- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:58-59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安引用圣经证据阐明摩西律法的永恒性,从而驳斥废除律法之说,并批判约翰首开先河敢于将耶稣神化,指斥其序言中的自相矛盾。
Ἀλλὰ τί ταῦτα ἐγὼ μακρολογῶ λεγόμενα παρ’ αὐτῶν, ἐξὸν ἰδεῖν,1 εἴ τινα ἰσχὺν ἔχει; λέγουσι γὰρ τὸν θεὸν ἐπὶ τῷ προτέρῳ νόμῳ θεῖναι τὸν δεύτερον. ἐκεῖνον μὲν γὰρ γενέσθαι πρὸς καιρὸν περιγεγραμμένον χρόνοις ὡρισμένοις, ὕστερον δὲ τοῦτον ἀναφανῆναι διὰ τὸ τὸν Μωυσέως χρόνῳ τε καὶ τόπῳ περιγεγράφθαι. τοῦτο ὅτι ψευδῶς λέγουσιν, ἀποδείξω σαφῶς, ἐκ μὲν τῶν Μωυσέως οὐ δέκα μόνας, ἀλλὰ μυρίας παρεχόμενος μαρτυρίας, ὅπου τὸν νόμον αἰώνιόν φησιν. ἀκούετε δὲ νῦν ἀπὸ τῆς ἐξόδου. Καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν μνημόσυνον, καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. νόμιμον αἰώνιον ἑορτάσατε αὐτήν. ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. πολλῶν ἔτι τοιούτων παραλελειμμένων, ἀφ̓ ὧν τὸν νόμον τοῦ Μωυσέως αἰώνιον ἐγὼ μὲν εἰπεῖν διὰ τὸ πλῆθος παρῃτησάμην·2 ὑμεῖς δὲ ἐπιδείξατε, ποῦ τὸ παρὰ τοῦ Παύλου μετὰ τοῦτο τολμηθὲν εἴρηται, ὅτι δὴ τέλος νόμου Χριστός. ποῦ τοῖς Ἑβραίοις ὁ θεὸς ἐπηγγείλατο νόμον ἕτερον παρὰ τὸν κείμενον; οὐκ ἔστιν οὐδαμοῦ, οὐδὲ τοῦ κειμένου διόρθωσις. ἄκουε γὰρ τοῦ Μωυσέως πάλιν· Οὐ προσθήσετε ἐπὶ τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ̓ αὐτοῦ. φυλάξασθε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον καὶ Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν. ὑμεῖς δὲ τὸ μὲν ἀφελεῖν καὶ προσθεῖναι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ μικρὸν ἐνομίσατε, τὸ δὲ παραβῆναι τελείως αὐτὸν ἀνδρειότερον3 τῷ παντὶ καὶ μεγαλοψυχότερον, οὐ πρὸς ἀλήθειαν, ἀλλ’ εἰς τὸ πᾶσι πιθανὸν βλέποντες Οὕτω δὲ ἐστε δυστυχεῖς, ὥστε οὐδὲ τοῖς ὑπὸ τῶν ἀποστόλων ὑμῖν παραδεδομένοις ἐμμεμενήκατε· καὶ ταῦτα δὲ ἐπὶ τὸ χεῖρον καὶ δυσσεβέστερον ὑπὸ τῶν ἐπιγινομένων ἐξειργάσθη. τὸν γοῦν Ἰησοῦν οὔτε Παῦλος ἐτόλμησεν εἰπεῖν θεὸν οὔτε Ματθαῖος οὔτε Λουκᾶς οὔτε Μάρκος. ἀλλ’ ὁ χρηστὸς Ἰωάννης, αἰσθόμενος ἤδη πολὺ πλῆθος ἑαλωκὸς ἐν πολλαῖς τῶν Ἑλληνίδων