← 纳齐安的贵格利

受难的基督

§1.1-1.89

圣母玛利亚的哀叹与人类的堕落

戏剧主角圣母玛利亚哀叹自夏娃原罪开始的人类堕落及基督受难的必然性,表达了她因儿子遭受不公苦难而碎心裂胆的悲痛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Εἴθ’ ὤφελ’1 ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις,

愿那蛇未曾在草地上爬行,

μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων

愿那心怀诡计的龙未曾在其山谷中潜伏。

ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φῦμα,

因为若非如此,那出自肋骨的受造物、

μήτηρ γένους δύστηνος ἠπατημένη,

人类不幸且被欺骗的母亲,

5

τόλμημα τολμᾶν παντάτολμον ἀνέτλη,

便不会敢于尝试那极度大胆的蛮行。

ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη,

她因对那树木的切望而心魂夺尽,

θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν,

被说服可在当下即获得神化;

οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν

亦不会在说服其丈夫吃下果实后,

τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι

因这立即给他们带来不利的事,

10

λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου,

从那至福的草地上被驱逐出去,

λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον,

她既被判处毁灭与悲惨的死亡,

μήτηρ τέκνων τ’ ἤκουσεν2 ἐκ δυσκοιτίας

便不会因那不幸的同床,而在艰难分娩并被产痛压垮中,被称为子女之母,

μογοστοκοῦσ’ ὠδῖσί τ’ ἐμπαρειμένη

伴随着阵痛与折磨,

ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν

亦不会与丈夫和孩子们一起,在终极诅咒的汗水里,

15

σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης,

居住在这毁灭的土地上,

ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις,

她注定要在痛苦和叹息中生育他们,

διαδοχάς τε παραπέμπειν τῷ βίῳ

向生命输送世代的传承,

διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους,

并从此寻得杰出的和解;

οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν,

整个人类亦不会灭绝,

20

καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως

并在某种程度上说服了那全能者,使其因着仁慈,

ἀγαθότητι δαπέδῳ κατιέναι

降临到这片土地上以行医治,

καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος,

以全新的方式成为凡人并忍受受难,

οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος

我亦不会成为童贞之母,

καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει,

如今听到我的儿子被拉去审判,

25

οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς,

那天上的、地上的、在出身中纯洁无瑕的儿子,

ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον,

亦不会因看到他遭受彻底的侮辱而战栗,

ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα,

怀着,啊,那无需火炬的、可怕的火焰,

ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ

它在我体内剧烈肆虐,震颤着我的心,

καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα,

像巨大的木槌一样穿透我的心,

30

ὡς νητρεκῶς ἤϋσε Συμεὼν γέρων,

正如那老人西面确实大声呼喊的那样,

τηλεσκόποις ὄμμασι πάντως προβλέπων.

借着他那洞察未来的眼睛预见了一切。

Ἦ που μεγίστη γίνεται σωτηρία,

的确,这成了最大的救赎,

ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ,

当妻子不与丈夫心生嫌隙,

τὰ πάντα συμφέρουσα τῷδ’, ὥσπερ θέμις,

凡事顺从他,一如公理,

35

μηδὲ πρὸς ἄλλου πάρφασίν τινα κλύῃ,

亦不听从他人的任何诱惑,

ἀλλ’ ἔστι συμφρονοῦσα γνησίῳ πόσει.

而是与她真正的配偶同心同德。

Νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ καίρια,

但如今,一切皆成敌对,要害之处也已病入膏肓,

αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος.

因为她自己背叛了丈夫和统治的荣耀。

Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν·

盖因陈旧的骄慢总易生出新的骄慢;

40

ἐκ δακρύων δάκρυα καταλείβεται,

泪水顺着泪水流淌,

ὧν οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί τις·

它们既无尺度,也无数目;

κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

因为恶与恶总是竞相涌现。

Ὅθεν πότνια φύσις ἠτιμωμένη

因此,被侮辱的尊贵自然

στένει κλάουσα συμφορὰς πεφυρμένας

哭泣着,为错综复杂的灾祸而哀叹,

45

διαδοχάς τε τῶν ἀφερτάτων πόνων,

并为那无法忍受的劳苦之延续而叹息,

τὸν πάντα συντήκουσα δακρύοις χρόνον,

用泪水消磨了她所有的时光,

ἐπεὶ πρὸς ἐχθροῖς ᾔσθετ’ ἠδικημένη

因为她感到自己被仇敌所害,

καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ

且因她那最初受苦之母的伤害,

πατρός θ’ ὑποκλίναντος οὖας μητέρι,

以及向母亲侧耳听从的父亲的过错。

50

ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν᾽ ἔκγονοι.

