← 朱利安

驳加利利人

§9-13

摩西与柏拉图创世论之比较

尤利安将柏拉图与摩西的创世论相对比,指责《创世记》未记载深渊、水及天使的创造而将神矮化为质料的整饬者,并引述柏拉图《蒂迈欧篇》及双方的神圣演说加以对照。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

Ἐνταῦθα παραβάλωμεν, εἰ βούλεσθε, τὴν Πλάτωνος φωνήν. τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωυσέως κοσμογένειαν ἀντιπαραβάλωμεν ἀλλήλαις. οὕτω γὰρ ἂν φανείη, τίς ὁ κρείττων καὶ τίς ἄξιος τοῦ θεοῦ μᾶλλον, ἆρ’ ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων ἢ περὶ οὗ φησιν ἡ γραφή, ὅτι στόμα κατὰ στόμα ὁ θεὸς ἐλάλησεν αὐτῷ.1 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ εἶπεν ὁ θεός Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ θεὸς τὸ φῶς, ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία. καὶ εἶπεν ὁ θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶπεν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ εἶπεν ὁ θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον. καὶ εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἵνα ὦσιν εἰς φαῦσιν ἐπὶ τῆς γῆς. καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.

在此,若是诸位愿意,让我们来比较柏拉图的话语。且看柏拉图就造物主论述了什么,又在宇宙创生中将何等言辞赋予造物主,以便我们将柏拉图与摩西的宇宙生成论互相比较。因为如此一来,便能彰明二人之中谁更胜一筹,谁更配得上神:是那尊奉偶像的柏拉图,还是圣经所言神与其“口对口”说话的那人? “起初神创造天地。地是不可见且未成形的,渊面黑暗,神的灵运行在水面上。神说:‘要有光。’就有了光。神看光是好的。神就将光和暗分开了。神称光为昼,称暗为夜。有晚上,有早晨,这是头一日。神说:‘水之间要有穹苍。’神便称穹苍为天。神说:‘天下的水要聚在一处,使旱地露出来。’事就这样成了。神说:‘地要发生青草的菜蔬和结果子的树木。’神说:‘天上穹苍中要有光体,普照在地上。’神就把这些光体摆列在天上的穹苍中,管理昼夜。”

§10

Ἐν δὴ τούτοις Μωυσῆς οὔτε τὴν ἄβυσσον πεποιῆσθαί φησιν ὑπὸ τοῦ θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ  τοῦ φωτός, ὅτι προστάξαντος θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος. ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ οὐ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως οὐδ̓ ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν θεὸν κατὰ τὸν Μωυσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα. τὸ γὰρ Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ὑγρὰν καὶ ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν θεὸν εἰσάγοντος.2

在这些记述中,摩西既未说深渊是神所造,亦未说黑暗或水是神所造;然而,他既然论及光是遵神命而产生,本理应连同夜、深渊及水一并论及。但他却丝毫未提,仿佛这些全然未曾生成,尽管他屡次提及它们。此外,他既未提及天使的产生或造作,亦未论及其产生的机制,而仅提及关涉天地的诸物体;因此依照摩西之见,神根本不是任何非物体实存的创造者,而不过是潜在质料的修饰整饬者。因为那句: “地是不可见且未成形的,”无非是他将潮湿与干燥的本体设定为质料,并将神引入作为其修饰整饬者而已。

§11

Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος—ἢ καὶ ἄλλο, ὅ τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ̓ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητά, δόξῃ περιληπτὰ μετὰ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη οὕτως οὖν κατὰ τὸν λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.3

然而,请听柏拉图就宇宙是如何说的: “整个天界或宇宙——抑或不论它被称作何名最为适宜,便由我们如此命名吧——究竟是向来常存、毫无生成的开端,还是已经生成、从某个开端起始的呢?它是已经生成的;因为它是可见的、可触的,且具有形体。凡此类事物皆属可感之物,而可感之物凭意见伴随感知而被把握,已被显明是处于生成且被生出的。因此,依循似真的论理,必须说这个宇宙因着神的预见,真真确确成为了具有灵魂与理智的活物。”

§12

Ἕν δὲ ἑνὶ παραβάλωμεν μόνον· τίνα καὶ ποδαπὴν ποιεῖται δημηγορίαν ὁ θεὸς ὁ παρὰ Μωυσῇ καὶ ποδαπὴν ὁ παρὰ Πλάτωνι;

且让我们单单作一处对一处的比较:摩西那里的神发表了何种样态的演说,而柏拉图那里的神又发表了何种样态的演说?

§13

Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ̓ ὁμοίωσιν. καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς. καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.

“神说:‘我们要照着我们的形象、按着我们的样式造人,使他们管理海里的鱼、空中的鸟、牲畜和全地,并地上所爬的一切爬物。’神就造了人,照着神的形象造了他;造男造女,对他们说:‘要生养众多,遍满地面,治理这地;也要让他们管理海里的鱼、空中的鸟、所有的牲畜和全地。’”

语法注3 条
  1. 49aἆρ’ ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων ἢ περὶ οὗ φησιν ἡ γραφή, ὅτι στόμα κατὰ στόμα ὁ θεὸς ἐλάλησεν αὐτῷ.

    通过“ἆρα A ἢ B”结构呈现间接疑问句“τίς ὁ κρείττων...”的两个选择肢。后半部分的“ἢ περὶ οὗ...”省略了指代摩西的先行词代词,使关系代词从句起到名词短语的作用,与前半部分的“ὁ... Πλάτων”形成对立并列。

  2. 49eοὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ὑγρὰν καὶ ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν θεὸν εἰσάγοντος.

    跟在“οὐδὲν ἕτερόν ἐστιν ἤ”之后的分词“ποιοῦντος”和“εἰσάγοντος”是作表语属格的名词化分词(意为“……之人的话语”,在上下文中指摩西)。两个分词均带双重宾格(将“τὴν... οὐσίαν”视作“ὕλην”,将“τὸν θεόν”引入作为“κοσμήτορα”),意为“无非是他把……作为质料,把神引入作为整饬者”。

  3. 57cδιὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν

    引自柏拉图《蒂迈欧篇》(30b)。不定式“γενέσθαι”被夹在介词短语“διὰ τὴν τοῦ θεοῦ... πρόνοιαν”之中(倒装/超步法),以此明确因果关系,即“因着神的预见而产生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:9-13