- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:60-61
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者斥责基督徒违背耶稣关于坟墓污秽的训诫而敬拜殉教者坟墓,指责这是承袭犹太人求梦巫术的恶习。随后,针对他们以天火不再降下为由拒绝动物献祭的说辞,作者借由摩西以及该隐与亚伯献祭的经文加以驳斥。
Ἀλλὰ τοῦτο μὲν τὸ κακὸν ἔλαβε παρὰ Ἰωάννου τὴν ἀρχήν· ὅσα δὲ ὑμεῖς ἑξῆς προσευρήκατε, πολλοὺς ἐπεισάγοντες τῷ πάλαι νεκρῷ τοὺς προσφάτους νεκρούς, τίς ἂν πρὸς ἀξίαν βδελύξαιτο; πάντα ἐπληρώσατε τάφων καὶ μνημάτων, καίτοι οὐκ εἴρηται παρ’ ὑμῖν οὐδαμοῦ τοῖς τάφοις προσκαλινδεῖσθαι καὶ περιέπειν αὐτούς. εἰς τοῦτο δὲ προεληλύθατε μοχθηρίας, ὥστε οἴεσθαι δεῖν ὑπὲρ τούτου μηδὲ τῶν γε Ἰησοῦ τοῦ Ναζωραίου ῥημάτων ἀκούειν. ἀκούετε οὖν, ἅ φησιν ἐκεῖνος περὶ τῶν μνημάτων· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔσωθεν δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. εἰ τοίνυν ἀκαθαρσίας Ἰησοῦς ἔφη πλήρεις εἶναι τοὺς τάφους, πῶς ὑμεῖς ἐπ̓ αὐτῶν ἐπικαλεῖσθε τὸν θεόν; Τούτων οὖν οὕτως ἐχόντων, ὑμεῖς ὑπὲρ τίνος προσκαλινδεῖσθε τοῖς μνήμασι; ἀκοῦσαι βούλεσθε τὴν αἰτίαν; οὐκ ἐγὼ φαίην ἄν, ἀλλ’ Ἡσαΐας ὁ προφήτης. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια. σκοπεῖτε οὖν, ὅπως παλαιὸν ἦν τοῦτο τοῖς Ἰουδαίοις τῆς μαγγανείας τὸ ἔργον, ἐγκαθεύδειν τοῖς μνήμασιν ἐνυπνίων χάριν. ὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπιτηδεύσαντας ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώτοις πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς μαγγανεῦσαι, τοῖς δὲ μεθ̓ ἑαυτοὺς ἀποδεῖξαι δημοσίᾳ τῆς μαγγανείας ταύτης καὶ βδελυρίας τὰ ἐργαστήρια.1 Ὑμεῖς δέ, ἃ μὲν ὁ θεὸς ἐξ ἀρχῆς ἐβδελύξατο καὶ διὰ Μωυσέως καὶ τῶν προφητῶν, ἐπιτηδεύετε, προσάγειν δὲ ἱερεῖα βωμῷ καὶ θύειν παρῃτήσασθε. πῦρ γάρ, φασίν, οὐ κάτεισιν, ὥσπερ ἐπὶ Μωυσέως τὰς θυσίας ἀναλίσκον. ἅπαξ τοῦτο ἐπὶ Μωυσέως ἐγένετο καὶ ἐπὶ Ἡλίου τοῦ Θεσβίτου πάλιν μετὰ πολλοὺς χρόνους. ἐπεί, ὅτι γε πῦρ ἐπείσακτον αὐτὸς ὁ Μωυσῆς εἰσφέρειν οἴεται χρῆναι καὶ Ἁβραὰμ ὁ πατριάρχης ἔτι πρὸ τούτου, δηλώσω διὰ βραχέων2 Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν υἱῶν Ἀδὰμ ἀπαρχὰς τῷ θεῷ διδόντων, Ἐπεῖδεν ὁ θεὸς φησὶν ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν Κάιν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε κύριος ὁ θεὸς τῷ Κάιν· Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἀκοῦσαι οὖν ἐπιποθεῖτε, τίνες ἦσαν αὐτῶν αἱ προσφοραί; Καὶ ἐγένετο μεθ̓ ἡμέρας, ἀνήνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ. καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. ναί, φασίν, οὐ τὴν θυσίαν, ἀλλὰ τὴν διαίρεσιν ἐμέμψατο πρὸς Κάιν εἰπών· Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;3 τοῦτο ἔφη τις πρὸς ἐμὲ τῶν πάνυ σοφῶν ἐπισκόπων· ὁ δὲ ἠπάτα μὲν ἑαυτὸν πρῶτον, εἶτα καὶ τοὺς ἄλλους. ἡ γὰρ διαίρεσις μεμπτὴ κατὰ τίνα τρόπον ἦν, ἀπαιτούμενος, οὐκ εἶχεν ὅπως διεξέλθῃ, οὐδέ ὅπως πρὸς ἐμὲ ψυχρολογήσῃ. βλέπων δὲ αὐτὸν ἐξαπορούμενον, Αὐτὸ τοῦτο, εἶπον ὃ σὺ λέγεις, ὁ θεὸς ὀρθῶς ἐμέμψατο. τὸ μὲν γὰρ τῆς προθυμίας ἴσον ἦν ἀπ̓ ἀμφοτέρων, ὅτι δῶρα ὑπέλαβον χρῆναι καὶ θυσίας ἀναφέρειν ἀμφότεροι τῷ θεῷ. περὶ δὲ τὴν διαίρεσιν ὁ μὲν ἔτυχεν, ὁ δὲ ἥμαρτε τοῦ σκοποῦ. πῶς καὶ τίνα τρόπον; ἐπειδὴ γὰρ τῶν ἐπὶ γῆς ὄντων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα, τιμιώτερα δὲ τῶν ἀψύχων ἐστὶ τὰ ἔμψυχα τῷ ζῶντι καὶ ζωῆς αἰτίῳ θεῷ, καθὸ καὶ ζωῆς μετείληφε καὶ ψυχῆς οἰκειοτέρας —διὰ τοῦτο τῷ τελείαν προσάγοντι θυσίαν ὁ θεὸς ἐπηυφράνθη.
