← 纳齐安的贵格利

受难的基督

§1.1093-1.1175

约瑟与尼哥底母的到来及安葬准备

目睹基督之死所引发的自然奇迹及士兵悔改的人们正为如何安葬遗体而苦恼,此时亚利马太的约瑟与尼哥底母带着完备的殓葬工具赶到。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1093

ἀρύεταί1 τε χερσὶ κρουνοῦ καὶ κάραν

他用双手从泉中汲水,

ἔχρισεν, ὡς ἔοικεν, ὡς ἅγνισμ’ ἔχῃ.

似乎是为了获得洁净,将水涂抹在头上。

1095

Ἔοικεν Ἄναξ πολλὰ τῇδ’ ἐν ἡμέρᾳ

主在这一天,似乎将许多灾祸

κακὰ ξυνάπτειν ἐνδίκως μιαιφόνοις·

正当地降临在那些杀人犯身上;

αὐτούς γε μέντοι, μὴ φίλους, δράσειέ2 τι

然而,愿那创造万物之主的复仇之眼,

ἔκδικον ὄμμα Δεσπότου παντεργάτου.

对并非朋友的他们降下某种惩罚。

Ἴτω δίκ’, ἴτω φανερῶς ξιφηφόρος

让正义前行吧,公然地前行,手持利剑

1100

καὶ πυρφόρος τάχιστα τοῖς μιαιφόνοις.

与火焰,迅速地降临在杀人犯身上。

Ἔστι γὰρ ὄντως θαῦμα φρικτὸν εἰσορᾶν·

因为这确实是令人战栗的奇迹;

ὁ μὲν γὰρ ὦσε κατὰ πλευρᾶς που δόρυ,

因为有人用枪刺入了他的肋旁,

πλευρᾶς νενυγμένης δὲ θαυμαστὸν νᾶμα

而从被刺穿的肋旁,立刻滴落了

ἔσταξεν εὐθὺς αἷμά τ’ οὐ πεφυρμένον,

惊人的泉流与未曾混合的鲜血,

1105

φρικτὸν θέαμα, καὶ τρόμος μ’ ὁρᾶν ἔχει.

这是可怕的景象,看着它让我浑身战栗。

Διδάσκαλον φέρω γὰρ αὐτὴν τὴν κτίσιν,

因为我以受造界本身为导师,

γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας

那动摇的大地边缘、崩裂的岩石,

τάφους τε νεκρῶν ἄφαρ ἠνεῳγμένους·

以及立时敞开的死者坟墓(都是证据);

αὐτὸς δ’ ὁ νύξας ἔντρομος πεσὼν θίγει.

而那刺穿他的人自己,也战栗着倒下并抚摸着他。

1110

Ὦ τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα,

噢,孩子,最爱的人,神圣的头颅,

οὕτως ἐφάνης πᾶσι, καὶ τοῖς μὴ φίλοις,

你竟这样向众人显现,甚至向那些并非朋友的人,

σφόδρα ποθεινὴ δακρύοισι συμφορά·

成为了在泪水中被深切期盼的灾难;

κενοῖς τε καθάρσιον αἷμα τοῦ γένους·

并作为那族类中空虚之人的洁净之血;

καὶ δυσμενεῖς φρίττουσιν, ἀθροῦντες ξένα,

敌人们注视着这些奇妙的事也感到战栗,

1115

Θεοῦ τε κεκράγασι τρανῶς σ’ Υἱέα·

并且清晰地呼喊着你是上帝之子;

πάντα τρέμουσιν, ἅτε μὴ γνώμην ἔχει,

万物都在战栗,仿佛没有理智一般。

οἱ δ’ ἐγγενεῖς σ’ ἔκτειναν ἀλόγῳ φθόνῳ,

但你的同胞因无理的嫉妒杀害了你,

ἐξ ὧν σ’ ἐχρῆν στέφανον ἐς κάραν λαβεῖν,

你本应从他们那里获得头上的冠冕,

οὐχ οἷον ἐμπαίζοντες ἔστεψάν σέ πως·

而不是像他们以戏弄的方式强加给你的茨冠;

1120

οἵδ’ οὐδὲ φροντίζουσί σ’ ἐνθεῖναι τάφῳ.

而他们甚至不关心将你安葬在坟墓中。

Πῶς οὖν ἐγώ σε τοῦ ξύλου καταγάγω;3

那么,我该如何将你从木架上取下来呢?

