← 朱利安

驳加利利人

§14-17

蒂迈欧篇中造物主的演说与次等神的作用

作者引用《蒂迈欧篇》中造物主的演说,将“诸神之神”的呼告阐释为不可见诸神与可见诸神的关系,并论证了次等神在创造有死活物中的作用及造物主的超越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

Ἄκουε δὴ οὖν καὶ τῆς Πλατωνικῆς δημηγορίας, ἣν τῷ τῶν ὅλων περιτίθησι δημιουργῷ. Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος.1 τὸ μὲν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. διὸ ἐπείπερ γεγένησθε, οὐκ ἀθάνατοι μέν ἐστε οὐδὲ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε. νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα, τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται. τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει· ὑπ̓ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵν̓ οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ̓ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω. τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.

那么,也请听听柏拉图的演说吧,这是他赋予万物的造物主的: “诸神之神啊,我作为其造物主和父亲的那些作为,只要出于我的意愿,便决不解体。凡被束缚结合者固然皆可解体,然而企图解开那被极好地调谐且处于良好状态之物,乃是恶者的行径。因此,你们既然已经受造,固然并非完全不死,亦非全然不可解体,但你们绝不会解体,亦不会遭受死亡的命运,因为在我的意愿中,你们获得了比你们受造时用以结合你们的纽带更加盛大、更加具有支配力的纽带。因此,如今请领会我对你们宣布并指明的话。尚有三种有死的族类未曾生成;若不生成它们,天界便是不完全的,因为它将不会在自身之中拥有所有的活物族类。但若它们由我生成并分有生命,它们就会与诸神等同。因此,为了使有死之物得以存在,且使这整个宇宙真正得以完备,你们当依从本性投身于活物的创造,效法我创生你们时的力量。凡它们之中配与不死之物同名者,即被称为神圣的、且在它们之中统领始终甘愿追随正义与你们者的部分,我将播种并开启,而后交付给你们。至于其余的部分,你们当将有死之物与不死之物编织在一起,造成活物,生养它们,赐予养分使之成长,并在其消逝衰亡时重新接纳它们。”

§16

Ἀλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες αὐτὸ μαθέτε.2 θεοὺς ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς, ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ’ οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. ἐκείνους οὖν τοὺς νοητοὺς καὶ ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν. εἰκότως οὖν φησιν ὁ δημιουργὸς ὁ παρ’ αὐτῷ θεοί, πρὸς τοὺς ἀφανεῖς λέγων, θεῶν, τῶν ἐμφανῶν δηλονότι. κοινὸς δὲ ἀμφοτέρων δημιουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ ἄστρα καὶ γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα.

然而,请深思并领会,这绝非幻梦。柏拉图将显明的太阳、月亮、星辰和天界称为诸神,但这些乃是不可见之神的肖像;我们肉眼所见的太阳,是理智的、不显明的太阳的肖像;同样,我们肉眼所见的月亮和各颗星辰,也是理智诸神的肖像。因此,柏拉图知晓那些理智且不可见的诸神内在于造物主自身,与其共存,并由造物主自身所生出和发源。因此,在他那里的造物主理所当然地说: “诸神啊,”是对那不可见的诸神所言,“诸神之,”显然是指那些显明的诸神。而那造作天、地、海、星辰,并在理智界中生出其原型的,正是二者共同的造物主。

§17

Σκόπει οὖν, ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς. Λείπει γάρ φησι τρία θνητὰ γένη, δηλονότι τὸ τῶν ἀνθρώπων καὶ τὸ τῶν ζῴων καὶ τὸ τῶν φυτῶν· τούτων γὰρ ἕκαστον ἰδίοις ὥρισται λόγοις. Εἰ μὲν οὖν φησι καὶ τούτων ἕκαστον ὑπ̓ ἐμοῦ γένοιτο, παντάπασιν ἀναγκαῖον ἀθάνατον αὐτὸ γενέσθαι. καὶ γὰρ τοῖς νοητοῖς θεοῖς οὐδὲν ἄλλο τῆς ἀθανασίας αἴτιον καὶ τῷ φαινομένῳ κόσμῳ ἢ τὸ ὑπὸ τοῦ δημιουργοῦ γενέσθαι. ὅτι οὖν φησιν Ὁπόσον ἐστὶν ἀθάνατον, ἀναγκαῖόν ἐστι τούτοις παρὰ τοῦ δημιουργοῦ δεδόσθαι, τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή. Τὸ δὲ λοιπόν φησιν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνετε. δῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργικοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν, ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζῴων. εἰ γὰρ μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου καὶ ναὶ μὰ Δία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν ἑρπετῶν καὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθυδίων, ἔδει τὸν δημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντων. εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον οὐδὲ μιγνύμενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους.3

那么,请看随之而来的论述也是何等精妙: “尚余留有,”他说,“三种有死的族类,”显然是指人类、动物和植物的族类;因为这每一类都是由其各自的内在理路所规定的。 “因此,如果,”他说,“这些之中的每一类亦由我所生成,它就绝对必然会成为不死的。” 因为对于理智的诸神以及显见的世界而言,不朽的原因别无其他,唯在于由造物主所生。因此他说: “凡是不死的部分,都必然由造物主赐予它们;”而这正是理性的灵魂。 “至于其余的部分,”他说,“你们当将有死之物与不死之物编织在一起。” 由此可见,那些具有创造力的诸神从其父亲那里领受了造物的大能,在地上生出了有死的诸活物。因为天界若注定与人类毫无分别,乃至凭宙斯起誓,与野兽以及最终与爬虫自身及游于海中的小鱼毫无分别,那么万物的造物主就本应是单一且同一的。但如果不死之物与有死之物之间相距甚远,且〔不死之物〕不因任何增添而变大、不因削减而缩小、亦不与有死和必朽之物相混杂,那么理应由某些〔神〕作为这类事物的原因,而由另一些〔神〕作为另一类事物的原因。

语法注3 条
  1. 15Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος.

    《蒂迈欧篇》41A中的著名难句。关于 ὧν 是指代前述的 θεοί 还是后附的 ἔργων 历来有争议,此处按先行词混入关系从句(即 ὧν ἔργων ἐγὼ δημιουργὸς πατήρ τε,“作为其造物主和父亲的那些作为/作品”)理解。句末 ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος 中,ἐμοῦ γε ἐθέλοντος 为属格独立结构(“只要出于我的意愿”)。此外,本文作者特意将开头的 Θεοὶ θεῶν 在句法上解构为:呼格的不可见诸神(Θεοί)修饰/统辖属格的可见诸神(θεῶν)。

  2. 65aἈλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες αὐτὸ μαθέτε.

    ἆρα μή 通常引导预期否定回答的疑问句(“这难道会是一场梦吗?”),在此处用以排除柏拉图的演说纯属虚妄空想的可能,意为“请深思领会,这绝非幻梦”。未来分词 ἐννοήσοντες 与主句命令式 μαθέτε 连用,充当状语/方式说明。

  3. 65eεἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον οὐδὲ μιγνύμενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους.

    长篇对比复合句。条件从句 εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν(“如果不可死者与有死者之间相距悬殊”)之后,中性分词短语 οὐδεμιᾷ προσθήκῃ... μιγνύμενον 用以修饰神圣或不死之物的本性(不增不减、不与必朽者混合)。主句核心为无人称动词 προσήκει 接不定式 αἴτιον εἶναι(“……理应是……的原因”),其主语和宾语由对应的 τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους(“对此类事物某些主体是原因,对彼类事物另一些主体是原因”)构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:14-17