← 纳齐安的贵格利

受难的基督

§1.1262-1.1343

基督降架与玛利亚拥抱遗体的哀哭

约瑟和尼哥底母将基督的遗体放下,玛利亚紧抱遗体,在深切哀悼其死亡的同时,回忆起他奇异的诞生,并开始讲述人类始祖亚当与夏娃的堕落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1262

Ναὶ, φίλε Νικόδημε, σὺ πρῶτος τάχει

是的,朋友尼哥底母,你先急忙

ἔμβαινε πηκτὰς κλίμακος πρὸς ἐμβάσεις,

登上那连接好的梯子的横木,

ἐκπασσαλεύσων διγλύφου δοκοῦ δέμας

从那双重雕琢的木梁上,拔去那

1265

λέοντος,1 ὃν γέγηθε θηράσας λαός.

民众因捕获而欢喜的狮子身体上的钉子。

Σὺ δ’ ἔξιθ’ ὡς τάχιστα καὶ θρηνοῦσά περ·

而你,哪怕哀哭,也请尽快离开;

ὡς ταῦτ’ ἄραρε,2 κοὐκ ἔχεις ἰσχὺν, ὅπως

因为这些事已成定局,你并无力量

ταῦτ’ ἀνατρέψῃς, κἂν στένῃς κἂν δακρύῃς.

去颠覆这一切,即便你哀号和流泪。

Δειλαί’ ἐγὼ δύστηνος, εἰ Παῖδ’ οὐχ ὁρῶ

可怜而悲惨的我啊,如果在墓穴接纳他之前,

1270

κἂν τεθνεῶτα, μέχρι καὶ τύμβος λάβῃ·

我无法看到我的孩子,哪怕他是死去的;

φύγω δὲ δῆμον, ἵνα μή τι καὶ πάθω;

难道我还要逃避民众,免得自己也遭遇什么不幸吗?

Παιδὸς γὰρ ἄνευ τίς ἔρως μοι τοῦ βίου;

因为没有我的孩子,我对生命还有什么眷恋?

Κλαῦσαι νεκρόν μοι Παῖδα καὶ θάψαι πάρες

请容我为死去的孩子哭泣并安葬他,

ψαῦσαι ποδῶν τε καὶ κατασπάσαι μέλη.

触摸他的双脚并拉下他的肢体。

1275

Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμὴ, νεκροῦ λαβοῦ.

来吧,我这可怜的手,抱住这死者。

Μὴ μὴ προσοίσῃς3 χεῖρα μηδ’ ἅψῃ νεκροῦ,

不,不要伸出你的手,也不要触摸死者,

μὴ δῆτ’, ἐπεί μιν ταῖνδ’ ἐγὼ θάψω χεροῖν,

绝不要,因为我将用这两只手安葬他,

τὸν Νικόδημον εἰσφέρων συνεργάτην,

并请尼哥底母作为协助者,

μύρων χύσιν φέροντα δαψιλεστάτην,

他带来了极丰富的香油,

1280

ὡς μή τις αὐτὸν δυσμενῶν καθυβρίσῃ,

免得有仇敌侮辱他,

πέπλους ἀνασπῶν σῶμά τ’ ἐκφέρων τάφου.

撕裂衣物并将他的身体带出坟墓。

Ὡς γὰρ προσήκει μὴ γένους κοινωνίαν

因为就像对于没有

ἔχοντι, κἀγὼ τὸν νέκυν τιμῶ φίλον.

血缘关系的人也应当如此一样,我也敬重这位死去的友人。

Πῶς δ’ οὖν κομίζειν ἢ τί χρὴ δεδρακότας

因此,考虑我们应该如何运送,或者应该做些什么

1285

τὸν νεκρὸν ἡμᾶς σῇ χαρίζεσθαι φρενὶ,

来让这死者符合你的心愿;

φρόντιζ’· ἐμοῖς δὲ χρωμένη βουλεύμασι

并采纳我的建议,

σιγῇ φέρ’· ἔσται γὰρ τὸ πᾶν πανευπρεπές.

