- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:1-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者确立了反驳加利利人(基督徒)教义的方法与规程,并论证了人类对神所具的先天认知以及对天体和谐运行的普遍敬畏。
Καλῶς ἔχειν ἔμοιγε φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσιν ἀνθρώποις, ὑφ̓ ὧν ἐπείσθην1 ὅτι τῶν Γαλιλαίων ἡ σκευωρία πλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν. ἔχουσα μὲν οὐδὲν θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαριώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ, τὴν τερατολογίαν εἰς πίστιν ἤγαγεν ἀληθείας.
将使我确信加利利人的阴谋乃是出于恶意捏造之人为杜撰的那些缘由公之于全人类,在我看来甚为妥当。这一套把戏毫无神性,却妄用了灵魂中嗜好神话、孩童般无知的部分,将妖诞之说导向了对真理的信奉。
Μέλλων δὲ ὑπὲρ τῶν πρώτων λεγομένων δογμάτων ἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν, ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδέ, τὸ λεγόμενον, ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν παρ’ αὐτοῖς ἀπολογήσωνται. ἄμεινον μὲν γὰρ οὕτω, καὶ σαφέστερον ἰδίαν μὲν ἐνστήσασθαι πραγματείαν, ὅταν τι τῶν παρ’ ἡμῖν εὐθύνειν θέλωσιν, ἐν οἷς δὲ πρὸς τὰς παρ’ ἡμῶν εὐθύνας ἀπολογοῦνται, μηδὲν ἀντικατηγορεῖν.
在我准备就其所谓的全部首要教义展开论述之际,首先欲言明此点:研读此书者若有意辩驳,理当如身处法庭一般,在为本派教义辩明之前,切勿节外生枝,亦勿如俗话所说倒打一耙。因为这样更好、更清晰:当他们意图究问我方观念时,自可独立撰文;而在就我方所提之究问进行自我辩护时,则不应反唇相讥。
Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον, ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔννοια θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς Γαλιλαίων ὄντας αἱρέσεως, ἀνθ̓ ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παρ’ ἐκείνοις, καὶ ἐπὶ τούτῳ, τί δή ποτε μηδ̓ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτράποντο. ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπουδαίων οὔτε τῶν παρ’ ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸ Μωυσέως Ἑβραίοις, ἀπ̓ ἀμφοῖν δὲ τὰς παραπεπηγυίας τούτοις τοῖς ἔθνεσιν ὥσπερ τινὰς Κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲν ἐκ τῆς Ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένον βίον ἐκ τῆς παρ’ ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο τὴν ἀρίστην θεοσέβειαν ἠθέλησαν ὀνομάζεσθαι.2
我们不妨简要追溯一下,对神的观念最初从何处、如何来到我们这里;继而将希腊人与希伯来人关于神明所言并列比对;此后,再进一步追问那些既非希腊人亦非犹太人、而是属于加利利派别之人:他们究竟因何弃我方之教而取彼方之说,更甚者,因何竟连彼方之说亦不墨守,反倒叛离彼方而自辟蹊径?他们在我们希腊人处以及源自摩西的希伯来人处,皆未承认任何美好或崇高之物,反倒从这两族之中采撷了宛如灾星般附着于其上的恶疾——从犹太人的妄为中采撷了无神思想,从我方的怠惰与粗鄙中采撷了下流放纵的生活——却妄图将此物命名为至高无上的敬神之举。
Ὅτι δὲ οὐ διδακτόν, ἀλλὰ φύσει τὸ εἰδέναι θεὸν τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάντων ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ’ ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον προθυμία. ἅπαντες γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύκαμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον γινώσκειν οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντας δυνατόν ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη. πάντες γὰρ οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοις θεοῖς οὕτω δή τι φυσικῶς προσηρτήμεθα, ὡς καὶ εἴ τις ἄλλον ὑπέλαβε παρ’ αὐτοὺς τὸν θεόν, οἰκητήριον αὐτῷ πάντως τὸν οὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ’ οἷον ὡς εἰς τιμιώτερον τοῦ παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶν ὅλων ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε.
