← 纳齐安的贵格利

受难的基督

§1.1519-1.1602

预言降入阴间与耶路撒冷的毁灭

玛利亚预言了基督降入阴间并战胜死亡的胜利,并预言犹太人因对其童贞诞生的亵渎和拒绝,将遭到罗马将领的惩罚并导致耶路撒冷毁灭。她哀叹主在历经异邦的光荣旅程后,最终却在希伯来人的土地上被杀并安葬的悲惨命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1519

ἥκοντ’1 ἐς ἀΐδαο πανζόφου πύλας,

来到了幽暗无光的阴间之门,

1520

ᾅδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος·

为了将最犀利的毒刺扎入阴间;

καὶ γὰρ ἐπ’ αὐτῷ τῷδε κατέρχῃ μόνος,

因为你确实正是为此独自降下,

λήψῃ δὲ νεκροὺς, οὐ σὺ ληφθήσῃ νεκροῖς,

你将掳获死者,而不会被死者所掳获,

ῥύσῃ τε πάντας, ὢν ἐλεύθερος μόνος·

并且你将救赎众人,因你是唯一的自由人。

μόνος γὰρ ἀνὴρ ταῦτα θαρρῶν ἱκάνεις,

因为作为独一之人,你勇敢地面对这一切,

1525

μόνος σὺ φύσεως ὑπερκάμνεις βροτῶν.

唯有你超越了凡人的本性去承受苦难。

Ἔσχον δ’ ἀγῶνες, οἵ σ’ ἔμιμνον, νῦν τέλος,

那等待着你的斗争,如今已达终点,

νίκην τε λοιπὸν κατ’ ἐναντίων ἔχεις,

此后你拥有了战胜仇敌的胜利,

ᾅδην, ὄφιν, θάνατον ἰσχυρῶς τρέπων.

强有力地击退阴间、古蛇与死亡。

Σοφὸς σοφὸς, σὺ, καὶ σοφῶς ἔτλης πότμον,

智者啊,至智的你,明智地忍受了你的命运,

1530

ὡς κοινὸν οἶτον σῷ καταβάλῃς μόρῳ,

为了用你的死击碎那共同的劫数,

κἀν τῇ χθονὶ στηρίζον ἐνθήσεις κλέος,

你将在这地上奠定那支撑一切的荣耀,

γῆς ἐξανίσχων καὶ φέρων σωτηρίαν,

从地中复活并带来救赎,

εἰς συγγένειαν Πατρὸς ἀμείψας δέμας.

使你的身体变易为与父同体。

Αὖθις γὰρ ἔλθῃς2 κλεινὸς, ἁρπάσας γένος,

因为你必将在荣耀中再度降临,夺回人类,

1535

ὦναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μένων

君王啊,不朽的君王,你依然是天主,

μορφῇ τε σῇ συνῆψας ἀνέρος φύσιν·

并让凡人的本性与你的形体结合;

καὶ νῦν ἐς ἀΐδαο κατέρχῃ δόμους,

而如今你降入阴间的居所,

σπεύδων φαεῖναι καὶ καταυγάσαι ζόφον.

急于照亮并驱散那幽暗。

Εὖ δ’, εὖγε λίπῃς τήνδε δυσμενῶν χθόνα,

善哉,你极好地离开了这仇敌之地,

1540

εἰς ἥν γε πρῶτον ἧκες, Ἰσραὴλ δόμους,

即你起初降临之处,以色列之家,

ὀλωλότα πρόβατα ποιμᾶναι θέλων

意欲牧养那迷失的羊群,

καὶ συνθεσίας ἐκπερᾶναι πατράσι,

并实现与祖先们的盟约,

μορφῇ συνάψας τοῦ Θεοῦ βροτῶν φύσιν.

将凡人的本性与天主的形体结合。

Σὲ γὰρ Πατὴρ γεννᾷ μὲν ἀρρεύστως ἀεί·

因为父固然无流转地永远生你,

1545

ἐγὼ δ’ ἔτικτόν σ’ αὖθις ἁγνεύουσ’ ἔτι,

而我亦在依然保持贞洁中再次生育了你,

μορφὴν λαβόντα πρὸς Θεοῦ βροτησίαν.

