← 朱利安

驳加利利人

§62-65

弃绝割礼与亚伯拉罕献祭占卜之辩

尤利安质问基督徒为何废弃肉体割礼与祭祀,引《创世记》论证亚伯拉罕本人不仅恒常献祭,还借流星与鸟占来求得神谕印证,从而驳斥他们逃避献祭的托词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62

Νυνὶ δὲ ἐπαναληπτέον ἐστί μοι1 πρὸς αὐτούς· διὰ τί γὰρ οὐχὶ περιτέμνεσθε; Παῦλος, φασίν, εἶπε περιτομὴν καρδίας, ἀλλ’ οὐχὶ τῆς σαρκὸς δεδόσθαι πιστεύσαντι τῷ Ἁβραάμ. οὐ μὴν ἔτι τὰ κατὰ σάρκα ἔφη, καὶ δεῖ πιστεῦσαι τοῖς ὑπ̓ αὐτοῦ καὶ Πέτρου κηρυττομένοις λόγοις οὐκ ἀσεβέσιν. ἄκουε δὲ πάλιν, ὅτι τὴν κατὰ σάρκα περιτομὴν εἰς διαθήκην ὁ θεὸς λέγεται δοῦναι καὶ εἰς σημεῖον τῷ Ἁβραάμ· Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου εἰς τὰς γενεὰς ὑμῶν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ σπέρματός σου. ὅτε τοίνυν, ὅτι προσήκει τηρεῖν τὸν νόμον, ἀναμφισβητήτως προστέταχε2 καὶ τοῖς μίαν παραβαίνουσιν ἐντολὴν ἐπήρτησε δίκας, ὑμεῖς, οἱ συλλήβδην ἁπάσας παραβεβηκότες, ὁποῖον εὑρήσετε τῆς ἀπολογίας τὸν τρόπον; ἢ γὰρ ψευδοεπήσει ὁ Ἰησοῦς, ἤγουν ὑμεῖς πάντη καὶ πάντως οὐ νομοφύλακες. Ἡ περιτομὴ ἔσται περὶ τὴν σάρκα σου, ὁ Μωυσῆς φησι. παρακούσαντες τούτου Τὰς καρδίας φασὶ περιτεμνόμεθα. πάνυ γε· οὐδεὶς γὰρ παρ’ ὑμῖν κακοῦργος, οὐδεὶς μοχθηρός· οὕτω περιτέμνεσθε τὰς καρδίας. Τηρεῖν ἄζυμα καὶ ποιεῖν τὸ πάσχα οὐ δυνάμεθα φασίν· ὑπὲρ ἡμῶν γὰρ ἅπαξ ἐτύθη Χριστός. καλῶς· εἶτα ἐκώλυσεν ἐσθίειν ἄζυμα; καίτοι, μὰ τοὺς θεούς, εἷς εἰμι τῶν ἐκτρεπομένων συνεορτάζειν Ἰουδαίοις, ἀεὶ δὲ προσκυνῶν τὸν θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἳ ὄντες αὐτοὶ Χαλδαῖοι, γένους ἱεροῦ καὶ θεουργικοῦ, τὴν μὲν περιτομὴν ἔμαθον Αἰγυπτίοις ἐπιξενωθέντες, ἐσεβάσθησαν δὲ θεόν, ὃς ἐμοὶ καὶ τοῖς αὐτόν, ὥσπερ Ἁβραὰμ ἔσεβε, σεβομένοις εὐμενὴς ἦν, μέγας τε ὢν πάνυ καὶ δυνατός, ὑμῖν δὲ οὐδὲν προσήκων. οὐδὲ γὰρ τὸν Ἁβραὰμ μιμεῖσθε, βωμούς τε ἐγείροντες αὐτῷ καὶ οἰκοδομοῦντες θυσιαστήρια καὶ θεραπεύοντες ὥσπερ ἐκεῖνος ταῖς ἱερουργίαις. ἔθυε μὲν γὰρ Ἁβραάμ, ὥσπερ καὶ ἡμεῖς, ἀεὶ καὶ συνεχῶς. ἐχρῆτο δὲ μαντικῇ τῇ τῶν διᾳττόντων ἄστρων·3 Ἑλληνικὸν ἴσως καὶ τοῦτο. οἰωνίζετο δὲ μειζόνως. ἀλλὰ καὶ τὸν ἐπίτροπον τῆς οἰκίας εἶχε συμβολικόν. εἰ δὲ ἀπιστεῖ τις ὑμῶν, αὐτὰ δείξει σαφῶς τὰ ὑπὲρ τούτων εἰρημένα Μωυσῇ· μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη κυρίου λόγος πρὸς Ἁβραὰμ λέγων ἐν ὁράματι τῆς νυκτός· μὴ φοβοῦ, Ἁβραάμ, ἐγὼ ὑπερασπίζω σου. ὁ μισθός σου πολὺς ἔσται σφόδρα. λέγει δὲ Ἁβραάμ· δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. καὶ εὐθὺς φωνὴ τοῦ θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγοντος· οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. ἐξήγαγε δὲ αὐτὸν καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου. καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

