← 朱利安

驳加利利人

§51-52

摩西的一神论与神化耶稣的矛盾

作者驳斥了基督徒声称顺从摩西和先知的说法,列举了摩西关于独一神论的明确言论,论证所谓弥赛亚预言与耶稣的神性及其矛盾的谱系不符,并指出《约翰福音》开篇的表述与摩西的独一神论根本无法相容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51

Ἐπειδὴ δὲ πρὸς μὲν τοὺς νυνὶ Ἰουδαίους διαφέρεσθαί φασιν, εἶναι δὲ ἀκριβῶς Ἰσραηλῖται1 κατὰ τοὺς προφήτας αὐτῶν, καὶ τῷ Μωυσῇ μάλιστα πείθεσθαι καὶ τοῖς ἀπ̓ ἐκείνου περὶ τὴν Ἰουδαίαν ἐπιγενομένοις προφήταις, ἴδωμεν, κατὰ τί μάλιστα ὁμολογοῦσιν αὐτοῖς. ἀρκτέον δὲ ἡμῖν ἀπὸ τῶν Μωυσέως, ὃν δὴ καὶ αὐτόν φασι προκηρύξαι τὴν ἐσομένην Ἰησοῦ γέννησιν. ὁ τοίνυν Μωυσῆς οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρίς, ἀλλὰ πλειστάκις ἕνα θεὸν μόνον ἀξιοῖ τιμᾶν, ὃν δὴ καὶ ἐπὶ πᾶσιν ὀνομάζει, θεὸν δὲ ἕτερον οὐδαμοῦ· ἀγγέλους δὲ ὀνομάζει καὶ κυρίους καὶ μέντοι καὶ θεοὺς πλείονας, ἐξαίρετον δὲ τὸν πρῶτον, ἄλλον δὲ οὐχ ὑπείληφε δεύτερον οὔτε ὅμοιον οὔτε ἀνόμοιον, καθάπερ ὑμεῖς ἐπεξείργασθε. εἰ δέ ἐστί που παρ’ ὑμῖν ὑπὲρ τούτων μία Μωυσέως ῥῆσις, ταύτην ἐστὲ δίκαιοι προφέρειν.2 τὸ γὰρ Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε μάλιστα μὲν οὖν οὐκ εἴρηται περὶ τοῦ γεννηθέντος ἐκ Μαρίας. εἰ δέ τις ὑμῶν ἕνεκα συγχωρήσειεν, ἑαυτῷ φησιν αὐτὸν ὅμοιον γενήσεσθαι καὶ οὐ τῷ θεῷ, προφήτην ὥσπερ ἑαυτὸν καὶ ἐξ ἀνθρώπων, ἀλλ’ οὐκ ἐκ θεοῦ. καὶ τὸ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ μάλιστα μὲν οὐκ εἴρηται περὶ τούτου, ἀλλὰ περὶ τῆς τοῦ Δαβὶδ βασιλείας, ἣ δὴ κατέληξεν εἰς Σεδεκίαν τὸν βασιλέα. καὶ δὴ ἡ γραφὴ διπλῶς πως ἔχει ἕως ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, παραπεποιήκατε δὲ ὑμεῖς ἕως ἔλθῃ ᾧ ἀπόκειται. ὅτι δὲ τούτων οὐδὲν τῷ Ἰησοῦ προσήκει, πρόδηλον· οὐδὲ γάρ ἐστιν ἐξ Ἰούδα. πῶς γὰρ ὁ καθ̓ ὑμᾶς οὐκ ἐξ Ἰωσήφ, ἀλλ’ ἐξ ἁγίου πνεύματος γεγονώς; τὸν Ἰωσὴφ γὰρ γενεαλογοῦντες εἰς τὸν Ἰούδαν ἀναφέρετε καὶ οὐδὲ τοῦτο ἐδυνήθητε πλάσαι καλῶς. ἐλέγχονται γὰρ Ματθαῖος καὶ Λουκᾶς περὶ τῆς γενεαλογίας αὐτοῦ διαφωνοῦντες πρὸς ἀλλήλους. ἀλλὰ περὶ μὲν τούτου μέλλοντες ἐν τῷ δευτέρῳ συγγράμματι τὸ ἀληθὲς ἀκριβῶς ἐξετάζειν, ὑπερτιθέμεθα. συγκεχωρήσθω δὲ καὶ ἄρχων ἐξ Ἰούδα,3 οὐ θεὸς ἐκ θεοῦ κατὰ τὰ παρ’ ὑμῶν λεγόμενα οὐδὲ Τὰ πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἀλλ’ εἴρηται καὶ ἐν τοῖς ἀριθμοῖς· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἄνθρωπος ἐξ Ἰσραήλ. τοῦθ̓ ὅτι τῷ Δαβὶδ προσήκει καὶ τοῖς ἀπ̓ ἐκείνου, πρόδηλόν ἐστί που· τοῦ γὰρ Ἰεσσαὶ παῖς ἦν ὁ Δαβίδ.

