← 朱利安

驳加利利人

§6-8

批判创世记乐园叙事与摩西宇宙论

作者在列举希腊神话怪诞之处的同时比照了创世记乐园的叙事,痛斥禁止善恶知识与蛇的故事纯属神话且将神描绘为嫉妒者,并进一步批评摩西的宇宙论未曾阐明高位诸神及天使的本质起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶν ἀπίστους καὶ τερατώδεις. καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας εἶτ’ αὖθις ἐμέσαι. καὶ γάμους ἤδη παρανόμους·1 μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη καὶ παιδοποιησάμενος ἐξ αὐτῆς ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, μᾶλλον δὲ οὐδὲ ἔγημεν, ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παραδέδωκεν αὐτήν. εἶτα οἱ Διονύσου σπαραγμοὶ καὶ μελῶν κολλήσεις. τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασίν. τούτοις παράβαλλε τὴν Ἰουδαϊκὴν διδασκαλίαν, καὶ τὸν φυτευόμενον ὑπὸ τοῦ θεοῦ παράδεισον καὶ τὸν ὑπ̓ αὐτοῦ πλαττόμενον Ἀδάμ, εἶτα τὴν γινομένην αὐτῷ γυναῖκα. λέγει γὰρ ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν, πρὸς οὐδὲν μὲν αὐτῷ τῶν ὅλων βοηθήσασαν, ἐξαπατήσασαν δὲ καὶ γενομένην2 παραίτιον αὐτῷ τε ἐκείνῳ καὶ ἑαυτῇ τοῦ πεσεῖν ἔξω τῆς τοῦ παραδείσου τρυφῆς.

希腊人关于诸神编造了令人难以置信且怪诞荒谬的神话。因为他们说克洛诺斯吞食了自己的儿女,随后又将他们吐出。他们还编造了悖逆伦常的结合:宙斯与自己的母亲交媾,在与她生下子女后,又娶了自己的女儿——更确切地说,他甚至未曾明媒正娶,而仅是苟合之后便将她转赠他人。此外还有狄奥尼索斯的身躯被撕裂及其肢体的重新拼合。希腊人的神话所讲的尽是此类事情。请将犹太人的教义与这些相比较:神所栽植的乐园,神所塑造的亚当,随后为他所造的女人。因为神说: “那人独居不好,我们要为他造一个相称的帮手,”然而这女人在万事上未曾给他任何帮助,反倒欺骗了他,成为他与她自身双双跌出乐园安乐的罪魁祸首。

