- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:53-54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出以赛亚关于童女的预言绝非指耶稣或支持称马利亚为“诞神者”,并论证旧约圣经始终坚持独一真神,所谓的“神的儿子”仅指天使或以色列。
Ἀλλὰ τοῖς Ἡσαΐου, φασίν, ὁμολογεῖ. λέγει γὰρ Ἡσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. ἔστω δὴ καὶ τοῦτο λεγόμενον ὑπὲρ θεοῦ, καίτοι μηδαμῶς εἰρημένον· οὐ γὰρ ἦν παρθένος ἡ γεγαμημένη καὶ πρὶν ἀποκυῆσαι συγκατακλιθεῖσα τῷ γήμαντι· δεδόσθω δὲ λέγεσθαι περὶ ταύτης—μή τι θεόν φησιν ἐκ τῆς παρθένου τεχθήσεσθαι; θεοτόκον δὲ ὑμεῖς οὐ παύεσθε Μαρίαν καλοῦντες, εἰ μή πού φησι1 τὸν ἐκ τῆς παρθένου γεννώμενον υἱὸν θεοῦ μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως; ἀλλὰ τὸ λεγόμενον ὑπὸ Ἰωάννου Πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ἔχει τις ἐν ταῖς προφητικαῖς δεῖξαι φωναῖς; ἃ δὲ ἡμεῖς δείκνυμεν, ἐξ αὐτῶν ἐκείνων ἑξῆς ἀκούετε· Κύριε, ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· πεποίηται δὲ παρ’ αὐτῶν καὶ Ἑζεκίας ὁ βασιλεὺς εὐχόμενος· Κύριε, ὁ θεὸς Ἰσραήλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ θεὸς μόνος. μή τι τῷ δευτέρῳ καταλείπει χώραν; ἀλλ’ εἰ θεὸς ἐκ θεοῦ καθ̓ ὑμᾶς ὁ λόγος ἐστὶ καὶ τῆς οὐσίας ἐξέφυ τοῦ πατρός, θεοτόκον ὑμεῖς ἀνθ̓ ὅτου2 τὴν παρθένον εἶναί φατε; πῶς γὰρ ἂν τέκοι θεὸν ἄνθρωπος οὖσα καθ̓ ὑμᾶς; καὶ πρός γε τούτῳ λέγοντος ἐναργῶς θεοῦ Ἐγώ εἰμι καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων, ὑμεῖς σωτῆρα τὸν ἐξ αὐτῆς εἰπεῖν τετολμήκατε;
然而他们说,这与以赛亚的言论相符。因为以赛亚说:“看哪,必有童女怀孕生子。”就算这也权且被认作是指神说的吧,尽管绝非如此;因为一个已经出嫁并在产子前就与丈夫同寝的女子并不是童女。不过就算让步承认是指她说的——难道先知说了会从童女诞生一位神吗?而你们却不停地称马利亚为“诞神者”,莫非先知在什么地方说过由童女所生的是“神的独生子”和“首生于一切受造物的”?相反,约翰所说的那句“万物都是藉着他造的,凡被造的没有一样不是藉着他造的”,又有谁能在先知的言论中指出来呢?至于我们所指明的,请接着听听他们那些经卷本身的话:“主我们的神啊,求你得着我们;除你以外,我们不认得别神。”在他们的记载中,希西家王也这样祈祷:“坐在基路伯之上的以色列之神主啊,唯独你是神。”难道他给第二位神留了任何余地吗?然而,如果按照你们的说法,道是出自神的神且源出于父的本质,你们究竟为何说那童女是诞神者呢?因为按照你们的说法不过是一介凡人的女子,又怎能生下神呢?加之,在神明确宣称“唯有我是,除我以外别无救主”之时,你们竟敢将由她所生的人称为救主?
