- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.90-1.173
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
女侍们警告夜间有武装群众逼近,一名使者向玛利亚告知其子即将面临死亡。不久后,第二位使者(门徒)赶到,报告了深受信赖的门徒的背叛,并详细叙述了最后的晚餐、洗脚、客西马尼的祈祷以及来自天上的父神之声。
αὗται δ’ ἔπεισάν μ’ ἡμέρας μίμνειν φάος.
而她们说服了我,让我等待白昼的光芒。
Δέσποινα, νῦν πύκαζε σὸν δέμας τάχει.
女主人啊,现在快快遮蔽您的身体吧。
Ἄνδρες τρέχουσιν ἐμφανεῖς ἔξω πύλης.
男人们正显然在门外奔跑。
Τί δ’ ἐστί; μῶν τι δυσμενῶν ἀγγέλλεται
何事?难道是有敌人的……
λόχος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;
秘密伏兵在夜间设下的消息传来?
Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει,
夜间的群众正在喧闹中聚集,
στρατὸν πολύν τε πᾶσαν ἀν’ ὄρφναν βλέπω
我看到在所有的黑暗中,有一支庞大的军队……
λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη.
正带着火把和许多刀剑走来。
Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς
看啊,现在正有人急匆匆地朝我们
στείχει, νέον τι πρᾶγμ’ ἔχων ἴσως φράσαι.
走来,或许是要告诉我们什么新的变故。
Ἴδω, τί λέξει καὶ τίν’ ἀγγελεῖ λόγον. —
且让我看看他要说什么,又要传达什么消息。 —
Πότνια, πότνα, σεμνοτάτη παρθένε·
尊贵的、尊贵的、最庄严的贞女啊;
αἲ αἲ, αἲ αἴ·
哀哉,哀哉,哀哉,哀哉!
Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
在凡人之中,您被唤作伟大且非无名的
ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον
圣洁之女,凡居住在这片土地平原上、
ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου·
仰望明亮太阳光芒的人皆如此称呼;
τανῦν δὲ τάλαιν’ ἡ πάλαι μακαρία.
然而如今,昔日幸福的您,却成了可怜的人。
Τί δ’ ἐστίν; ἦ πω τίς μ’ ἀποκτεῖναι θέλει;
何事?难道是有人想要杀我吗?
Οὒκ, ἀλλὰ Παῖς θνήσκει σὸς ὑπ’ ἀλαστόρων.
不,而是您的儿子正死于那些恶徒之手。
Οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
哎呀,你在说什么?妇人啊,你可把我毁了。
Ὡς οὐκέτ’ ὄντος Υἱέος1 φρόντιζε δή.
请务必作好准备,就当您的儿子已经不在人世了。
Ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλείσεις στόμα
啊,说出这般可怕之言的人,你难道不闭上嘴
καὶ πᾶν μεθήσεις ἀπρεπὲς ῥῆμ’ ἐκφέρειν;
停止吐露一切不体面的话语吗?
Τὸν ὄντ’ ἀεὶ γὰρ μηκέτ’ εἶναι πῶς λέγεις;
因为你怎么能说那永恒存在的一位已经不在了呢?
Εὔφημος ἴσθι, κἄν τί σοι χρεία λέγειν,
静默勿言不祥,若你必须说些什么,
λέγ’, ὡς προσήκει, μηδ’ ἀτιμάσῃς Θεόν.
便依礼而言,切莫亵渎神。
Γονᾶς γὰρ ἀπὸ χρυσέας ἔβλαστέ μοι·
因为他是从黄金的血脉中为我而诞生的;
καινὸν δὲ πίτνειν αἷμ’ ὑπ’ ἀνέρων Θεοῦ·2
神的血因凡人之手而洒落,这简直是闻所未闻;
θανεῖν τὸν ἀθάνατον οὐκ ἔχει λόγον.
不死者之死是没有道理的。
Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην.
