρ μέγας,

哦,孩子,你的父亲是多么伟大,

1435

ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων.

他确实听允了我的祈祷。

Επαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε,

击打之槌击碎了他,因他出卖了你,

ἄπιστον, ἄθεον, παράνομον, ἄδικον·

这个不信、无神、不法、不义之人;

κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου

因他是个贼,又是谋害天主的策划者,

καὶ μὴ θέλοντ’ ἐπιστρέφειν πονηρίας

且不愿从邪恶中回头,

1440

οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ.

他理当落得如此死法。

Ὄλοιτ’ ὄλοιτο πανδίκως κακεργάτης,

愿这作恶之人理所当然地毁灭、毁灭,

κέρδος μέγιστον τῆς ἐπιστοφῆς1 φυγών.

因他逃避了悔改这一最大的益处。

Ἔστιν Θεός τις, ἔστιν ἄλκιμος, μέγας,

确有一位天主存在,他大有力量,伟大无比,

ἔστιν δὲ καὶ πρόνοια καὶ κρίσις Θεοῦ.

亦有天主的照管与审判。

1445

Ἀπέπτυσ’· οὐδεὶς ἀσεβὴς Θεῷ φίλος.

我深恶痛绝:没有一个不敬虔之人能做天主之友。

Λάζυσθ’ ἄγοντες εἰς καινὸν λοιπὸν τάφον,

来吧,将他抬去,送往那座新墓,

χωρεῖτε, θάπτετ’ ὀλβίῳ τύμβῳ νεκρόν.

走吧,将死者安葬在幸福的坟墓里。

Ἔχει γὰρ, οἷα δεῖ γε, νερτέρων πέπλα,

因他已披上了合宜的死者之衣,

βαιὸν παρηγόρημα τοῖς τεθνηκόσι.

这给死者带来微末的慰藉。

1450

Δοκῶ2 δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ,

然而在我看来,对死者而言并无多大差别,

εἰ πλουσίων τις τεύξεται κτερισμάτων·

是否能得到奢华的随葬之物;

κενὸς δὲ κόμπος ἐστὶ τῶν ζώντων τάδε.

这些不过是生者的虚浮夸耀。

Κρύψατε γοῦν πρόσωπον ὡς τάχος πέπλοις,

总之,快用殓布将脸盖上,

ψαύσατε χερσὶ, θάψετ’ ἐν τάχει νέκυν,

亲手抬起,速速安葬这具遗体,

1455

τὸν κατθανόντ’ Ἄνακτ’ Ἰουδαίων ὕπο·

那在犹太人手下死去的君王;

αἴρειν φοράδην τὸν νεόδμητον χρεών.

理当用担架将这新亡之人抬走。

Ὦ Παῖ παναιτίου Θεοῦ, παντεργάτα,

哦,万因之天主之子,万物的创造者,

τί γὰρ τελεῖται τοῖς βροτοῖς ἄνευ σέθεν;

若没有你,凡人还有什么事能得以成就?

τί δ’ οὐ θεόκραντόν γε τῶνδ’ ἔστιν; Ἰώ·

在这些事中,有什么不是天主所命定的?呜呼!

1460

ἰὼ ἰώ·

呜呼,呜呼!

Βασιλεῦ, Βασιλεῦ, πῶς σε δακρύσω;

君王啊,君王啊,我该如何为你哀哭?

Θεέ μου, Θεέ μου, πῶς σε καλέσσω;

我的天主,我的天主,我该如何呼唤你?

φρενὸς ἐκ φιλίας τί ποτ’ ἄρ’ ᾄσω;

从我挚爱的心中,我究竟该歌唱些什么?

κεῖσαι γὰρ ὑφάσμασι τοῖσδ’ εἰλιγμένος,

因为你如今被包裹在这些织物中躺卧,

1465

ὁ σπαργάνοις πρὶν ἐντεταργανωμένος.

你这昔日曾被襁褓紧紧包裹的人。

Φέρ’, ὦ γεραιὲ, κρᾶτα τοῦ τρισολβίου

来吧,老人家,让我们把这位至福之人的头颅

ὀρθῶς προσαρμόσωμεν, εὔτονον δὲ πᾶν

安置妥当,并尽我们所能

σῶμ’ ἐξακριβώσωμεν, εἰς ὅσον πάρα.

将他的整个躯体细细整理停当。

Ὦ φίλτατον πρόσωπον, ὦ νέα γένυς,

哦,最亲爱的容颜,哦,年轻的下颌,

1470

ἰδοὺ καλύπτρᾳ τῇδε σὴν κρύπτω κάραν·

瞧,我用这块面巾遮盖你的头颅;

τὰ δ’ αἱμόφυρτα καὶ κατηλοκισμένα

你那血肉模糊、伤痕累累的

μέλη σὰ καὶ μέρη πέπλοις καινοῖς σκέπω,

肢体与躯干,我用崭新的殓布遮盖,

πλευρὰν νυγεῖσαν πᾶσαν ᾑματωμένην.

还有你那被刺穿、全然染血的肋旁。

Ναὶ πρὸς Θεοῦ, συνέρξατ’· ἐν δέοντι γὰρ,

因天主之名,请大家协力;因为时机紧迫,

1475

ὡς ἐγγύς ἐστι νυκτὸς ἤδη καὶ κνέφας.

因夜色与黑暗已然临近。

Ὀρθώσατ’ ἐκτείναντες ὀλβίαν δέρην·

请将那幸福的颈项展平理直;

μικρὸν τόδ’ οἰκούρημα φίλῳ Δεσπότῃ.

