← 纳齐安的贵格利

受难的基督

§pr.1-pr.30

受难剧的缘起与出场人物引介

剧作者宣告将效法欧里庇得斯的悲剧风格来叙述基督的受难,阐释了人类堕落与上帝道成肉身之间的救赎历史因果关系,并介绍了圣母及门徒等戏剧角色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Ἐπείδ’ ἀκούσας εὐσεβῶς ποιημάτων

既然你已虔诚地听过诗篇,

ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις,

如今又渴望以诗意的方式倾听虔敬之事,

πρόφρων ἄκουε· νῦν τε κατ’ Εὐριπίδην1

且请诚心倾听。如今我将效法欧里庇得斯,

τὸ κοσμοσωτήριον ἐξερῶ πάθος,

叙述那救赎世界的受难,

5

ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων,

你将由此学到极多奥秘的道,

ὡς ἐκ στόματος μητροπαρθένου κόρης

仿佛出自那位母亲兼处女的少女之口,

μύστου πεφιλμένου τε τῷ Διδασκάλῳ.

以及那位蒙导师挚爱的秘契门徒之口。

Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος

因为戏剧的叙述首先会将她自身,

μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους

呈现在受难之时以合乎母亲身份的方式哀悼,

10

πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ’ ἄκρης

并自始至终叹息着死亡的起因,

στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν

显明她确实是

τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι2

自身被称为道之母、

καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως·

且如今目睹他遭受不公之苦的真正原因。

εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ,

因为我们若非因疏忽而失足,

15

οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον·

起初便不会被判处死亡;

κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ,

我们若非因蛇的诡计而堕落,

μηδ’ ἡ φθορά τ’ εἰσῆλθε θηρὸς ἀπάτῃ,

朽坏若非因野兽的欺骗而侵入,

καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει,

且我们若非因公义的审判而承受死亡

ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ,

——为了不让邪恶成为不朽——

20

οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόροντὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,

那赐予生命的万有之主、神之言,便不需要成为凡人并忍受死亡,

ἀφθαρτίσοντα τὸ φθαρὲν φιλαγάθως

以仁爱使朽坏者成为不朽,

καὶ ζωοποιήσοντα τὸ βροτῶν γένος·

并使凡人的族类获得生命。

μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου3

然而,若道本身保持未被倒空的状态,

25

ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου

这一位便不会显现为万有之主的母亲,

καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως

如今眼见他遭受不公之苦,

θρηνοῦσ’ ἀνηλάλαξε τετρυχωμένη.

她亦不会在悲痛交加中哀哭呼喊。

Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·

无论如何,我的戏剧角色如下:

μήτηρ πάναγνος, παρθένος μύστης, κόραι

至圣的母亲、身为处女的秘契门徒,以及

30

αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.

陪伴在万有之主母亲身旁的少女们。

语法注3 条
  1. pr.3κατ’ Εὐριπίδην

    指模仿欧里庇得斯的悲剧风格,或通过循环利用其诗行(拼凑诗)来构建作品。这预示了本剧(《苦难的基督》)从欧里庇得斯的《巴克科斯的女信徒》和《美狄亚》等悲剧中大量借用诗行的创作手法。

  2. pr.11ὡς φανεῖσαν ὄντως αἰτίαν τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι

    宾格分词 φανεῖσαν 修饰第8行的宾格代词 αὐτήν(指代圣母玛利亚),αἰτίαν 作其宾格补语。属格不定式短语 τοῦ... χρηματίσαι(以及第13行的 καὶ... ἰδεῖν)修饰 αἰτίαν,阐明了人类堕落最终导致玛利亚成为道之母并目睹其受难的救赎历史因果关系。

  3. pr.24μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου

    属格绝对结构,作为虚拟条件从句(“如果……的话”)与第25行的主句(οὐκ ἂν ἐκπέφηνε)呼应。形容词 ἀκενώτου(意为“不自空的”,即 kenosis 的否定)指道未曾道成肉身而保留在天上的假设情况。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:pr.1-pr.30