我孕育了他,且深知自己是如何生育的。
Ὦ τλῆμον, οὐκ οἶσθ’, οἷ κακῶν ἐλήλυθας,
啊,可怜的人,您不知道自己已陷入了何等深重的灾难之中,
καὶ τούσδε κινεῖς κἀναμοχλεύεις λόγους.
因而您才会搬弄并执着于这些说辞。
Ἠοῦς φανείσης Υἱέος γ’ ὄψει μόρον,
待到黎明破晓,您便会亲眼看见您儿子的死亡,
ὡς πάννυχον κρίνουσιν οἱ μιαιφόνοι.
因为那些杀人凶手正在彻夜审判他。
Καίτοι δέδορκ’ ἐνθάδε τῶν Παιδὸς τινὰ
然而,我看到这里正有那孩子的一位门徒
στείχονθ’ ὀπαδῶν, πνεῦμά τ’ ἠρεθισμένον,
正走过来,呼吸急促而亢奋,
σπουδῇ πρὸς ἡμᾶς τόνδ’ ἰθύνοντα δρόμον·
正急匆匆地朝着我们的方向直奔而来;
δείκνυσι δ’, ὥς τι καινὸν ἀγγείλῃ παρών.
他的样子表明他一到便要宣告什么新的消息。
Τί δήποτ’ ἄρα σημάναι νέον θέλει;
他究竟想要示意什么新的事情呢?
Ἴδω, τί λέξαι πνευστιῶν οὗτος θέλει.
且让我看看这个气喘吁吁的人想要说什么。
Ὀττοτοτοί·
呜呼哀哉!
Καλλίστα, πότνα, σεμνοτάτη Μαρία,
最美丽、尊贵、最庄严的玛利亚啊,
αἲ αἲ αἲ αἴ·
哀哉,哀哉,哀哉,哀哉,
ἀπωλόμεσθ’ οὐ δυσμενῶν τάχ’ ὑπό του.
我们毁灭了,或许并非由于任何仇敌之手。
Τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
你发出的是何种声音?你呼喊的是何种言语?
Ἄγ’ εἰπὲ, τίς φοβεῖ σε φήμ’ αὖθις νέα;
快说,又是何种新的传闻让你如此惊恐?
Ἔκλυες, ὤ· ἄιες, ὤ· ἤκουσας, ὃς
您听见了吗,啊?您察觉了吗,啊?您听闻了那个人吗,
ὃς Παῖδα σὸν προὔδωκε τοῖς μιαιφόνοις;
那将您的孩子出卖给杀人凶手的人?
Πρὸς τοῦ τόδ’ ἄλλο καινὸν ἀγγελεῖς κακόν;
你要宣告的这另一个新的恶行,是谁所为?
Τίς ἐστι; μῶν τις τῶν φιλεῖν ἠλπισμένων;
那是谁?难道是那些曾被指望会爱护他的人之一吗?
Ἀργυροδέκτης, δύστροπος μύστης, λέγει,
一个收受银两、心术不正的门徒,他说,
ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον.
一个保管银两,甚至是个蚕食银两的人。
Οἴμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακὸν,
哀哉,这又是何等祸不单行的灾难,
εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα·
如果我们竟被那些看似爱我们的人所毁灭。
Ἦ που τετόλμηκ’ ἔργον ἄτολμον τάλας;
那可恶的人难道真的敢做出如此大逆不道之事吗?
Τί δ’ ἐγκαλῶν προὔδωκε παντευεργέτην;
他是控诉了什么,才出卖了这位普世的恩人?
ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ;
抑或,那狂徒做出如此行径,有什么把柄?
Ἄκουε τοῦδ’, ὅς σοι τρανῶς πάντ’ ἀγγελεῖ.
听他细说吧,他会向您清清楚楚地禀告一切。
Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία,
听着吧,可怜的人,昔日无比幸福的您啊,
ἄκουσον, οὕς σοι δυστυχεῖς φέρω λόγους.