καὶ Ἰταλιωτίδων πόλεων ὑπὸ ταύτης τῆς νόσου, ἀκούων δέ, οἶμαι, καὶ τὰ μνήματα Πέτρου καὶ Παύλου λάθρᾳ μέν, ἀκούων δὲ ὅμως αὐτὰ θεραπευόμενα πρῶτος ἐτόλμησεν εἰπεῖν. μικρὰ δὲ εἰπὼν περὶ Ἰωάννου τοῦ βαπτιστοῦ, πάλιν ἐπανάγων ἐπὶ τὸν ὑπ̓ αὐτοῦ κηρυττόμενον λόγον Καὶ ὁ λόγος φησὶ σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τὸ δὲ ὅπως οὐ λέγει αἰσχυνόμενος. οὐδαμοῦ δὲ αὐτὸν οὔτε Ἰησοῦν οὔτε Χριστόν, ἄχρις οὗ θεὸν καὶ λόγον ἀποκαλεῖ, κλέπτων δὲ ὥσπερ ἠρέμα καὶ λάθρᾳ τὰς ἀκοὰς ἡμῶν, Ἰωάννην φησὶ τὸν βαπτιστὴν ὑπὲρ Χριστοῦ Ἰησοῦ ταύτην ἐκθέσθαι τὴν μαρτυρίαν, ὅτι ἄρ’ οὗτός ἐστιν, ὃν χρὴ πεπιστευκέναι θεὸν εἶναι λόγον. ἀλλ’ ὅτι μὲν τοῦτο περὶ Ἰησοῦ Χριστοῦ φησιν Ἰωάννης, οὐδὲ αὐτὸς ἀντιλέγω. καίτοι δοκεῖ τισι τῶν δυσσεβῶν ἄλλον μὲν Ἰησοῦν εἶναι Χριστόν, ἄλλον δὲ τὸν ὑπὸ Ἰωάννου κηρυττόμενον λόγον. οὐ μὴν οὕτως ἔχει. ὃν γὰρ αὐτὸς εἶναί φησι θεὸν λόγον, τοῦτον ὑπὸ Ἰωάννου φησὶν ἐπιγνωσθῆναι τοῦ βαπτιστοῦ Χριστὸν Ἰησοῦν ὄντα.4 σκοπεῖτε οὖν, ὅπως εὐλαβῶς, ἠρέμα καὶ λεληθότως ἐπεισάγει τῷ δράματι τὸν κολοφῶνα τῆς ἀσεβείας οὕτω τέ ἐστι πανοῦργος καὶ ἀπατεών, ὥστε αὖθις ἀναδύεται προστιθείς· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. πότερον οὖν οὗτός ἐστιν ὁ θεὸς λόγος σάρξ γενόμενος, ὁ μονογενὴς υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός; καὶ εἰ μὲν αὐτός, ὅνπερ οἶμαι, ἐθεάσασθε δήπουθεν καὶ ὑμεῖς θεόν. ἐσκήνωσε γὰρ ἐν ὑμῖν καὶ ἐθεάσασθε τὴν δόξαν αὐτοῦ. τί οὖν ἐπιλέγεις, ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε; ἐθεάσασθε γὰρ ὑμεῖς εἰ καὶ μὴ τὸν πατέρα θεόν, ἀλλὰ τὸν θεὸν λόγον. εἰ δὲ ἄλλος ἐστὶν ὁ μονογενὴς υἱός, ἕτερος δὲ ὁ θεὸς λόγος, ὡς ἐγώ τινων ἀκήκοα τῆς ὑμετέρας αἱρέσεως, ἔοικεν οὐδὲ ὁ Ἰωάννης αὐτὸ τολμᾶν ἔτι.
然而,既然可以看清他们所言之事是否具有效力,我又何必对他们所说的这些长篇大论呢?因为他们声称神在先前的律法之上又立了第二部律法。他们说,先前的律法只是顺应时势而立,受限于确定的时限;而后一部律法之所以后来显明,乃是因为摩西的律法在时间和空间上都是受限的。他们此说是虚妄的,我将明白地证明这一点,我将从摩西的著作中提出不仅十处,而是成千上万处他宣称律法是永恒的证言。现在请听出埃及记: “这一日要成为你们的纪念,你们要世世代代守这日为主的节日,守这日为永恒的定例。从第一日起,你们当从房屋中除去酵。” 还有许多此类经文未及备载,鉴于其数量众多,我本人放弃了借其一一陈述摩西律法乃是永恒的;但你们且指出来,保罗在此之后所妄言的“基督是律法的总结”究竟是在哪里说过的呢?