然而,这种恶习肇始于约翰;至于你们随后所发明的一切,在往昔的死者身上又增添了许多近来的死者,谁能给予合乎其恶劣程度的厌弃呢?你们把一切地方都塞满了坟墓和纪念碑,尽管在你们的教训中未曾有任何地方吩咐你们要依附坟墓并侍奉它们。然而你们堕落到了如此邪恶的地步,以至于认为在这件事上甚至不必听从拿撒勒人耶稣的话。那么,请听他是如何论及坟墓的: “你们这些伪善的文士和法利赛人有祸了!因为你们好像粉饰的坟墓;坟墓外面显出美丽,里面却装满了死人的骨头和一切的污秽。” 既然耶稣说过坟墓装满了污秽,你们又怎能在其上呼求神呢?事情既然如此,你们究竟为了什么依附于纪念碑呢?你们想听听原因吗?这话不是我说的,而是先知以赛亚说的: “他们在坟墓里、在洞穴中住宿,为要求梦。” 因此请看,为了求梦而在坟墓中过夜这种巫术行为,在犹太人中是何等古已有之。而你们的使徒们在夫子死后很可能也习染了这种做法,并从起初就传给了作为最初信徒的你们,且他们自己比你们更为熟练地施展这巫术,又向他们后世之人公开展示了这巫术与可憎之事的工场。 另一方面,凡是神从起初借着摩西和先知们所厌弃的事,你们偏偏去行;至于将祭牲带到祭坛前宰杀献祭,你们却弃绝了。因为他们辩称:“天火并没有像摩西时代那样降下焚尽祭物。”这事在摩西时代只发生过一次,多年后在提斯比人以利亚时代又发生过一次。因为摩西本人就认为应当使用从外部带入的寻常之火,且在此之前族长亚伯拉罕亦是如此,对此我将简要加以阐明。不仅如此,当亚当的儿子们向神献上初熟之物时: “神看中了,”经上说,“亚伯和他的礼物;只是看不中该隐和他的祭物。该隐就大大忧伤,变了脸色。主神对该隐说:‘你为什么大大忧伤?你为什么变了脸色?你若献得合宜,却分得不当,岂不是犯罪了吗?’” 那么,你们渴望听听他们的供物是什么吗? “过了些日子,该隐拿地里的出产为祭物献给主;亚伯也将他羊群中头生的和羊的脂油献上。” “是的,”他们说,“他所责怪的不是祭物,而是那分割,他对该隐说: ‘你若献得合宜,却分得不当,岂不是犯罪了吗?’” 在那些极有学问的主教中,曾有人对我这样说过;但他首先是在欺骗自己,随后又在欺骗他人。因为当被追问这分割究竟在何种方式下是应受责备的,他既无法阐明,也无法对我做出任何搪塞之词。见他陷入穷途末路,我便说道: “正是你所说的这一点,神责怪得极对。就热忱而言,双方本是均等的,因为二人都认为应当向神献上礼物与祭物;但在分割(选拔)上,一人命中了目标,另一人却失之交臂。这是如何并以何种方式呢?因为在世上的万物中,有的是有生命的,有的是无生命的,而对于活着且为生命本源的神来说,有生命之物比无生命之物更为尊贵,因其分享了生命,分享了与神更为亲近的灵魂——正是为此,神喜悦那献上完全祭牲的人。”
- 340aὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπιτηδεύσαντας ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώτοις πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς μαγγανεῦσαι, τοῖς δὲ μεθ̓ ἑαυτοὺς ἀποδεῖξαι δημοσίᾳ τῆς μαγγανείας ταύτης καὶ βδελυρίας τὰ ἐργαστήρια.
非人称句式 εἰκός ἐστι(……是极有可能的/想必……)支配宾格主语 τοὺς ἀποστόλους ὑμῶν 以及三个并列的不定式(παραδοῦναι、μαγγανεῦσαι 和 ἀποδεῖξαι)。关系代词 ὃ(在墓中求梦之习俗)作 ἐπιτηδεύσαντας 与 παραδοῦναι 的宾语,不定过去时分词 ἐπιτηδεύσαντας 与宾格主语一致,表示先于主要动作的行为(“习染之后”)。
- 343dἐπεί, ὅτι γε πῦρ ἐπείσακτον αὐτὸς ὁ Μωυσῆς εἰσφέρειν οἴεται χρῆναι καὶ Ἁβραὰμ ὁ πατριάρχης ἔτι πρὸ τούτου, δηλώσω διὰ βραχέων
连词 ἐπεί 引导前述论据的理由(“因为……”)。主句为 δηλώσω διὰ βραχέων(“我将简要阐明”),其宾语从句由 ὅτι 引导(“即摩西本人也认为应当引入……”)。πῦρ ἐπείσακτον 指从外部带入的普通人造之火,与天降神火相对立。
- 347bΟὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;
引自七十士译本(创世记 4:7)。否定词 οὐκ 修饰主句动词 ἥμαρτες,构成预期肯定回答的反问句(“岂不是犯罪了吗?”)。从属条件句 ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς(“你若献得合宜,却分得不当”)构成了责罚的条件假设。