默默地承受吧;因为一切都会非常庄严。

Οὐδ’ ὠμὸν4 εἰς σὸν Παῖδα τεθνεῶτ’ ἴδῃς·

你也不会看到有什么冷酷之事加在你那死去的孩子身上,

εἶναι γὰρ Ἰουδαῖος οὐκ ἀναίνομαι·

因为我不否认自己是个犹太人;

1290

ἀτὰρ τοσοῦτον οὐ δυνήσομαί ποτε

然而我永远无法相信这一点,

τὸν σὸν πιθέσθαι Παῖδ’ ὅπως οὐκ ἐσθλὸς ἦν,

即你的孩子不是善良的,

οὐδ’ εἰ τὸ σύμπαν τῶν βροτῶν λέγει γένος

即便整个人类种族都这么说,

καὶ τὴν ὀρεινὴν γραμμάτων πλήσειέ τις

即便有人用文字填满山中的森林,

ὕλην, ἐπεί μιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.

因为我知道他是善良的。

1295

Ἔκτειν᾽ ὅμως, ἄνασσα, χεῖρας σὺν κόραις,

尽管如此,女王啊,与少女们一同伸出双手,

δέξαι τε νεκρὸν Παῖδα σὸν πεφιλμένον,

接纳你心爱的死去孩子,

καὶ κλαῦσον, ὡς βούλοιο, καὶ ψαῦσαι μελῶν.

并如你所愿地哭泣,触摸他的肢体。

Κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις

你说了最美妙的话,从今以后,在恩人

τολοιπὸν ἤδη καὶ φίλοις ἔσῃ πλέον,

和朋友之中,你将更加伟大,

1300

ὡς καλλίνικος, ᾗ κλέος νίκης μέγα.

如同拥有一场伟大胜利之荣耀的光荣胜利者。

Οὐκοῦν, γεραιὲ φίλτατ’ Ἰωσὴφ, λάβε,

那么,最亲爱的老约瑟,请接过去,

ἐναγκάλισαι Παῖδα καὶ προσέλκυσαι.

把孩子抱在怀里,拉向你。

Λαβοῦ λαβοῦ νῦν καὶ κατόρθωσον δέμας,

接过去,现在接过去并扶直他的身体,

ὄρθου κεφαλὴν, πῆχυν ἐνθεὶς αὐχένι

挺起他的头,将手臂垫在他的颈后,

1305

ἐνδέξια, πλευρὰν δὲ τοῦδ’ ἀείρατε.

要妥当地,并抬起他的侧肋。

Ἔκτειν᾽, ἄνασσα, χεῖρας, αἵ τ’ ἄλλαι κόραι,

伸出你们的手,女王啊,还有其他的少女们,

δέχνυσθε νεκρὸν, ὃς νεκροῖς ζωὴν διδοῖ,

接纳这死者,他赐予死者生命,

κἀγὼ δ’, ὅσον δύναμις, ὑποδέξομαι.

而我,也将竭尽所能,在下方接引他。

Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμὴ, νεκρὸν λάβε.

来吧,我这可怜的手,接纳这死者。

1310

Φεῦ φεῦ· τί λεύσω; ταῖν χεροῖν τί νῦν φέρω;

哀哉,哀哉!我看见了什么?我此时双手中抱着什么?

τίς ἐστιν οὗτος, ὃν νέκυν χεροῖν ἔχω;

这是谁,我双手中抱着的死者是谁?

πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένη

我这不幸的人,又该如何怀着敬畏

πρὸς στέρνα θῶμαι; τίνα θρηνήσω τρόπον;

将他贴在胸前?我该以何种方式哀悼?

Αὐτὸς δὲ δοίης καὶ προσειπεῖν σ’ ὡς νέκυν

愿你亲自允准我向死去的你说话,

1315

καὶ πᾶν κατασπάσαι με σὸν μέλος, Τέκνον.

并让我将你所有的肢体拉向我,孩子。

Χαῖρ’, ὕστατόν σ’ ὁρῶσα νῦν προσφθέγγομαι,

再见,此时看着你最后一眼,向你致意,

ὃν μήποτ’ αὐτὴ φύσασ’ ὤφελον5 νέκυν

生下你的我,本绝不该看到

τανῦν ἰδέσθαι φθίμενόν σ’ ὑπ’ ἀνόμων.