使你从天主领受了凡人的形躯。

Ἀλλ’ ἐγγενεῖς σῆς μητρὸς, οὓς ἥκιστ’ ἐχρῆν,

然而你母亲的同族,那些最不该如此行的人,

θαυμαστὰ πολλὰ σφίσιν ἐξειργασμένον,

尽管你为他们行了无数奇迹,

ἄρρητ’ ἀμυήτοισιν εἰδέναι βροτοῖς,

那本是未受秘仪启迪的凡人无法知晓与言说的,

1550

σωτῆρά σ’ οὐκ ἔφασκον ἐκφῦναι Θεοῦ,

他们却否认你是天主所生的救主,

ἀλλά με νυμφευθεῖσαν ἐκ θνητοῦ τινὸς

反而胡说我与某个凡人结合

τεκεῖν σ’ ἐλήρουν καὶ γάμους ψευσαμένην

生下了你,并胡说我在婚姻上撒谎,

λέχους ἁμάρτημ’ ἐς Θεόν μ’ ἀναφέρειν·

将我床榻的罪过归咎于天主;

καὶ νῦν κτανεῖν σ’ ἔσπευσαν ἀνόμως φθόνῳ

如今他们因嫉妒而急于非法地杀害你,

1555

ἐχθροῦ σοφίσμαθ’, ὧν νιν3 οὕνεκα κτανὼν

因着仇敌的诡计。为了这些事你击杀了它,

ἄλλων τε πάντων παγκάκων σοφισμάτων

并终止了所有其他极恶的诡计,

παύσεις στροβοῦντα κόσμον ἐν σοφίσμασι,

你必将阻止它用诡计扰乱世界,

καί μιν σιδηραῖς ἁρμόσας ἐν ἄρκυσι

并将它束缚在铁网之中,

στήσεις κακοῦργον τῆς κακουργίας, Τέκνον.

使其无法再作恶,我的孩子。

1560

Σφᾶς δ’ αὖθις αὐτοὺς ἐκ χθονὸς τῆσδ’ ἐκβαλεῖς,

你必将再次把他们自己逐出这片土地,

ἄλλοις δὲ δώσεις καὶ πόλιν τε καὶ κράτος,

而将这城市与统治权赐予他人,

ὡς συμβόλοις εἴρηκας ἤδη σοῖς φίλοις,

正如你已经用比喻对你的朋友们所说的那样,

ἐν οἷς χορεύσεις καὶ καταστήσεις τὰ σὰ

在他们中间你将欢跃,并建立你的

μυστήρι’, ἵν’ ᾖς ἐμφανῶς Θεὸς βροτοῖς,

秘仪,使你显然成为凡人的天主,

1565

ὡς ἐν πόλῳ ξύμπασιν· ἐς δ’ ἄλλην χθόνα,

正如在天国对众人一样;而对于其他的土地,

εὖ διαθεὶς τἀνθένδ’, ἀναστήσεις κράτος.

在妥善安置此处之后,你必将建立统治权。

Δεῖ γὰρ πόλιν τήνδ’ ἐκμαθεῖν, κεἰ μὴ θέλει,

因为这城市必须彻底明白,哪怕它不情愿,

νῦν οὖσ’ ἀμαθὴς τῶν γε σῶν μυστηρίων,

它如今对你的奥秘一无所知,

ἄλλην τε πᾶσαν γηγενῶν παροικίαν,

以及地上所生的其他一切居所,

1570

ἣ θεομαχεῖ τὰ κατὰ σὲ σπονδῶν τ’ ἄπο

它们在关于你的事上与神为敌,并从盟约中

ὠθεῖ σ’, ἐν εὐχαῖς δ’ οὐδαμοῦ μνείαν ἔχει·

排斥你,在祈祷中也绝不提及你;

οὔπω γὰρ οἱ τάλανες ἔγνωσαν γόνον

因为这些可怜的人尚未认识那子,

ἥκοντα Πατρὸς ἐκ πόλου πρὸς γῆν κάτω.

那从父的天国降临到地上的子。

Ὧν οὕνεκ’ αὐτοῖς δεῖξον, ὡς εἶ σὺ Θεός·

因这些缘故,向他们显明你是天主;

1575

δείξεις δὲ πάντως· ἢν δ’ Ἰουδαίων γένος

而你必将显明。若你意欲将犹太民族

ὀργῇ σὺν ὅπλοις ἐξάγειν χθονὸς θέλῃς

带着愤怒与武器逐出这片土地

ἄρδην, ἐλάσεις Αὐσόνων στρατηλατῶν,

乃至彻底扫除,你必将驱使奥索尼亚人的将领,

οὓς σφῶν ἀνάσσειν ᾑρετίσαντ’ ἀφρόνως,

那是他们愚蠢地选择来统治自己的,

σὴν δεσποτείαν ὡς ἀπηγορευκότες,

仿佛拒绝了你的主权,

1580

ἄνακτα τὸν Καίσαρ’ ἀνηγορευκότες.

