- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:55-57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安引用《利未记》指明摩西对于献祭与饮食洁净的严格规定,强调犹太人与外邦人在礼仪上的相通之处,并批驳基督徒借彼得异象之名废除祭礼与饮食禁忌的背弃与荒谬。
Ὑπὲρ δὲ ἀποτροπαίων ἐπάκουσον πάλιν ὅσα λέγει· Καὶ λήψεται δύο τράγους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. καὶ προσάξει ὁ Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ ἑαυτοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. καὶ λήψεται τοὺς δύο τράγους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο τράγους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ, ὥστε ἐκπέμψαι αὐτόν, φησίν, ἀποπομπήν, καὶ ἀφεῖναι αὐτὸν εἰς τὴν ἔρημον. ὁ μὲν οὖν τῷ ἀποπομπαίῳ πεμπόμενος οὕτως ἐκπέμπεται. τὸν δέ γε ἕτερον τράγον φησί· Καὶ σφάξει τὸν τράγον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ ἔναντι κυρίου, καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ῥανεῖ τὸ αἷμα ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἐξιλάσεται ἐπὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. ὡς μὲν οὖν τοὺς τῶν θυσιῶν ἠπίστατο τρόπους Μωυσῆς, εὔδηλόν ἐστί που διὰ τῶν ῥηθέντων. ὅτι δὲ οὐχ ὡς ὑμεῖς ἀκάθαρτα ἐνόμισεν αὐτά, πάλιν ἐκ τῶν ἐκείνου ῥημάτων ἐπακούσατε· Ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ̓ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. αὐτὸς οὕτως εὐλαβὴς ὁ Μωυσῆς περὶ τὴν τῶν ἱερῶν ἐδωδήν.
关于消灾驱邪的祭礼,请再次听听他说了多少话:“他当从山羊中取两只公山羊为赎罪祭,一只公绵羊为燔祭。亚伦当把为自己作赎罪祭的牛犊奉上,为自己和自己的家赎罪。他当取这两只公山羊,立在会幕门口的主面前。亚伦要为这两只公山羊拈阄,一阄归于主,一阄归于驱邪者”,他说,这是为了将它作为驱除物送走,放逐到旷野中去。如此,那为驱邪者而送出的公山羊就这样被送走了。至于另一只公山羊,他则说道:“他当在主面前宰杀那为百姓作赎罪祭的公山羊,把羊的血带入幔子之内,弹血在祭坛的底座上;因以色列人的不洁和他们的过犯,因他们一切的罪愆,为圣所行赎罪之礼。” 由此可见,摩西懂得献祭的规矩,这从上述言论中已然十分清楚。而他并不像你们那样认为这些是不洁之物,请再次听听他的言辞:“无论何人,若吃了属于主的平安祭的肉,且不洁在身,那人必从自己的民中被剪除。”摩西本人对于圣肉的食用就是如此敬谨戒惧。