请听我为您带来的这些不幸之言。
Αἲ αἴ· διοιχόμεσθα· δῆλος εἶ λόγῳ·
哀哉,哀哉!我们完蛋了;从你的话中便一目了然;
κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
因为你似乎是作为灾祸的使者而来的。
Κακῶν μὲν, ἀληθῶν δ’ ὅμως· τί γὰρ φράσω;
确是灾祸,然而却也是实情;我又该如何表达呢?
Ἐπεὶ τὸ πάσχα καινὸν, ὡς ἔφη, φάγοι,3
当他如他所言,吃下那新的逾越节晚餐,
μυσταῖς ἄριστον παραθεὶς, δεῖπνον μέγα,
为门徒们摆设了最上的席面,一场盛大的晚餐,
δείξας δ’ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην,
并用隐晦的话指明了那出卖道的人,
ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας
接着洗了门徒们的脚,
ἔξεισιν, ὡς εἴθιστ’, ἐλαιῶν εἰς ὄρος,
如往常一般,出城往橄榄山去了,
εἰπών τε μύσταις πάνθ’, ἅπερ τανῦν πάθοι,
并向门徒们说明了他如今将要遭受的一切,
καταρτίσας πάντας τε μυσταγωγίαις
用奥秘的教导坚固了众人,
πολλοῖς ξὺν ἄλλοις καὶ τάδ’ εἶπε πρὸς Θεόν·
伴随许多其他的话,他也对神这样说道:
„Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος·
‘父亲啊,现在求您赐予我最大的荣耀;
τὸ παρὰ σοὶ γὰρ μὴ λιπὼν ποτὲ κλέος
因为我从未舍弃那与您同在的荣耀,
εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν·
在灭尽凡人的仇敌之后,我将达到更大的荣耀;
ἔθνη τε διδοῖς πάντ’ ἔχοντι πρὸς σέθεν·
您亦将所有的万国,赐予自您那里持有它们的我;
λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων
在接纳了所有人之后,作为他们的得胜战利品,
ὑπερκρεμασθεὶς, αὖγε4 σαῖν χεροῖν νέμω.
被悬挂于其上,我再次将他们交托到您的双手之中。
Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου
因着我的英勇事迹而得荣耀,
κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ,
请召唤朋友们来赴宴。您是幸福的,
μακάριος τοιάδε διειργασμένος.“
成全了这般事迹的您是幸福的。’
Ὅδ’ αὖθις ἀφίησιν ὡς βροτῶν ὄπα
此人再次发出如同凡人的声音,
δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ·
用响彻云霄的呼喊彰显其荣耀化:
„Καὶ πρὶν κλεΐσας νῦν κλεΐσω σε πλέον.“
‘正如我昔日曾荣耀你,如今我更将加倍荣耀你。’
Ἐπεὶ δὲ μύσταις ταῦτ’ ἐνηχήθη ξένως,
而当这些话以奇异的方式在门徒们耳边回响时,
- 1.110Ἡς οὐκέτ’ ὄντος Υἱέος
带有连词 ὡς 的属格绝对分词结构,表示说话者的主观判断或前提(“就当您的儿子已经不在人世了”)。
- 1.117καινὸν δὲ πίτνειν αἷμ’ ὑπ’ ἀνέρων Θεοῦ
带对格的不定式结构,其中 πίτνειν 为不定式,对格的 αἷμα Θεοῦ(被 ὑπ’ ἀνέρων 隔开)为其逻辑主语。形容词 καινόν 做非人称谓语,意为“……是闻所未闻的/奇异的”。
- 1.153φάγοι
在以 ἐπεί 引导的时间从句中使用的祈愿语气(optative)φάγοι。这是在历史过去时(或主句中的历史现在时)语境下的斜格祈愿语气,表示间接叙述或对过去事件的主观框架。
- 1.166αὖγε
传世文本中的 αὐγε 很可能是副词 αὖ(再次、另一方面)与语气词 γε 缩合而成的 αὖ γε,或者是 αὖ 的抄写错误。