并宣布恺撒为他们的君王。

Ποινὴν γὰρ ἀθρῶ σοῦ πότμου ζωηφόρου,

因为我看到了对你赐予生命的死所施加的惩罚,

πῦρ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια

房屋近旁的烈火,以及居所的废墟

τεφρούμενʼ ἤδη, πυρὸς ἄσβεστον φλόγα,

已化为灰烬,那无法熄灭的炉火,

ἀθάνατον Θεοῦ πόλιν πρὸς τήνδ’ ὕβριν.

针对这一对天主不朽之城的侮辱。

1585

Αἰνῶ κρίσιν, ἄβατον ἣ πέδον τόδε

我赞美那使这片土地成为禁地的审判,

τίθησι πᾶσι τοῖς φονευταῖς σου, Τέκνον,

对所有杀害你的人而言,我的孩子,

ὃς4 τὰς Λυδῶν πανευκλεεῖς λιπὼν πόλεις

你曾离开了吕底亚人极具荣耀的城市,

Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας,

以及弗里吉亚人、波斯人那阳光普照的平原,

Βάκτρια τείχη τήν τε δύσχειμον χθόνα

绕过了巴克特里亚的城墙与严寒的土地,

1590

Μήδων παρελθὼν Ἀρράβων τ’ εὐδαίμονα,

经过了米底亚人和富庶的阿拉伯人的土地,

ἔθνη τὰ μακρὰν ἐν σκότῳ βεβυσμένα,

那些深陷在遥远黑暗中的民族,

πᾶσάν τ’ Ἀσίαν, ἣν παρ’ ἁλμυρὰν ἅλα

以及整个亚洲,人们说它在咸海之滨

Ἕλλησι κεῖσθαι φασὶ βαρβάροις θ’ ὁμοῦ,

为希腊人与蛮族所共同居住,

πλήρεις ἔχουσαν καλλιπυργώτους πόλεις,

拥有充满美丽塔楼的城市,

1595

ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα,

你首先来到了这希伯来人的土地,

ἥ σ’ ἐς τάφον τίθησιν ἐκ σφαγῆς νέκυν.

而它却因一场屠杀而将作为死者的你安放在坟墓中。

Ἰὼ, Θεοῦ μέλαθρα καὶ πόλις φίλα,

啊,天主的殿宇和亲爱的城市,

ὦ καλλίπυργον ἄστυ Δαυΐδου χθονὸς,

大卫土地上拥有美丽塔楼的都市,

ὦ θαλάμευμα τῶν πάλαι θεοπρόπων,

古代先知的内殿,

1600

θεοκτόνων σπήλαιον ὡς νῦν ἀνέφυς·

如今你竟成了弑神者的洞穴!

Πῶς σε στενάξω; πῶς σε θρηνήσω φόνου;

我该如何为你哀叹?我该如何为你的谋杀哭泣?

Ἀλλ’, ὦ λιποῦσαι Γαλιλαίας χωρίον,

但是,哦,离开了加利利地方的妇女们,

语法注4 条
  1. 1.1519ἥκοντ’

    宾格单数阳性分词 ἥκοντα 的省音形。与前文 §1.1518 中的宾格代名词 σε(“大地……接纳你”)一致,作叙述性分词,描绘基督已到达阴间之门的状态。

  2. 1.1534ἔλθῃς

    虚拟语气第二人称单数。作为拜占庭希腊语的语法特征,在带有 γάρ 的独立小句中,虚拟语气用于表示确定的未来事件(基督的再临)。

  3. 1.1555νιν

    第三人称宾格代名词(此处指魔鬼)。在前置的关系代词复数属格 ὧν(“因着这些[诡计]”)之后,作为分词 κτανών(“击杀”)的直接宾语,构成了基督通过消灭魔鬼从而将世界从其欺骗中解救出来的句式结构。

  4. 1.1587ὃς

    主格单数阳性关系代词。这开启了一段长篇互文,模仿欧里庇得斯《巴克科斯的女信徒》开篇(第1-19行)狄奥尼索斯自东方而来的旅程,用以比拟基督的降诞与在世传道。该关系从句延续数行,最终收束于第1595行的主动词 ἦλθες(“你来到了”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 译文 2 处
  • 2026-09-22 AI校阅 — 原文 2 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1519-1.1602