← 纳齐安的贵格利

受难的基督

§1.1344-1.1430

玛利亚自叙童贞与对背叛者的谴责

玛利亚述说了自己奇妙的诞生和贞洁,解释了儿子的受难是神圣救赎计划的一部分,同时强烈谴责了犹大与彼拉多的背叛不义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1344

τεκεῖν μ’ ἔθηκε1 παραδόξως σ’, ὦ Τέκνον,

我的孩子,你的生身父使我以奇妙的方式生育了你,

1345

εὔδοξον, ὡς ἔδοξε σῷ Γεννήτορι,

在我和一切被造物诞生之前,

πρὶν ἢ γενέσθαι κἀμὲ καὶ πᾶσαν κτίσιν,

正如你的生身父所意愿的那样,使你成为荣光之主。

κἀπείδ’ ἐτέχθην, Πατρὸς, οἶμαι, σοῦ κρίσει

且在我诞生之后,我想是凭着你父亲的旨意,

τρέφειν με πατὴρ οὐ βροτείαν ἐσχάραν

我的父母,为了养育我,并非把我有托于凡人的炉灶,

μήτηρ τ’ ἔδωκεν ἱεροὺς ἀμφὶ δόμους,

而是将我交托在神圣的殿宇周围,

1350

ἔνθ’ ἐκτραφεῖσαν χειρὸς ἀγγέλου ξένως

在那里,我奇妙地由天使之手养育,

εἰς καιρὸν ἀνδρὶ σώφρον᾽ ἐκδέδωκέ με

全体长老会在合宜的时候将我交托给一位温良的丈夫,

γερουσία ξύμπασα τηρεῖν ἐννόμως,

以使他依循律法守护我,

οὐκ ἀθεεὶ καὶ τοῦτο, θείᾳ δὲ κρίσει,

这同样非无神意,而是凭着神圣的旨意,

ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω2

从而使我理所当然地在合宜之时提供明证,

1355

καὶ παιδαγωγὸν Παιδὸς, οὗ γονῆς ξένος.

并让那在其诞生中并无亲缘的外人做孩子的养育者。

Μένω γὰρ αὖθις παρθένος τεκοῦσά σε

因为我在生育你之后仍是处女,

αὐτή θ’ ἑαυτὴν οἶδ’, ὅπως ἁγνὴ μένω,

我自己也知道我如何保持着圣洁,

σύ τ’ αὐτὸς οἶδας, ὡς τὰ πάντ’ εἰδὼς σαφῶς.

而你自身也知道,因你清楚地知晓万事。

Σοῦ δ’ ἐξ ἐμοῦ τεχθέντος, ἐκ Πατρὸς Θεοῦ,

当你自我和父神诞生之时,

1360

οὐκ εὐπρεπεῖς ἔθεντο πολλοί μοι λόγους,

许多人对我议论纷纷,言辞难听,

ψευδῶς τεκεῖν βάζοντες ἔκ τινος βροτῶν.

谣传我是与某个凡人通奸而虚假生育。

Κοὐκ ἤρκεσάν μοι ταῦθ’ ὑβρισθῆναι μόνον,

对我而言,仅仅遭受这些侮辱还不够,

ἀλλ’ ἔδραμον φεύγουσα κεἰς Αἰγυπτίαν

我还逃离并奔往埃及之地,

ἔτλην τε πολλὰ καὶ κατεξάνθην πόνοις.

忍受了诸多磨难,并因劳苦而憔悴。

1365

Ἀλλ’ εἶδον ἐξαίσια σοὶ πεπραγμένα,

然而,我看见了你所行的非凡神迹,

καὶ πάντα συμβάλλουσα καὶ θαμβουμένη

虽将万事默存心中并深感惊异,

οὐ θνητὸν ᾤμην σ’ οὐδ’ ἐδείμαινον θανεῖν·

我不认为你是凡人,亦不害怕你会死去;

ἀλλά σε πατρὸς Ἁβραὰμ συνθήματι

然而,因着与父阿布拉罕的盟约,

πρέσβευμά θ’ αἵ τε μυρίαι γερουσίαι

以及使节,还有无数的长老会议,

1370

ὅρκος θ’, ὃν ὤμοκας πρὶν εἰς σωτηρίαν,

还有你此前为救赎而起过的誓言,

θανεῖν ἔπεισαν κἀπικουρῆσαι γένει.