神在何处向希伯来人应许过在现存律法之外另有一部律法?绝无此处,连对现存律法的修正也不存在。请再次听摩西所言: “我所吩咐你们的话,你们不可加添,也不可删减。要守主你们神的诫命,就是我今日所吩咐你们的一切”;又说: “凡不恪守这一切事的,必受咒诅。” 然而,你们把对律法中所记载之事的增删视为小事,反而认为彻底违背律法全然是更英勇、更开阔的气度,你们所顾盼的不是真理,而是迎合众人的花言巧语。你们是如此不幸,以至于连使徒传给你们的教训都没能恪守;而这些事在后继者手中更是变本加厉,变得更加恶劣与不敬。总之,无论是保罗,还是马太、路加或马可,都不曾斗胆称耶稣为神。然而那位可敬的约翰,察觉到在希腊和意大利的许多城邦中已有大批民众被这种病症所俘获,且据我想来,他又听说彼得和保罗的坟墓正在暗中受人膜拜——虽是暗中,但他终究听闻受人膜拜——于是便首开先河,斗胆称其为神。他在简略谈及施洗者约翰之后,又将话头引回到被他宣扬的“道”上,“而道,”他说,“成了肉身,住在我们中间”,至于如何成的,他却因羞愧而避而不谈。在称其为神和道期间,他绝不在任何地方称其为耶稣或基督;反倒是宛如轻悄隐蔽地潜入我们的耳中,声称施洗者约翰为耶稣基督作出了这一见证,即:这正是那应当被信奉为神的道的那一位。然而,约翰谈及此点确实是指耶稣基督,对此连我本人也不否认。虽说在那些不敬者中有人认为耶稣基督是一回事,约翰所宣讲的道是另一回事。但事实绝非如此。因为约翰自己声称是神、是道的那一位,他说此人被施洗者约翰认出正是耶稣基督。因此,请看他是如何谨慎、轻悄且隐秘地将这不敬之极的顶峰引入这出戏剧之中的;他又是如此奸黠与诡诈,以至于随后又退缩着补充道: “从来没有人见过神;唯有在父怀里的独生子,将他表明出来。” 那么,难道这位成了肉身的神的道,就是那在父怀里的独生子吗?如果他正是此人(正如我所认为的那样),那么你们自然也见过神了。 因为 “他住在你们中间,你们见过他的荣耀。” 既然如此,你为何还要补充说从来没有人见过神呢?因为即便你们未曾见过父神,至少也见过了神的道。但如果独生子是一回事,神的道又是另一回事(正如我从你们教派的一些人那里听闻的那样),看来连约翰也不敢再做此妄言了。
- 319dἐξὸν ἰδεῖν
非人称动词 ἔξεστι 的中性单数现在分词构成的非人称绝对宾格(accusative absolute)。在此作状语,具有让步或情况副词功能:“既然/尽管可以看清”。
- 319eπολλῶν ἔτι τοιούτων παραλελειμμένων, ἀφ̓ ὧν τὸν νόμον τοῦ Μωυσέως αἰώνιον ἐγὼ μὲν εἰπεῖν διὰ τὸ πλῆθος παρῃτησάμην
句式由属格独立结构 πολλῶν ἔτι τοιούτων παραλελειμμένων(“许多此类经文仍被略去”)接关系从句 ἀφ̓ ὧν ... 构成。介词短语 ἀφ̓ ὧν(“基于这些”)修饰不定式 εἰπεῖν。从句主动词 παρῃτησάμην(“我谢绝/放弃”)支配不定式 εἰπεῖν;εἰπεῖν 带领宾语 τὸν νόμον τοῦ Μωυσέως 及补足语 αἰώνιον,系动词 εἶναι 被省略(意即“宣称摩西的律法[是]永恒的”)。
- 320bτὸ μὲν ἀφελεῖν καὶ προσθεῖναι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ μικρὸν ἐνομίσατε, τὸ δὲ παραβῆναι τελείως αὐτὸν ἀνδρειότερον
带冠词不定式 τὸ μὲν ἀφελεῖν καὶ προσθεῖναι 与 τὸ δὲ παραβῆναι 作动词 ἐνομίσατε 的直接宾语,形容词 μικρόν 以及比较级 ἀνδρειότερον(连同 μεγαλοψυχότερον)则作宾语补足语(双重宾格结构):“你们认为增减是小事,却认为彻底违背是更勇敢的”。
- 327cὃν γὰρ αὐτὸς εἶναί φησι θεὸν λόγον, τοῦτον ὑπὸ Ἰωάννου φησὶν ἐπιγνωσθῆναι τοῦ βαπτιστοῦ Χριστὸν Ἰησοῦν ὄντα
该句中先行词 τοῦτον 置于关系从句 ὃν ... 之后。主句动词 φησίν 支配宾格加不定式结构(τοῦτον ... ἐπιγνωσθῆναι),施事由 ὑπὸ Ἰωάννου τοῦ βαπτιστοῦ 表达。分词短语 Χριστὸν Ἰησοῦν ὄντα 与不定式的主语 τοῦτον 保持宾格一致,作补足语分词:“[他说]此人被施洗者约翰认出正是耶稣基督”。