ποίῳ δὲ τύμβῳ καταθείμην σὸν δέμας;

我该将你的遗体安放在怎样的坟墓里?

οἵοις τε πέπλοις κατακαλύψω νέκυν;

我又该用怎样的细麻布遮盖尸身?

πῶς καὶ τἀπιχώρια μέλψω σοι μέλη;

我又该如何为你唱起家乡的哀歌?

1125

τίνος σε κηδεύσουσιν, ὦ Τέκνον, χέρες;

噢,孩子,谁的手将为你料理后事?

Οἴμοι, τί δράσω; τίς γένωμαι παντλάμων;

哀哉,我该怎么办?我这全然不幸的人将变成怎样?

Τί ταῦτ’ ἀλύω; πειστέον τοῖς σοῖς λόγοις

为什么我如此语无伦次?我必须顺从你的话语

ἔργοις θ’, ὅσ’ ὑπέδειξας εἰς μαρτυρίαν,

和行为,正如你为了见证所展现的一切,

ὡς ἔστιν ἅπαν σοι θελητὸν δυνατόν.

因为对你而言,凡你所愿的无一不能。

1130

Πολλῶν ταμίας4 ἐστὶν ἀέλπτων Θεὸς,

上帝是许多意想不到之事的分配者,

πολλά τ’ ἀέλπτως πολλάκις κραίνει Θεὸς,

上帝也常常以意想不到的方式成就许多事,

τὰ δ’ αὖ δοκηθέντ’ οὐκ ἐφεῦρε καὶ τέλος·

而人们预料的事却未能实现并迎来了终结;

σὺ δ’ ἀδοκήτων αὐτὸς εὕροις μοι πόρον.

愿你亲自在这些意想不到中为我寻得一条出路。

Καὶ μὴν ὅδ’ Ἰώσηπος ἐν σπουδῇ ποδὸς

看啊,这边的约瑟正急匆匆地

1135

στείχει, νέον τι πρᾶγμ’ ἴσως ἔχων φράσαι.

走来,或许有什么新的事情要宣告。

Ἀτὰρ τόδ’ ἄλλο θαῦμα καὶ παρ’ ἐλπίδα,

然而,这是另一个意料之外的奇迹,

μύστην νύχιον τῷδε συντρέχοντά πως,

那夜间的门徒不知怎地与他一同跑来,

σκεύη φέροντα προσφυᾶ τῇ καθόδῳ.

携带着适合卸下遗体的器具。

Ὦ μάκαρ, ὃς τὰ τοῦ Θεοῦ μυστήρια

噢,那知晓上帝的奥秘、

1140

εἰδὼς ἁγιστεύει θ’ ἑαυτοῦ βιοτὰν

圣洁度日、

καὶ θιασεύεται καθαρμοῖσι ψυχὰν

以洁净礼仪净化灵魂、

δέμας τε παντὸς ἀνατινάσσων ῥύπου

使身体摆脱一切污秽、

κύκλῳ τε πασῶν ἀρετῶν στέφων κάραν

并在头上戴满众德冠冕、

ἀεὶ θεραπεύειν θοάζει τὸν Θεόν.

始终急于事奉上帝的人是有福的。

1145

Τὸ σωφρονεῖν γὰρ καὶ σέβειν τὰ τοῦ Θεοῦ

因为克己自律并敬畏上帝的事务

κάλλιστον, οἶμαι δ’ αὐτὸ καὶ σοφώτατον

是最美好的,而且我认为对于躬行此道的凡人来说,

θνητοῖσιν εἶναι χρῆμα τοῖσι χρωμένοις.

这本身就是最明智的事。

Ὦ φίλταθ’, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων,

噢,最亲爱的人,我听到了你的声音,

σοφὴν σοφοῦ παρ’ ἀνδρός· ἐκ μακρᾶς ὁδοῦ

那出自智者的智慧之声;从遥远的路途

1150

ἥκω δ’ ἕτοιμος τήνδ’ ἔχων σκευὴν τάχει,

我急忙赶来,带着这些准备好的器具,

ὅπως νέκυν θάψαιμι τὸν πεφιλμένον.

为要安葬这挚爱的遗体。

Δεῖ γάρ νιν ὄντα καὶ πάρος σεπτὸν φίλον,

因为我们必须敬重这位昔日尊贵的朋友,

ὅσον καθ’ ἡμᾶς, καὶ νέκυν τοῦτον σέβειν.