然而现在,我必须回过头来质问他们:你们究竟为何不行割礼呢? “保罗说,”他们辩称,“向信从的亚伯拉罕所赐予的是内心的割礼,而非肉体的割礼;他确实说过肉体上的事已不再有效,并且应当信从他与彼得所宣讲的并非不敬虔的言论。” 然而你且再听听,经上记载神是将肉体上的割礼作为约与记号赐予亚伯拉罕的: “这就是你与我之间,以及你世世代代的后裔之间所当守的约:你们都要受割礼,割除包皮的肉,这要作为我与你之间,以及我与你后裔之间立约的记号。” 既然神毫无争议地吩咐应当遵守律法,并对哪怕违犯一条诫命的人施加刑罚,那么将所有诫命全盘违犯的你们,又能找到怎样的辩解方式呢?要么是耶稣说了假话,要么你们无论如何全然不是律法的守护者。 “割礼当行在你的肉体上,”摩西说。然而违背此话的他们却说: “我们是在内心” “受割礼的。” 真是妙极了!因为在你们当中没有一个人是作恶的,没有一个人是邪恶的——你们就是这样割除内心的! “遵守无酵节和过逾越节,我们是做不到的,”他们说,“因为基督已经一次性为我们献上了。” 很好;那么他曾禁止过吃无酵饼吗?然而,凭诸神起誓,我虽是避开与犹太人共同过节的人之一,却始终敬拜亚伯拉罕、以撒和雅各的神。他们本身是迦勒底人,出自神圣且通晓神术的族系;他们虽然在寄居埃及时学会了割礼,却敬拜了那位曾垂顾于我和像亚伯拉罕那样敬拜他之人的神——那是一位极其伟大、满有权能的神,却与你们毫无相干。因为你们并不效法亚伯拉罕,既不为他筑坛,也不建造献祭之所,亦不像他那样以神圣的祭礼事奉他。事实上,亚伯拉罕正如我们一样,恒常不断地献祭。而且他还运用流星之术进行占卜——这大概也是希腊式的做法;并且他更广泛地观察鸟占。甚至连他家中的管事,也是凭前兆而定的。如果你们中有人不信,摩西就这些事所说的话本身就能清楚证明: “这些事以后,主的话在夜间的异象中临到亚伯拉罕,说:‘亚伯拉罕,不要惧怕!我是你的盾牌;你的赏赐必是极大的。’亚伯拉罕说:‘主啊,你能赐给我什么呢?我将无子而去,我家中所生女仆玛色克之子(以利以谢)要继承我。’随即神的声音临到他说:‘这个人必不继承你;唯独从你本身所出的,那人才要继承你。’于是领他到外边,对他说:‘向天观看,数算众星,看你是否能数得过来。’又对他说:‘你的后裔也必如此。’亚伯拉罕信了神,这就算为他的义。”

§63

Εἴπατε ἐνταῦθα μοι τοῦ χάριν ἐξήγαγεν αὐτὸν καὶ τοὺς ἀστέρας ἐδείκνυεν ὁ χρηματίζων ἄγγελος ἢ θεός; οὐ γὰρ ἐγίνωσκεν ἔνδον ὤν, ὅσον τι τὸ πλῆθός ἐστι τῶν νύκτωρ ἀεὶ φαινομένων καὶ μαρμαρυσσόντων ἀστέρων; ἀλλ’, οἶμαι, δεῖξαι τοὺς διᾴττοντας αὐτῷ βουλόμενος, ἵνα τῶν ῥημάτων ἐναργῆ πίστιν παράσχηται τὴν πάντα κραίνουσαν καὶ ἐπικυροῦσαν οὐρανοῦ ψῆφον. ὅπως δὲ μή τις ὑπολάβῃ βίαιον εἶναι τὴν τοιαύτην ἐξήγησιν, ἐφεξῆς ὅσα πρόσκειται παραθεὶς αὐτῷ πιστώσομαι. γέγραπται γὰρ ἑξῆς· Εἶπε δὲ πρὸς αὐτόν· ἐγώ εἰμι ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. εἶπε δέ· δέσποτα κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα· καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διεῖλε. κατέβη δὲ ὄρνεα ἐπὶ τὰ διχοτομήματα καὶ συνεκάθισεν αὐτοῖς Ἁβραάμ.