如今你这被不法之徒毁灭的死者之身。

Δὸς ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.

请允许母亲亲吻你的右手。

1320

Ὦ φιλτάτη χεὶρ, ἧς ἐγὼ πόλλ’ εἰχόμην

噢,最亲爱的手,我曾常常握着它,

προσειχόμην θ’ ὡς κισσὸς ἔρνεσι δρυός·

紧紧依附,如同常春藤缠绕在橡树的枝干上;

Ὦ φίλον ὄμμα, φίλτατον δέ μοι στόμα

噢,亲爱的双眼,对我而言最亲爱的嘴唇

καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς Τέκνου·

与高贵的姿容和孩子的面庞;

Ὦ γλυκυτάτη προσβολὴ τῶν χειλέων·

噢,最甜蜜的亲吻;

1325

Ὦ θέσκελος χρὼς πνεῦμά θ’ ἥδιστον Τέκνου·

噢,孩子神圣的肌肤和最甜美的气息;

Ὦ θεῖον ὀδμῆς ἆσθμα· καὶ γὰρ ἐν κακοῖς

噢,神圣的芬芳气息;因为即便身处

οὖσ’ ᾐσθόμην σου κἀνεκουφίσθην κέαρ.

苦难之中,我也能感受到你,我的心便得以宽慰。

Τί σ’ ὧδ’ ἀτίμως ἠθέλησας τεθνάναι;

你为何甘愿如此无尊严地死去?

τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν

你为何让你那生下你的母亲

1330

τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον·

失去你而孤单?哀哉,愿我与你同死,孩子;

θανεῖν με κρεῖττον ἢ θανόντα σε βλέπειν.

我死胜过看着你死去。

Πῶς ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος

从你那无法言说、紧闭的双眼,

ἕξω παρηγόρημα; πῶς δ’ οἴσω μένειν;

我该如何获得安慰?我又该如何忍受留下来?

Ὦ χρωτὸς ἡδὺ πνεῦμα· μάτην ἄρα

噢,肌肤甘美的气息;那么我这乳房

1335

ἔθρεψε, Τέκνον, μαζὸς οὑμὸς σπαργάνοις;

在襁褓中抚育你,孩子,终究是徒劳的吗?

μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις

从你那奇异诞生的最初,我劳苦并

ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων;6

因痛苦而憔悴,终究也是徒劳的吗?

Ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ’ εἰς ᾅδου μολὼν,

确实,在生时经历了许多,在走向冥府时也经历了许多,

Παγκράτορος Παῖ, τῆς ἐμῆς ἥψω φρενός.

全能者的孩子啊,你触动了我的心。

1340

Ἐκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν.

在这最初的事情中,我将首先开始讲述。

Ὕβρις μὲν, ἥγ’ ἔσφηλε πάντων μητέρα

那傲慢,它确实使众人的母亲

καὶ πατέρα πρώτιστον, ὃς βροτῶν γένος

与最原始的父亲跌倒,他播种了凡人的种族

ἔσπειρε κἀξήμησε κάλλιστον θέρος,

并收获了最美丽的庄稼。

语法注6 条
  1. 1.1265λέοντος

    该名词单数属格将基督比喻为“狮子”,象征性地表现了他作为犹大雄狮的尊严,或是被民众捕获的高贵存在。

  2. 1.1267ὡς ταῦτ’ ἄραρε

    使用动词 ἀραρίσκω 的非人称完成式 ἄραρε,意为“这些事已成定局”,表示决定和事态的不可改变性。

  3. 1.1276προσοίσῃς

    该词是动词 προσφέρω 的形式,在此构成否定命令,意为“不要伸手”。

  4. 1.1288ὠμὀν

    作为后接不定式 εἶναι 的述语形容词,在承认自己是犹太人的语境中指代“冷酷”。

  5. 1.1317ὤφελον

    作为助动词使用的 ὤφελον 与不定式 ἰδέσθαι 相结合,表达了过去未曾实现的强烈愿望(“本绝不该看到”)。

  6. 1.1337ξένων γενεθλίων

    该属格短语用作性质修饰,指代玛利亚的处女怀孕,即基督“不同寻常、奇异的诞生”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(6 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — 译文 4 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1262-1.1343