我们都是这大地上他们的子孙。

Βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιὰς,

她呼喊着誓言,呼唤着右手,

πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται·

那极大的誓约,并请神作证;

ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,

因为那可怜的人在灾祸中懂得了,

οἷον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα·

绝不该离开她那美好的祖辈土地;

55

στυγεῖ δὲ κόσμον οὐδ’ ὁρῶσ’ εὐφραίνεται.

她憎恨这世界,眼见它亦不感到欢喜。

Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος,

盖因她如今已陷入这般痛苦,

ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ

以至于我也升起一种渴望,

λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.

要来到这里,向大地与天空诉说自然所受的伤害。

Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων,

因为那可怜的人仍未停止哀哭,

60

τίκτουσα μὴ τίκτουσα, φεύγουσ’ αὖ τόκους.

既生育又未生育,转而又逃避生育。

Δύστηνʼ· ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ,

可怜的人啊!因为我在说你时也是在说我自己,

τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον.

那既生育又未生育的,这实属超乎常理。

Τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω;

因为我经历了一场无生的生育——我该如何表达?

πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.

无论如今还是往昔,我都避开了产痛与败坏。

65

Οὐκ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν

我既不知任何男人的欢娱,亦不知其招致非议的传言,

τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς·3

犹如不知如何给铜染色一般;

οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις.

因为无人曾破除我童贞的结。

Καὶ παῖδα πῶς ἔτικτον; ὦ θάμβος μέγα·

那么,我又是如何生下孩子的呢?啊,伟大的奇迹!

ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν;

但如今,我该如何忍受看着他遭受侮辱?

70

πόνους φυγοῦσα πῶς ὀδυνῶμαι κέαρ;

既然避开了产痛,我的心又为何如此痛苦?

Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο,

往昔,在极大的喜悦中,我是如何欢呼的,

ὅτ’ ἦλθεν εὐάγγελος ἀγγέλων τόκον,

当那使者的使者带来关于生育的佳音,

φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει

宣告人类将从仇敌手中逃脱,

καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα;

并给我带来极大的欢欣快乐?

75

Λόγοις δὲ τοῦδ’ εὔπλαγκτος οὐκ ἐφαινόμην

但在他的话语面前,我并未显得易受迷惑,

πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν

因我信了那带来神圣宣告的人,

οὐχὶ σφάγιον μηνύουσάν μ’ ἐκτεκεῖν,

那宣告并非预示着我将生下一件牺牲,

ἀλλ’ ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου.

而是要作为大地和整个天空的统治者。

Ὅμως δ’ ἔθυον καὶ γυναικείῳ νόμῳ

然而我还是献了祭,且按照女子的习俗,

80

ψυχῆς τ’ ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης,

从我灵魂深处发出欢呼,

λάσκουσ’, ἀνευφημοῦσα τὴν ἀγγελίαν,

大声呼喊,赞美着那佳音,

θυηφάγον φέρουσά τ’ εὐώδη φλόγα,

怀着那消耗祭品的芬芳火焰,

οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι,

如同先知们吩咐要献祭的那样,

ζῆλον ζάπυρον, πνεῦμα συντετριμμένον,4

那炽热的赤诚,那痛悔的灵,

85

ἔρωτά τ’ ἀκάθεκτον, ἔνθερμον λίαν,

以及那无法遏制、极度温热的爱,

ἃ θυσίαν οἴδαμεν εὐφημουμένην.

这些都是我们所深知的蒙赞美的祭物。

Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος;

可是如今,锐利的箭矢又如何搅动着我的内脏?

κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν

况且,我曾渴望在夜间奔跑,

ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι,

去看我的孩子会遭受何等的苦难。

语法注4 条
  1. 1.1Εἴθ’ ὤφελ’

    εἴθε 与 ὤφελον(ὀφείλω 的不定过去时)连用,后接不定式,表示对过去无法实现的愿望(“要是……就好了”)。本句是对欧里庇得斯《美狄亚》第一行的著名模仿。

  2. 1.12ἤκουσεν

    动词 ἀκούω 在此与主格补语(此处为 μήτηρ)连用,表示“被称为”或“具有……的名声”。

  3. 1.66χαλκοῦ βαφάς

    字面意思是“铜的染色(或淬火)”。这是一个指代不可能或完全未知之事的惯用语,源自埃斯库罗斯《阿伽门农》第612行,在此用于强调玛利亚完全不晓男女之事(即其童贞)。

  4. 1.84πνεῦμα συντετριμμένον

    意为“忧伤的灵”,这是明显的基督教/圣经表达(具体见七十士译本《诗篇》50:19 / 51:17)。基督教关于属灵祭物的概念在此被天衣无缝地融入了古典悲剧的格律与词汇之中。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1-1.89