尽我们所能,即使他如今已是尸身。

Πῶς χρὴ κατάγειν, πῶς δὲ πρὸς τύμβον φέρειν

该如何卸下,该如何运往坟墓,

1155

πέπλοις ἐνειλίσαι τε; Νῦν ἡγοῦ σύ μοι

又该如何用细麻布包裹?现在请你引导我,

νέος γέροντι, παρθένος, σὺ γὰρ σοφός·

年轻人,引导我这老人,处女啊,你也如此,因为你极具智慧;

ὡς οὐ κάμοιμ’ ἂν, εἴθ’ ἕως εἴθ’ ἑσπέρα,

好让我无论清晨或黄昏都不致疲倦,

ἕως νέκυν θήσοιμι καινῷ μου τάφῳ·

直到我将遗体安放在我的新墓里;

ὅσον δέον γὰρ μὴ γένους κοινωνίαν

因为作为一名并无血缘关系的门徒所应尽的本分,

1160

ἔχοντι μύστῃ, τοῦτον οἰκτείρω κἀγώ.

我也哀怜并敬重这位逝者。

Ὅδ’ αὐτὸς ὑμῶν ἀπόνως ἡγήσεται

他自己会轻松地引导你们,

καὶ πᾶσαν εὐμάρειαν ἐν χεροῖν διδοῖ.

并将所有的便利交在你们手中。

Ὦ χρῆμα καγκαλὲς Θεοῦ, δέσποιν’ ἐμὴ,

噢,神圣而极其美丽的造物啊,我的女王,

τί Παῖδα πρὸς σὸν τήνδ’ ἄγουσ’ ἐρημίαν

为什么你站在你孩子的身旁,置身于这荒凉之地,

1165

ἕστηκας, αὐτῷ θρεομένη σαυτῆς λυγρά;

向他倾诉着你自己的哀痛?

καί σοι μόνος πάρεστι μύστης παρθένος,

而且只有一位童贞的门徒陪伴着你,

λιπὼν ἀδελφὸν ἐν χορῷ μυστηπόλων,

他抛下了留在同门门徒队伍中的兄弟,

ἄλλοι δ’ ὀπαδοὶ τῶν γόων πεπλησμένοι

而其他随从们,心中充满了哀叹,

φεύγουσι, πολλῷ τῷ φόβῳ πεφρικότες,

在大限的恐惧中颤抖着逃走了,

1170

οὐδ’ εἶδον οὐδὲν τῶν νεωτέρων κακῶν,

他们甚至没有看到这些更新的灾难;

σὺ δ’ οὐ πέφρικας δυσμενῶν ἀβουλίαν.

但你却不为仇敌们的狂妄而战栗。

Ἐγὼ δέδοικα, μή τι βουλεύσῃ νέον

我害怕那敌对、恶毒、嗜杀的群体,

ὅμιλος ἐχθρὸς, δυσμενὴς, μιαιφόνος·

会再次策划什么新的恶谋;

βαρεῖα γὰρ φρὴν οὐδ’ ἀνέξεται κλύειν,

因为他们顽固的心肠甚至无法忍受听闻此事,

1175

κἂν νεκρὸν ἢν δοίημεν ἐντίμῳ ταφῇ.

即使我们是将遗体送入体面的安葬之中。

语法注4 条
  1. 1.1093ἀρύεταί

    动词 ἀρύομαι(汲取)支配属格 κρουνοῦ 以表示源头。这起到了表示起源或分离的属格(意为“从泉中”)的作用。

  2. 1.1097δράσειέ

    这是动词 δράω(做、行)的第三人称单数不定过去时祈愿式。在独立句中,它作为“表示愿望的祈愿式”(optative of wish)起作用,表达对某事发生的期盼。

  3. 1.1121καταγάγω

    这是与疑问词 πῶς(如何)连用的不定过去时虚拟式,构成“疑虑性虚拟式”(deliberative subjunctive,意为“我该如何降下……”),用于询问某种困惑或义务。它与下一句中的 καταθείμην(祈愿式)呈并列关系。

  4. 1.1130Πολλῶν ταμίας

    第 1130 至 1133 行借用并改写了欧里庇得斯悲剧(如《美狄亚》、《阿尔克斯提斯》等)极为著名的尾声双短一长格(anapestic)诗句,并将其融入了拜占庭基督教的语境中。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
  • 中于 2026-05-24 由 Gemini 3.5 Flash 重新翻译
  • 2026-11-24 AI校阅 — 译文 3 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1093-1.1175