这是为亲爱之主所作的微小守望。

Κομίζετ’ αὐτὸν, ὡς ἰδοῦσ’ ἐν ὄμμασι,

将他抬去,好让我亲眼看见

ποῦ κείσεται Παῖς, κεῖσε θρηνοῦσα μενῶ,

我的孩子将躺卧何处,我便留在何处哀悼,

1480

ἕως τρίτον λάμψειεν ἦμαρ γλυκύ μοι.

直到第三个甘甜之日向我照耀。

Ὦ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον·

哦,孩子,这是何等样、何等样的悲哀得以成就;

Κοινὸν τόδ’ ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς,

我认为这是对所有凡人共同的悲痛,

κοινὸν τόδ’ ἄχος πάντας ἀέλπτως φθάνει·

这共同的悲痛出乎意料地降临在所有人身上;

φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι·

但愿那普世的喜乐也同样临到我身;

1485

Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος,

跟随我,让我们抬起这幸福的重担,

ὃ3 πόλλ’ ἀνατλὰς μυρίοις αἰτήμασιν

在历经磨难后,我凭着无数的恳求

ἔσχον, τόδ’ εὑρὼν κοιράνου δωρήματι,

终于作为统治者的恩赐而得着它,

γυμνὸν, τρισύλῳ κείμενον ξύλῳ λαβών.

领受了他那赤裸躺卧在三遭劫掠的木架上的身体。

Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε φωτὸς, ἀτρέμας

啊,啊,因着这光本身,请轻轻地

1490

χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου

用双手抚摸这位神人合一者的肌肤,

καὶ πρόσφορ’ αἴρεθ’, ἕλκετ’ αὖτε ξύντονα·

妥当地抬起,用力将他移过去;

ἰδοὺ γὰρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος.

因为瞧,看来坟墓就在近旁。

Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα,

哀哉,女人们,加利利土地的女儿们,

ἤδη τέθειται καὶ καλύπτεται λίθῳ.

他已然被安放,正被巨石所遮盖。

1495

Δεῦτ’ ἴτε, κοῦραι, καὶ κατιδοῦσαι νέκυν

来吧,去吧,少女们,看见了死者,

προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονὸς,

向他致敬,送他离开大地,

ὡς οὔποτ’ ἄλλον τοῦ γένους ῥύστην, ἰώ·

将他视作我们种族无与伦比的救主。呜呼!

ὄψεσθε, κεἰ μὴ ταῦτ’ Ἰουδαίοις δοκεῖ.

你们将会看见,即使犹太人并不以为然。

Χωρεῖτε χωρεῖτ’· οὐκέτι βλέπειν φέρω

走吧,走吧;我已不忍再看

1500

τάφῳ τεθέντα καὶ καλυφθέντ’ ἐν πέτρᾳ,

他被安放在墓中,被岩石所遮盖,

ὃς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι

那曾为祖先们使岩石涌出甘泉的人,

καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος

如今被悬挂着,使岩石崩裂,

νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει.

并凭其权能开启了死者的坟墓。

Στῶμεν δὲ μικρὸν, ὡς προσείπω τὸν νέκυν.

让我们稍作停留,好让我向逝者道别。

1505

Οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾅδου δόμους,

你离去了,我亲爱的孩子,前往阴间的居所,

κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις,

你隐没在你想隐没的藏身处,

ἥκων ἐς ἀΐδαο πανζόφου στέγην,

来到了幽暗无光的阴间屋檐下,

ᾅδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς·

你必将最痛苦的毒刺扎入阴间;

οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας,

你前往死者的深渊与黑暗之门,

1510

θέλων φαεῖναι καὶ καταυγάσαι γένος

意欲照亮并光照人类,

Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν,

使凡人之祖亚当复活,

ὧν οὕνεκ’ εἶδος προσλαβὼν θνητὸν φέρεις,

正因着他们,你才承受并披上了凡人的躯壳,

ἥκεις τ’ ἐς ᾅδου τὸν βαθύγνοφον σκότον,

并来到了深邃幽暗的阴间,

θανὼν πρὸς ἐχθρῶν, μητέρ’ ἀθλίαν λιπών·

在仇敌手中死去,留下了你这可怜的母亲;

1515

ἡ δ’ εὐμένεια τοῦ Πατρός σ’ ἀποκτένει,

然而,正是父神的恩慈杀害了你,

ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία·

那本是给其他人带来救赎的恩慈;

τό τ’ ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός·

父神的善意如何竟成了你的劫数,

ὄδυρμα πικρὸν γῆ σε, Τέκνον, λαμβάνει,

大地啊,孩子,它带着悲切的哀悼将你接纳。

语法注3 条
  1. 1.1442τῆς ἐπιστοφῆς

    属格名词 τῆς ἐπιστοφῆς 被解释为解释 κέρδος 内容的同位语属格(“悔改/回头这一益处”)。

  2. 1.1450Δοκῶ

    第一人称现在时 Δοκῶ(“我认为”)作为主句主动词,带不定式 διαφέρειν,而与格 τοῖς θανοῦσι 则修饰 διαφέρειν(表示“对死者而言有差别”)。

  3. 1.1486ὃ

    关系代词 ὃ 指代中性名词 ὄλβιον βάρος(第1485行),并作为动词 ἔσχον(第1487行,“我得着”)的直接宾语。分词 ἀνατλὰς 与关系从句中的第一人称主语一致。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 译文 4 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1431-1.1518