§7

Ταῦτα γάρ ἐστι μυθώδη παντελῶς. ἐπεὶ πῶς εὔλογον ἀγνοεῖν τὸν θεόν, ὅτι τὸ γινόμενον ὑπ̓ αὐτοῦ πρὸς βοήθειαν οὐ πρὸς καλοῦ μᾶλλον, ἀλλὰ πρὸς κακοῦ τῷ λαβόντι γενήσεται; τὸν γὰρ ὄφιν τὸν διαλεγόμενον πρὸς τὴν Εὔαν ποδαπῇ τινι χρῆσθαι φήσομεν διαλέκτῳ; ἆρα ἀνθρωπείᾳ; καὶ τί διαφέρει τῶν παρὰ τοῖς Ἕλλησι πεπλασμένων μύθων τὰ τοιαῦτα; τὸ δὲ καὶ τὸν θεὸν ἀπαγορεύειν τὴν διάγνωσιν καλοῦ τε καὶ φαύλου τοῖς ὑπ̓ αὐτοῦ πλασθεῖσιν ἀνθρώποις ἆρ’ οὐχ ὑπερβολὴν ἀτοπίας ἔχει; τί γὰρ ἂν ἠλιθιώτερον γένοιτο τοῦ μὴ δυναμένου διαγινώσκειν καλὸν καὶ πονηρόν; δῆλον γάρ, ὅτι τὰ μὲν οὐ φεύξεται, λέγω δὲ τὰ κακά, τὰ δὲ οὐ μεταδιώξει, λέγω δὲ τὰ καλά. κεφάλαιον δέ, φρονήσεως ἀπηγόρευσεν ὁ θεὸς ἀνθρώπῳ γεύσασθαι, ἧς οὐδὲν ἂν εἴη τιμιώτερον ἀνθρώπῳ. ὅτι γὰρ ἡ τοῦ καλοῦ καὶ τοῦ χείρονος διάγνωσις οἰκεῖόν ἐστιν ἔργον φρονήσεως, πρόδηλόν ἐστί που καὶ τοῖς ἀνοήτοις· ὥστε τὸν ὄφιν εὐεργέτην μᾶλλον, ἀλλ’ οὐχὶ λυμεῶνα τῆς ἀνθρωπίνης γενέσεως εἶναι. ἐπὶ τούτοις ὁ θεὸς δεῖ λέγεσθαι βάσκανος. ἐπειδὴ γὰρ εἶδε μετασχόντα τῆς φρονήσεως τὸν ἄνθρωπον, ἵνα μή, φησί, γεύσηται τοῦ ξύλου τῆς ζωῆς, ἐξέβαλεν αὐτὸν τοῦ παραδείσου διαρρήδην εἰπών· Ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν.3 καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. τούτων τοίνυν ἕκαστον εἰ μὴ μῦθος ἔχων θεωρίαν ἀπόρρητον εἴη, ὅπερ ἐγὼ νενόμικα, πολλῆς γέμουσιν οἱ λόγοι περὶ τοῦ θεοῦ βλασφημίας. τὸ γὰρ ἀγνοῆσαι μέν, ὡς ἡ γινομένη βοηθὸς αἰτία τοῦ πτώματος ἔσται καὶ τὸ ἀπαγορεῦσαι καλοῦ καὶ πονηροῦ γνῶσιν, ὃ μόνον ἔοικε συνέχειν τὸν νοῦν τὸν ἀνθρώπινον,4 καὶ πρόσετι τὸ ζηλοτυπῆσαι, μὴ τοῦ ξύλου τῆς ζωῆς μεταλαβὼν ἄνθρωπος ἀθάνατος ἐκ θνητοῦ γένηται, φθονεροῦ καὶ βασκάνου λίαν ἐστίν.

因为这些全然是神话之谈。神岂能合乎情理地不知道,自己所造用作帮助之物,非但不会给受之者带来好处,反倒会带来祸害?我们要说那与夏娃攀谈的蛇究竟使用了何种语言?难道是人类的语言?此类记述与希腊人所编造的神话又有何区别?再者,神禁止祂所塑造的人类辨识善恶,这难道不是荒唐至极吗?因为世上还有什么比无法辨识善恶更显愚蠢?显然,这样的人既不会躲避前者——我是指恶事,亦不会追求后者——我是指善行。总而言之,神禁止人类品尝智慧,而对人而言,绝无任何事物比智慧更为尊贵。盖因辨识善恶乃智慧所固有的功能,这即便是对于无知之辈亦显而易见;因此,蛇毋宁是人类的恩人,而非摧残者。更有甚者,这位神必被称为心怀嫉妒者。因为当祂看到人类分享了智慧,为了防备其品尝生命之树,便将他逐出乐园,且明确说道: “看哪,那人已经与我们之一相似,能知道善恶;现在恐怕他伸出手来,又摘取生命之树的果子吃,就永远活着。” 因此,这些记载中的每一项,除非是蕴含着隐秘哲思的神话——正如我所认为的那样——否则关于神的这些言论便充满了极大的亵渎。因为既不知晓所造的帮手将成为堕落的祸根,又禁止善恶的知识(唯有此知识似乎支撑着人类的心智),此外还嫉恨人类因分享生命之树而由凡躯变为不朽,这实属极其嫉妒与恶毒之举。