至于认识神并非源于后天教导,而是人类出于天性所固有,我们首先可指出的明证,便是全人类不论私下或公开、不论个人或邦族,对神性所抱持的共同热忱。因为我们众人未经教导便皆信奉某种神圣之物,关于此物的确切真相,既非所有人所易知,亦非知晓者所能向所有人言尽;而在全人类这一共同观念之上,还附带着另一观念:我们所有人对天空及其显现的众神怀有如此天然的依恋,以至于纵然有人设想在此之外另有神明,也决计将天空指派为其居所,这并非将神与大地割裂,而是如同将万物之王安置于整个宇宙中更为尊贵之所,认为祂自彼处俯察此间万象。
Τί δεῖ μοι καλεῖν Ἕλληνας καὶ Ἑβραίους ἐνταῦθα μάρτυρας; οὐδεὶς ἔστιν, ὃς οὐκ ἀνατείνει μὲν εἰς οὐρανὸν τὰς χεῖρας εὐχόμενος, ὀμνύων δὲ θεὸν ἤτοι θεούς, ἔννοιαν ὅλως τοῦ θείου λαμβάνων, ἐκεῖσε φέρεται. καὶ τοῦτο οὐκ ἀπεικότως ἔπαθον. ὁρῶντες γὰρ οὔτε πληθυνόμενον οὔτε ἐλαττούμενόν τι τῶν περὶ τὸν οὐρανὸν οὔτε τρεπόμενον οὔτε πάθος ὑπομένον τι τῶν ἀτάκτων, ἀλλ’ ἐναρμόνιον μὲν αὐτοῦ τὴν κίνησιν, ἐμμελῆ δὲ τὴν τάξιν, ὡρισμένους δὲ φωτισμοὺς σελήνης, ἡλίου δὲ ἀνατολὰς καὶ δύσεις ὡρισμένας ἐν ὡρισμένοις ἀεὶ καιροῖς, εἰκότως θεὸν καὶ θεοῦ θρόνον ὑπέλαβον. τὸ γὰρ τοιοῦτον, ἅτε μηδεμιᾷ προσθήκῃ πληθυνόμενον μηδὲ ἐλαττούμενον ἀφαιρέσει, τῆς τε κατ’ ἀλλοίωσιν καὶ τροπὴν ἐκτὸς ἱστάμενον μεταβολῆς πάσης καθαρεύει φθορᾶς καὶ γενέσεως, ἀθάνατον δὲ ὂν φύσει καὶ ἀνώλεθρον παντοίας ἐστὶ καθαρὸν κηλῖδος· ἀίδιον δὲ καὶ ἀεικίνητον, ὡς ὁρῶμεν, ἤτοι παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ, ὥσπερ, οἶμαι, τὰ ἡμέτερα σώματα παρὰ τῆς ἐν ἡμῖν ψυχῆς, φέρεται κύκλῳ περὶ τὸν μέγαν δημιουργόν, ἢ πρὸς αὐτοῦ τοῦ θεοῦ τὴν κίνησιν παραδεξάμενον τὸν ἄπειρον ἐξελίττει κύκλον3 ἀπαύστῳ καὶ αἰωνίῳ φορᾷ.
在此处,我又何须召引希腊人与希伯来人作证?没有谁在祈祷时不向天空伸出双手,没有谁在指着神或众神起誓、乃至泛泛产生神明之念时不心向天空。人们抱有此种感触绝非无由。盖因他们目睹天空的一切既无增益亦无减损,既不转向亦不承受任何无秩序之扰动,反见其运动和谐,秩序井然,月之盈亏有度,日之升沉始终定于定节,故而理所当然地视之为神及神之宝座。盖此类存在既不因任何附加而增益,亦不因削减而亏损,立于一切涉及质变与转换的变异之外,纯净而免于一切消亡与生成,依其本性乃是不朽不灭的,洗净了一切污瑕;且如我们所见,它永恒而恒动,或是由于居于其内的更优越、更神圣的灵魂——一如我想我们的身体为内在的灵魂所驱动——围绕伟大的造物主作圆周运动,抑或是从神自身领受了运动,以不息而永恒的运转展开其无尽的圆环。
- 39aὑφ̓ ὧν ἐπείσθην
关系代词 ὧν 以先行词 τὰς αἰτίας 为指称;介词 ὑπό 搭配属格,在此作被动语态动词 ἐπείσθην 的致因/理据补足语(意即“因这些缘由而确信”)。
- 43bτοῦτο τὴν ἀρίστην θεοσέβειαν ἠθέλησαν ὀνομάζεσθαι
ὀνομάζεσθαι 为被动不定式;指示代词 τοῦτο 作其宾格主语,τὴν ἀρίστην θεοσέβειαν 作宾格表语(补足语),构成复合宾语结构:“他们妄图使这被命名为至高无上的敬神”。
- 69cἤτοι παρὰ ψυχῆς ... φέρεται κύκλῳ ... ἢ ... ἐξελίττει κύκλον
针对句首的主语 τὸ γὰρ τοιοῦτον,由 ἤτοι ... ἤ ... 引出两个互选的谓语结构:前者是以 παρὰ ψυχῆς 为动因的被动态(φέρεται κύκλῳ),后者则结合分词 παραδεξάμενον,支配主动动词 ἐξελίττει。