说服了你去死,并去拯救我们这一种族。

Ἐντεῦθεν ἔτλης καὶ τόκον τε καὶ πότμον·

由此,你既忍受了诞生,也忍受了死亡的宿命;

κἀγὼ δὲ μισθὸν τῶν ἀφερτάτων πόνων

而我,作为难以忍受的痛苦的回报,

ἐν ἀγκάλαις κρατοῦσα νεκρόν σ’, ὦ Τέκνον,

怀抱死去的你,我的孩子,

1375

θρηνῶ γε πικρῶς καὶ στένω καὶ δακρύω,

痛切地哀哭、呻吟并流泪;

θρηνῶ, σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι.3

我哀哭,并且不再招引其他的劝慰者。

Πέπλοις δ’ Ἰωσὴφ εὐπρεπῶς σ’ ἀμφιάσαι

约瑟已准备好用殓布体面地将你裹好,

ἕτοιμός ἐστι, πρὸς δὲ καὶ τεῦξαι τάφον

此外也准备好造一座坟墓,

καὶ ξυγκενῶσαι μυρίων μύρων χλιδὴν,

还要倾倒无数香油之奢华,

1380

ἣν Νικόδημος ἦλθεν εὐψύχως φέρων,

这是尼哥底母慷慨带来的,

βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις·

是对死去友人们的一点微薄心意;

τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι;

因为香油对死者来说又有何益?

Τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν,

至于在死者之中的事,你父亲会予以照料,

οὓς πάντας αὐτὸς ὡς σκυλεύματ’ ἐξάγοις

他们全部都将被你亲自作为战利品领出来,

1385

ἄϊδος, οὓς καθεῖρξεν, οὓς συνήρπασε

即阴间所囚禁、所劫掠、

κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.

并在幽暗之屋的锁链中绑缚的那些人。

Μυστηρίων δὲ τῶνδ’ ἀπορρήτων φανὰς

至于这些不可言传之奥秘的启示,

ἔδειξε πατὴρ παῖδ’ ἀποσφάξας μόνον,

曾屠献独子的父亲已予以昭示,

ἔφη τε μύστης αὐτανέψιος σέθεν,

你的表兄、那位奥秘传播者也曾如此说过——

1390

μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων,

正如你所言,他是所有神圣代言人中最伟大的一位,

ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ,

希伯来民众却将他送去屠宰,

σεμνὸν πολίτην κἀπὶ πλείστων ἄνδρ’ ἕνα

他作为一位庄严的公民,在众人中独一无二,

φανέντα φοῖβον, γυμνὸν, ἄσιτον, μόνον,

显现为光芒四射的太阳,赤身、禁食、孤独,

τροφῇ δ’ ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος,

他靠着无可指责的食物度日,

1395

ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος,

身披简陋的悔罪之衣,

μόνοις δ’ ἀποτρόπαιον, οἷς πέμφιξ χλιδὴ,

但对那些以虚浮奢华为荣的人而言,他只是个避之唯恐不及的人,

αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον,

蓬头垢面,泥泞不堪,拖着清苦的生活,

ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία,

在那丰饶的旷野与他为伴的地方,

ῥείθροισιν ὠκὺς ἔνθ’ Ἰορδάνης ῥέει,

在那湍急的约旦河奔流的地方。

1400

ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας4

正如那位神示者昭示了你葬礼的祥兆,

τρισημερεύσας ἐν βυθῷ θεοπρόπος.

他曾在深渊中度过了三天。

Καὶ ταῦτα μανθάνουσα τέρψιν ἐμφέρω,

晓得这些事,我便感到宽慰,

καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος.

翘首以盼能亲见你安葬的终局。

Οὕτως ἄρ’ ἔτλης, Τέκνον, ἤδη τὸν μόρον,

我的孩子,你如今就是这样忍受了死亡,

1405

κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι,

而那些往事便是你如今受难的原因,

σπεύσαντι θανεῖν κἀπικουρῆσαι βροτοῖς.

因你急于去死并救助凡人。

Ἀλλ’ οὐκ Ἰούδας οὐδ’ ὁ τάλας Πιλάτος

但犹大和那可怜的彼拉多

διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει

都休想逃脱双重的惩罚;相反,惩罚他们的将是

ἔκδικον ὄμμα Πατρὸς ἀμυντήριον

父神那主持公道、施行报应的眼睛,

1410

πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον.