Ὅτι δὲ Μωυσῆς ὀνομάζει θεοὺς τοὺς ἀγγέλους, ἐκ τῶν ἐκείνου λόγων ἀκούσατε· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ μικρὸν ὑποβάς· Καὶ μετ’ ἐκεῖνο ὡς ἂν ἂν εἰσεπορεύοντο3 οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ̓ αἰῶνος οἱ ὀνομαστοί. ὅτι τοίνυν τοὺς ἀγγέλους φησίν, εὔδηλόν ἐστι καὶ ἔξωθεν οὐ προσπαρακείμενον, ἀλλὰ καὶ δῆλον ἐκ τοῦ φάναι, οὐκ ἀνθρώπους, ἀλλὰ γίγαντας γεγονέναι παρ’ ἐκείνων. δῆλον γάρ, ὡς, εἴπερ ἀνθρώπους ἐνόμιζεν αὐτῶν εἶναι τοὺς πατέρας, ἀλλὰ μὴ κρείττονος καὶ ἰσχυροτέρας τινὸς φύσεως, οὐκ ἂν ἀπ̓ αὐτῶν εἶπε γεννηθῆναι τοὺς γίγαντας· ἐκ γὰρ θνητοῦ καὶ ἀθανάτου μίξεως ἀποφήνασθαί μοι δοκεῖ τὸ τῶν γιγάντων ὑποστῆναι γένος. ὁ δὴ πολλοὺς υἱοὺς ὀνομάζων θεοῦ καὶ τούτους οὐκ ἀνθρώπους, ἀγγέλους δέ, τὸν μονογενῆ λόγον θεὸν ἢ υἱὸν θεοῦ ἢ ὅπως ἂν αὐτὸν καλῆτε, εἴπερ ἐγίνωσκεν, οὐκ ἂν εἰς ἀνθρώπους ἐμήνυσεν;4 ὅτι δὲ οὐ μέγα τοῦτο ἐνόμιζεν, ὑπὲρ τοῦ Ἰσραήλ φησιν· υἱὸς πρωτότοκός μου Ἰσραήλ; τί οὐχὶ καὶ περὶ τοῦ Ἰησοῦ ταῦτ’ ἔφη Μωυσῆς; ἕνα καὶ μόνον ἐδίδασκε θεόν, υἱοὺς δὲ αὐτοῦ πολλοὺς τοὺς κατανειμαμένους τὰ ἔθνη. πρωτότοκον δὲ υἱὸν θεοῦ ἢ θεὸν λόγον ἤ τι τῶν ὑφ̓ ὑμῶν ὕστερον ψευδῶς συντεθέντων οὔτε ᾔδει κατ’ ἀρχὴν οὔτε ἐδίδασκε φανερῶς. αὐτοῦ τε Μωυσέως καὶ τῶν ἄλλων ἐπηκούσατε προφητῶν. ὁ οὖν Μωυσῆς πολλὰ τοιαῦτα καὶ πολλαχοῦ λέγει· Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. πῶς οὖν ὁ Ἰησοῦς ἐν τοῖς εὐαγγελίοις παραδέδοται προστάττων Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, εἴπερ μὴ καὶ αὐτῷ λατρεύειν ἔμελλον; ἀκόλουθα δὲ τούτοις καὶ ὑμεῖς διανοούμενοι μετὰ τοῦ πατρὸς θεολογεῖτε τὸν υἱόν
至于摩西称天使为诸神,请听他自己的话:“神的儿子们看见人的女子们美貌,就随意挑选,娶来为妻。”稍后又说:“在那以后,每当神的儿子们与人的女子们同房,他们就为自己生子;那些就是自古有名的巨人。”因此,显而易见他指的是天使,这绝非外来的附会,而且从他说从他们所生的不是凡人而是巨人这点来看,也是清清楚楚的。因为显然,如果他认为他们的父亲是凡人,而非某种更崇高、更有力的本性,他就不会说巨人是由他们所生的;因为在我看来,他表明巨人的族类乃是由必死者与不死者的结合而产生的。那么,既然摩西提及神有许多儿子,且这些儿子不是凡人而是天使,设若他知晓独生的道神、或者神的儿子、或者随便你们怎样称呼的那位,难道他不会向凡人表明出来吗?而摩西并不认为这种称谓是了不得的大事,证据就是关于以色列,他说:“以色列是我的长子”;摩西为何不关于耶稣也说这番话呢?他所教导的乃是独一无二的神,而神许多的儿子则是瓜分了诸民族的那些〔天使〕。至于神的长子、或者道神、或者任何后来由你们虚妄编造出来的东西,摩西从起初既不知晓,也未公开教导过。你们听到了摩西本人以及其他先知的话。摩西在许多地方多次这样说:“你要敬畏主你的神,唯独侍奉他。”那么,如果人们原本无需同样侍奉〔耶稣〕,福音书中又何以传述耶稣吩咐道:“你们要去,使万民作我的门徒,奉父、子、圣灵的名给他们施洗”呢?而你们顺应这些想法,也与父一同将子奉为神了。
- 262dεἰ μή πού φησι
带有反讽语气的假定从句(“莫非他说……”),以让步设问的形式向论敌提出挑战,要求其在以赛亚书中找出将此子称为“独生子”或“首生者”的依据,以此反驳其称马利亚为“诞神者”的做法。
- 276eἀνθ̓ ὅτου
相当于 ἀντὶ τίνος,意为“为何”“由于什么缘故”,作疑问副词短语引导主句中的修辞疑问句(θεοτόκον ὑμεῖς... εἶναί φατε)。
- 290cὡς ἂν ἂν εἰσεπορεύοντο
引用自《七十士译本》(创世记6:4)的表达,以 ὡς ἄν 搭配未完成过去时直说语气表示过去反复发生的动作(“每当他们同房”)。文本中的 ἂν ἄν 为小词 ἄν 在传抄中的重叠现象。
- 290dὁ δὴ πολλοὺς υἱοὺς ὀνομάζων θεοῦ καὶ τούτους οὐκ ἀνθρώπους, ἀγγέλους δέ, τὸν μονογενῆ λόγον θεὸν ἢ υἱὸν θεοῦ ἢ ὅπως ἂν αὐτὸν καλῆτε, εἴπερ ἐγίνωσκεν, οὐκ ἂν εἰς ἀνθρώπους ἐμήνυσεν;
结构复杂的反事实条件句,主语分词短语(ὁ... ὀνομάζων)与主节谓语动词(οὐκ ἂν... ἐμήνυσεν)之间插入了长宾语列举以及条件从句(εἴπερ ἐγίνωσκεν)。全句骨架为:“称天使为神之众子的他(摩西),若是知晓独生的道,难道不会向世人表明出来吗?”表达了强烈的反诘意味。