Προσήκει δὴ λοιπὸν ἀναμνησθῆναι τῶν ἔμπροσθεν, ὧν ἕνεκεν ἐρρήθη καὶ ταῦτα.1 διὰ τί γὰρ ἀποστάντες ἡμῶν οὐχὶ τὸν τῶν Ἰουδαίων ἀγαπᾶτε νόμον οὐδὲ ἐμμένετε τοῖς ὑπ̓ ἐκείνου λεγομένοις; ἐρεῖ πάντως τις ὀξὺ βλέπων· οὐδὲ γὰρ Ἰουδαῖοι θύουσιν. ἀλλ’ ἔγωγε ἀμβλυώττοντα δεινῶς αὐτὸν ἀπελέγξω, πρῶτον μέν, ὅτι μηδὲ τῶν ἄλλων τι τῶν παρὰ τοῖς Ἰουδαίοις νενομισμένων ἐστὶ καὶ ὑμῖν ἐν φυλακῇ· δεύτερον δέ, ὅτι θύουσι μὲν ἐν ἀδράκτοις2 Ἰουδαῖοι καὶ νῦν ἔτι πάντα ἐσθίουσιν ἱερὰ καὶ κατεύχονται πρὸ τοῦ θῦσαι καὶ τὸν δεξιὸν ὦμον διδόασιν ἀπαρχὰς τοῖς ἱερεῦσιν, ἀπεστερημένοι δὲ τοῦ ναοῦ, ἤ, ὡς αὐτοῖς ἔθος λέγειν, τοῦ ἁγιάσματος, ἀπαρχὰς τῷ θεῷ τῶν ἱερείων εἴργονται προσφέρειν. ὑμεῖς δὲ οἱ τὴν καινὴν θυσίαν εὑρόντες, οὐδὲν δεόμενοι τῆς Ἱερουσαλήμ, ἀντὶ τίνος οὐ θύετε; καίτοι τοῦτο μὲν ἐγὼ πρὸς ὑμᾶς ἐκ περιουσίας3 εἶπον, ἐπεί μοι τὴν ἀρχὴν ἐρρέθη βουλομένῳ δεῖξαι τοῖς ἔθνεσιν ὁμολογοῦντας Ἰουδαίους ἔξω τοῦ νομίζειν ἕνα θεὸν μόνον. ἐκεῖνο γὰρ αὐτῶν μὲν ἴδιον, ἡμῶν δὲ ἀλλότριον, ἐπεὶ τά γε ἄλλα κοινά πως ἡμῖν ἐστι, ναοί, τεμένη, θυσιαστήρια, ἁγνεῖαι, φυλάγματά τινα, περὶ ὧν ἢ τὸ παράπαν οὐδαμῶς ἢ μικρὰ διαφερόμεθα πρὸς ἀλλήλους Ἀνθ̓ ὅτου περὶ τὴν δίαιταν οὐχὶ τοῖς Ἰουδαίοις ὁμοίως ἐστὲ καθαροί, πάντα δὲ ἐσθίειν ὡς λάχανα χόρτου δεῖν φατε Πέτρῳ πιστεύσαντες, ὅτι, φασίν, εἶπεν ἐκεῖνος· Ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου; τί τούτου τεκμήριον, ὅτι πάλαι μὲν ἄττα ἐνόμιζεν ὁ θεὸς μιαρά, νυνὶ δὲ καθαρὰ πεποίηκεν αὐτά; Μωυσῆς μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ἐπισημαινόμενος πᾶν τὸ διχηλοῦν, φησίν, ὁπλὴν καὶ ἀναμαρυκίζον μαρυκισμὸν καθαρὸν εἶναι, τὸ δὲ μὴ τοιοῦτον ἀκάθαρτον εἶναι. εἰ μὲν οὖν ὁ χοῖρος ἀπὸ τῆς φαντασίας Πέτρου νῦν προσέλαβε τὸ μαρυκᾶσθαι, πεισθῶμεν αὐτῷ· τεράστιον