连同整座城市以及那满手血腥的军队。

Ἔδρας ἔδρασας, μὴ δόκει λεληθέναι,

你干了这勾当,别以为能瞒天过海,

Πόντιε, δίκης ὄμμα πανδερκέστατον,

邦提乌,休想瞒过正义那洞察一切的眼睛,

κἂν χεῖρας ἀπένιζες ὡς ἔξω φόνου,

即使你洗净双手,装作置身于杀戮之外,

ὡς χὠ προδοὺς ἔρριψε μισθὸν τοῦ φόνου,

正如那叛徒也扔下了血腥的赏银。

1415

ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος,

对他而言,本应在颈项上架起利刃,

δέον δὲ5 λυγρὸν αὐχέν’ ἐνθεῖναι βρόχοις

本应将那悲惨的颈项套入绞索,

ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας

或者在湛蓝的波涛中消灭其肉身,

ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν·

投向大海,作鱼群的食粮。

εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας,6 τάλαν,

因为,如果你只是简单地卖掉了一个凡人,你这可怜的家伙,

1420

(στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου,)

(因为我正把我的话锋对准你,)

εἰ μέν τιν’ ἐξέδωκας ἄλλον εἰς φόνον,

如果你只是把别的什么人送去宰杀,

νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν·

依公民之法,你本只需承受一般的祸罚。

νῦν δ’, ὅς σε πολλῶν ἠξίωσε χαρίτων

然而如今,对于那曾认为你配得诸多恩惠、

ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους,

且自父神而来、作全人类救主的人,

1425

πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ·

你却出卖了,因着嫉恨将他送去宰杀。

καὶ τίσιν οἵαν σ’ οὐχ ὑποστῆναι θέμις;

那么,你该承受怎样(可怕)的惩罚,难道不是理所当然的吗?

Ἤδη κέκριται παντάδικος ἐνδίκως

他已被公正地判定为极不义之人,

μύστης ὁ παγκάκιστος ἐκδοὺς Δεσπότην·

那个出卖了主的、最邪恶的门徒。

ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος,

他被看见悬挂在垂吊的绞索上,

1430

βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς

但比那绞索更快地,他从高处跌落坠地。

语法注6 条
  1. 1.1344τεκεῖν μ’ ἔθηκε

    动词 ἔθηκε(τίθημι 的不定过去时)与不定式 τεκεῖν(生育)和宾格代词 με 连用,具有使役意义(“使我生育”)。未明示的主语是上帝,可由下一行的 σῷ Γεννήτορι(“你的生身父”)推导而来。

  2. 1.1354ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω

    接续词 ὡς 引导目的从句,此处伴随直陈式动词 φέρω(这在拜占庭时期较为常见)。紧接着的下一行(§1.1355)是该目的在逻辑上的延续,表明神圣的安排是为了将看顾者(约瑟)呈现为一个与孩子的诞生毫无亲缘关系的人。

  3. 1.1376σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι

    名词 σοφιστής 偏离了其古典时期的“智者、修辞家”之意,在此处指“安慰者、以言语劝慰他人之人”。与中动语态未来时 ἐπάξομαι(“招引、召来”)连用,表达了玛利亚独受哀伤、拒绝任何外在宽慰言辞的坚决意志。

  4. 1.1400ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας

    叙述从洗礼者约翰转向了基督死而复活的最大预表——先知约拿(在§1.1401中被称为 θεοπρόπος)。动词 ἔδειξε 的主语是下一行的 θεοπρόπος,分词 τρισημερεύσας 与之呼应。其意为:“正如那位神示者在深渊中度过了三天,昭示了你安葬的吉兆。”

  5. 1.1415δέον μὲν ... δέον δὲ

    无人称动词 δεῖ 的中性宾格分词 δέον 在此作为宾格绝对独立结构(accusative absolute)使用,表示过去应当履行的压力(“本应……”)。它指出了犹大本应如何对待自己的罪孽——用剑刎颈、悬梁自尽,或是投海自尽。

  6. 1.1419εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας

    这是一个与事实相反的虚拟条件句,由条件从句中的直陈式过去时(ἐπώλησας 以及 §1.1421 中的 ἐξέδωκας)和主句中的 ἄν 加上直陈式过去时(§1.1422 中的 ὑπέσχες ἄν)构成。由于犹大出卖的并非普通凡人,而是全人类的救主,该句型强调了他应受的惩罚远非世俗法律所能容纳,而是超自然的惩罚。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1344-1.1430