在此请告诉我:那位降示神谕的使者或神,究竟为了什么将他领到外面并指给他看众星呢?难道是因为他在屋里时,就不知道夜间常常显现并闪烁的星辰有多少吗?我想,乃是因为他想要指给他看流星,好为这些话语提供一个明确的凭据——那成就并确证万事的上天之判决。为了不使人认为这种解释是强词夺理,我将顺序列出其后所附的经文来予以证实。因为接着写道: “又对他说:‘我是领你出迦勒底人之地、为要将这地赐你承受为业的神。’他说:‘主啊,我凭什么知道我必承受这地呢?’神对他说:‘为我取一头三岁的母牛、一只三岁的母山羊、一只三岁的公绵羊、一只斑鸠和一只雏鸽。’他就为他取了这一切来,从中间剖开,使各部分相对而摆;只是鸟没有剖开。有飞鸟落在那些被剖开的肉块上,亚伯拉罕就同它们坐在一起(赶走它们)。”

§64

Τὴν τοῦ φανέντος ἀγγέλου πρόρρησιν ἤτοι θεοῦ διὰ τῆς οἰωνιστικῆς ὁρᾶτε κρατυνομένην, οὐχ, ὥσπερ παρ’ ὑμῖν, ἐκ παρέργου, μετὰ θυσιῶν δὲ τῆς μαντείας ἐπιτελουμένης; φησὶ δέ, ὅτι τῇ τῶν οἰωνῶν ἐπιπτήσει βεβαίαν ἔδειξε τὴν ἐπαγγελίαν. ἀποδέχεται δὲ τὴν πίστιν Ἁβραὰμ προσεπάγων,4 ὅτι ἀληθείας ἄνευ πίστις ἠλιθιότης ἔοικέ τις εἶναι καὶ ἐμβροντησία. τὴν δὲ ἀλήθειαν οὐκ ἔνεστιν ἰδεῖν ἐκ ψιλοῦ ῥήματος, ἀλλὰ χρή τι καὶ παρακολουθῆσαι τοῖς λόγοις ἐναργὲς σημεῖον, ὃ πιστώσεται γενόμενον τὴν εἰς τὸ μέλλον πεποιημένην προαγόρευσιν Πρόφασις ὑμῖν τῆς ἔν γε τούτῳ ῥᾳστώνης περιλέλειπται μία, τὸ μὴ ἐξεῖναι θύειν ἔξω γεγονόσι τῶν Ἱεροσολύμων, καίτοι Ἡλίου τεθυκότος ἐν τῷ Καρμηλίῳ, καὶ οὐκ ἔν γε τῇ ἁγίᾳ πόλει.

你们岂看不见,那显现的使者或神所作的预言是通过鸟占得到确证的吗?这绝非像在你们那里那样草草了事,而是伴随着祭祀完成占卜的。经上说,借着鸟类的飞临,他表明那应许是确实的。他接纳了亚伯拉罕的信心,同时补充道:没有真实的信心便宛如一种愚钝与狂乱。因为单凭一句空言是无法洞见真实的,乃必须有某种明晰的征兆伴随着言词,当其应验时,便能证实那针对未来所作的宣告。在这件事上,你们的怠惰只剩下一个借口,即离开耶路撒冷的人不得献祭;然而以利亚正是在迦密山献祭,而不是在圣城。

语法注4 条
  1. 351aἐπαναληπτέον ἐστί μοι

    由表示义务的动词性形容词 ἐπαναληπτέον 与系动词 ἐστί 以及表示施事者的与格 μοι 构成的非人称句式,意为“我必须再次回转/重新质问”。

  2. 351bὅτε τοίνυν, ὅτι προσήκει τηρεῖν τὸν νόμον, ἀναμφισβητήτως προστέταχε

    连词 ὅτε(在此带因果/前提转义,“既然/鉴于”)所引导的从句中,嵌套了引导间接引语的 ὅτι 从句(“应当遵守律法”),其谓语为 προστέταχε(主语为神)。主句则承接下文的 ὑμεῖς... ὁποῖον εὑρήσετε...

  3. 356cτῇ τῶν διᾳττόντων ἄστρων

    修饰 μαντικῇ(占卜术)的属格短语,在定冠词 τῇ 之后省略了重复的名词 μαντικῇ。διᾴσσω(疾驰、飞逝)的现在分词中性复数属格 τῶν διᾳττόντων ἄστρων 指“流星”,合起来指“依据流星所作的占卜”。

  4. 358eἀποδέχεται δὲ τὴν πίστιν Ἁβραὰμ προσεπάγων

    该句语法主语既可理解为神/使者(“他接纳了亚伯拉罕的信心,同时补充道……”),亦可理解为亚伯拉罕(“亚伯拉罕接纳了那信心,同时补充道……”)。结合上下文论证逻辑,此处指神认可了信心,但通过鸟占为其附加上了实证与印证,因没有明证的盲信如同愚昧。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:62-65