γὰρ ὡς ἀληθῶς, εἰ μετὰ τὴν φαντασίαν Πέτρου προσέλαβεν αὐτό.4 εἰ δὲ ἐκεῖνος ἐψεύσατο ταύτην ἑωρακέναι, ἵν̓ εἴπω καθ̓ ὑμᾶς, τὴν ἀποκάλυψιν ἐπὶ τοῦ βυρσοδεψίου, τί ἐπὶ τηλικούτων οὕτω ταχέως πιστεύσομεν; τί γὰρ ὁ Μωυσῆς ὑμῖν ἐπέταξε τῶν χαλεπῶν, εἰ ἀπηγόρευσεν ἐσθίειν πρὸς τοῖς ὑείοις τὰ τε πτηνὰ καὶ τὰ θαλάττια, ἀποφηνάμενος ὑπὸ τοῦ θεοῦ καὶ ταῦτα πρὸς ἐκείνοις ἐκβεβλῆσθαι καὶ ἀκάθαρτα πεφηνέναι;
那么,现在应当回想起前文所述的那些事了,正是为了那些事才说了这些话。因为你们背离了我们,为何不尊崇犹太人的律法,也不恪守摩西所说的话呢?某个自命敏锐的人必定会说:“因为犹太人也不献祭啊。”但我定要驳斥他乃是目光昏聩至极:首先,犹太人所遵行的其他规矩中,没有一样为你们所遵守;其次,犹太人至今仍在私下围闭之所屠宰,仍旧食用所有祭肉,在宰牲前祈祷,并将右肩作为初熟之物供奉给祭司;他们只是因为失去了圣殿,或者按他们的习惯所称的圣所,才被阻碍向神献上祭牲的初熟之物。然而你们这些发明了所谓“新祭”且根本用不着耶路撒冷的人,究竟为何不献祭呢?其实我对你们说这番话纯属额外赘言,因为我最初之所以发言,是想表明除了只信奉独一之神以外,犹太人与外邦人是完全相通的。因为唯独信奉一位神是犹太人所独有而与我们相悖的,至于其他事物——圣殿、圣域、祭坛、净礼以及某些戒律——在某种意义上乃是我们与犹太人所共有的,关于这些,我们彼此之间要么全然无别,要么差异微乎其微。你们为何在饮食上不能像犹太人一样洁净,反而信从彼得,声称人应当如吃蔬菜一般吃一切东西呢?因为据说彼得曾说:“神所洁净的,你不可当作俗物。”有什么证据能证明,神从前认为某些东西是污秽的,如今却使其成为洁净的呢?因为摩西在四足走兽中辨明特征说,凡分蹄倒嚼的尽都洁净,不具备这些特征的则是不洁的。那么,设若猪自彼得见到异象以来新近学会了反刍,那我们就信他吧;因为若是在彼得的异象之后猪才学会了反刍,那真是令人叹为观止的奇迹了。但如果彼得在硝皮匠的房顶上撒谎说见到了——用你们的话说——这一启示,我们在如此重大的事上为何这般轻易相信呢?因为摩西声明水族和鸟类与猪肉一样被神摒弃并显为不洁,除了猪肉之外又禁止食用飞禽和水族,难道摩西在这件事上给你们强加了什么难以忍受的难事吗?
- 305dὧν ἕνεκεν ἐρρήθη καὶ ταῦτα
关系代词 ὧν 的先行词为前文的名词化中性复数 τῶν ἔμπροσθεν(“先前之事/前文所述的论点”),与后置介词 ἕνεκεν 连用表示目的或原因(“正是为了那些事”)。καὶ ταῦτα 意为“这些事(方才引述的献祭律法条目)也是”。
- 305dἐν ἀδράκτοις
罕见词 ἄδρακτος 的与格复数形式,意指“在围闭之所、私下封闭的场所”,与圣殿的公共祭坛形成对比。这表明失去耶路撒冷圣殿的犹太人虽无法举行公祭,但仍在私人场所履行宰牲与洁净规矩。
- 306bἐκ περιουσίας
成语性副词短语,意为“多余地、额外地、多此一举地”。作者借此表明,关于犹太人眼下是否献祭的讨论,只是为主旨(即犹太教与异教除一神信仰外在礼仪上完全相通)所作的附带、多余的说明。
- 314dτεράστιον γὰρ ὡς ἀληθῶς, εἰ μετὰ τὴν φαντασίαν Πέτρου προσέλαβεν αὐτό
主句省略了系动词 ἐστίν(即 τεράστιον [ἐστίν])。随后的条件从句 εἰ ... προσέλαβεν 采用过去直陈式,提出一种在现实中荒谬绝伦的前提,从而以强烈的讽刺语调驳斥基督徒凭借彼得异象废除饮食律法的说辞。