§8

Ὑπὲρ δὲ ὧν ἐκεῖνοί τε ἀληθῶς δοξάζουσιν ἡμῖν τε ἐξ ἀρχῆς οἱ πατέρες παρέδοσαν, ὁ μὲν ἡμέτερος ἔχει λόγος ὡδὶ τὸν προσεχῆ τοῦ κόσμου τούτου δημιουργόν ὑπὲρ γὰρ θεῶν τῶν ἀνωτέρω τούτου Μωυσῆς μὲν εἴρηκεν οὐδὲν ὅλως, ὅς γε οὐδὲ ὑπὲρ τῆς τῶν ἀγγέλων ἐτόλμησέ τι φύσεως· ἀλλ’ ὅτι μὲν λειτουργοῦσι τῷ θεῷ πολλαχῶς καὶ πολλάκις εἶπεν, εἴτε δὲ γεγονότες, εἴτε ἀγένητοι, εἴτε ὑπ̓ ἄλλου μὲν γεγονότες, ἄλλῳ δὲ λειτουργεῖν τεταγμένοι, εἴτε ἄλλως πως, οὐδαμόθεν διώρισται. περὶ δὲ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτῇ τίνα τρόπον διεκοσμήθη διέξεισι. καὶ τὰ μέν φησι κελεῦσαι τὸν θεὸν γενέσθαι, ὥσπερ φῶς καὶ στερέωμα, τὰ δὲ ποιῆσαι, ὥσπερ οὐρανὸν καὶ γῆν, ἥλιόν τε καὶ σελήνην, τὰ δὲ ὄντα, κρυπτόμενα δὲ τέως, διακρῖναι, καθάπερ ὕδωρ, οἶμαι, καὶ τὴν ξηράν. πρὸς τούτοις δὲ οὐδὲ περὶ γενέσεως ἢ περὶ ποιήσεως τοῦ πνεύματος εἰπεῖν ἐτόλμησεν, ἀλλὰ μόνον Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· πότερον δὲ ἀγένητόν ἐστιν ἢ γέγονεν, οὐδὲν διασαφεῖ.

至于彼辈视若真理的信条与我方父祖自始传承于我们的观念,我方的言论是将这一宇宙的直接造物主作如下阐述:因为对于位格高于此者的诸神,摩西全然未提,他甚至未敢谈及天使的天性本质;虽然他多方且屡屡提及天使侍奉神,但天使是被造的还是非受造的,是由一位神所造而被派去侍奉另一位,抑或处于某种其他状态,他未作任何界定。关于天与地及其中的万象,他详述了其如何被布置井然:有的事物,他说神吩咐其产生,如光与穹苍;有的事物则是神所造出,如天、地、日、月;而另一些原已存在、此前被隐蔽之物,神则予以分开,我想正如水与旱地。除此以外,他甚至不敢提及灵的产生或受造,而仅说: “神的灵运行在水面上;”至于它是非受造的还是后来产生的,他丝毫未加阐明。

语法注4 条
  1. 44bκαὶ γάμους ἤδη παρανόμους

    由承前句动词 ἔπλασαν 所支配的宾格短语。承接前文编造神话之语境,构成并列:他们不仅编造了怪诞的神话,亦编造了“悖逆伦常的婚姻”。

  2. 75aβοηθήσασαν, ἐξαπατήσασαν δὲ καὶ γενομένην

    三个阴性单数宾格分词(βοηθήσασαν, ἐξαπατήσασαν, γενομένην)在语法上修饰引文前出现的 τὴν γινομένην αὐτῷ γυναῖκα(或引文中的 βοηθόν),充当形容词性/让步性分词,用以界定所造之女人的行为。

  3. 93eτοῦ γινώσκειν καλὸν καὶ πονηρόν

    见于七十士译本(LXX)创世记3:22引文中的定冠词属格加不定词结构。该结构是对希伯来语带前缀 le- 的不定词连格形态的字面直译,在希腊语构文中表示限定或结果(“就知晓善恶而言”)。

  4. 94aὃ μόνον ἔοικε συνέχειν τὸν νοῦν τὸν ἀνθρώπινον

    中性单数关系代词 ὃ 并非在语法形式上严格照应其前阴性名词 γνῶσιν,而是在概念上总括先行词所示之事实(“善恶之认识”这一能力或事实本身),作为表述该特质的关涉分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:6-8