既然他们声称自己与当今的犹太人有所分歧,而根据他们自己的先知,他们才是真正意义上的以色列人,并且最为顺从摩西以及摩西之后在犹地亚兴起的诸先知,那么我们就来看看,他们究竟在何种程度上与他们最为一致。我们必须从摩西的言论开始,因为他们自己也声称摩西亲自预告了耶稣将来的降生。然而,摩西不是一次、两次或三次,而是极多次地要求只崇拜一位神,摩西确实称其为统领万有的神,却绝未在任何地方提及另一位神;他虽然提及天使、主宰乃至多位神祇,但将首位者视为独尊卓越的,却从未如你们精细捏造的那样,设想过第二个无论相同还是不相同的另一位神。如果在你们那里哪怕有摩西关于这些事的一句话,你们理当将其呈示出来。因为经文所说: “主我们的神必从你们的弟兄中为你们兴起一位像我一样的先知;你们要听从他”,首先绝不是指由马利亚所生的那一位说的。即便有人为了你们的缘故做出让步,摩西说的也是他将与摩西自己相似,而非与神相似——像他一样是出自凡人的先知,而非出自神。又如: “统治者必不从犹大断绝,首领必不从他两腿之间断绝”,这首先并非指此人说的,而是指大卫的王权,而这王权终结于西底家王。经文实际上作两样表述: “直到属于他的事物到来”,而你们却篡改成了: “直到它所归属的那位到来”。 然而显而易见,这些话没有一句适用于耶稣;因为他根本就不是出自犹大。既然按照你们的说法,他不是从约瑟所生,而是从圣灵所生,他又怎会出自犹大呢?因为你们在追溯约瑟的谱系时,将他归到了犹大名下,可你们连这一点都没能编造妥当;因为马太和路加关于他的谱系彼此矛盾,已是不争之事实。不过关于这一点,既然我们打算在第二部著作中详尽审视真相,姑且先搁置不论。退一步说,就算承认他是出自犹大的统治者,也绝非如你们所说的是“出自神的神”,亦非 “万物都是藉着他生成的,离开他没有一样生成”。 此外,《民数记》中也说过: “必有一星从雅各兴起,必有一人从以色列兴起”。 这显然适用于大卫及其后裔;因为大卫是耶西的儿子。

§52

Εἴπερ οὖν ἐκ τούτων ἐπιχειρεῖτε συμβιβάζειν, ἐπιδείξατε μίαν ἐκεῖθεν ἑλκύσαντες ῥῆσιν, ὅποι πολλὰς πάνυ ἐγώ. ὅτι δὲ θεὸν τὸν ἕνα τὸν τοῦ Ἰσραὴλ νενόμικεν, ἐν τῷ Δευτερονομίῳ φησίν· Ὥστε εἰδέναι σε, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς εἷς ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἔτι πρὸς τούτῳ· Καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ σου, ὅτι κύριος ὁ θεός σου οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστι πλὴν αὐτοῦ. καὶ πάλιν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστι. καὶ πάλιν· Ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ. ταῦτα μὲν οὖν ὁ Μωυσῆς ἕνα διατεινόμενος μόνον εἶναι θεόν. ἀλλ’ οὗτοι τυχὸν ἐροῦσιν· οὐδὲ ἡμεῖς δύο λέγομεν οὐδὲ τρεῖς. ἐγὼ δὲ λέγοντας μὲν αὐτοὺς καὶ τοῦτο δείξω, μαρτυρόμενος Ἰωάννην λέγοντα· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. ὁρᾷς, ὅτι πρὸς τὸν θεὸν εἶναι λέγεται; εἴτε ὁ ἐκ Μαρίας γεννηθεὶς εἴτε ἄλλος τίς ἐστιν—ἵν̓ ὁμοῦ καὶ πρὸς Φωτεινὸν ἀποκρίνωμαι—, διαφέρει τοῦτο νῦν οὐδέν· ἀφίημι δῆτα τὴν μάχην ὑμῖν. ὅτι μέντοι φησὶ πρὸς θεὸν καὶ ἐν ἀρχῇ, τοῦτο ἀπόχρη μαρτύρασθαι. πῶς οὖν ὁμολογεῖ ταῦτα τοῖς Μωυσέως;

因此,如果你们企图根据这些经文进行论证,就请像我引证极多那样,从那里引出一处经文来展示。摩西认定以色列唯一的神为主神,正如他在《申命记》中所说: “使你知道,唯有主你的神是独一的神,除他以外,再无别神。” 此外还有: “你当谨记在心,主你的神,在天在上,在地下,唯有他是神,除他以外再无别神。” 又如: “以色列啊,你要听:主我们的神是独一的主。” 又如: “你们要看,我就是,除我以外再无别神。” 凡此种种,皆是摩西坚称唯有一位神。但他们或许会说:“我们也没有说两位或三位。”然而,我将通过传唤约翰作证来证明他们确实如此主张,约翰说: “太初有道,道与神同在,道就是神。” 你看到没有,他被说成是“与神同在”?无论是从马利亚所生的人,还是别的什么人——这也是为了同时回应福提努——这在眼下都无关紧要;我权且把这场争执留给你们。然而他说“与神同在”以及 “太初”,引证这一点便已足够。那么,这些说法究竟如何能与摩西的言论相符呢?

语法注3 条
  1. 253aεἶναι δὲ ἀκριβῶς Ἰσραηλῖται

    不定式 εἶναι(由引述动词 φασίν 统辖)的主语补足语 Ἰσραηλῖται 采用了主格。由于不定式的逻辑主语与主句动词 φασίν 的主语一致,因而采用了“主格加不定式”结构(nominativus cum infinitivo),而非宾格(Ἰσραηλίτας)。

  2. 253cταύτην ἐστὲ δίκαιοι προφέρειν

    属于“δίκαιός εἰμι + 不定式”的人称结构,意为“你们呈示此点是应当的/理所当然的”。该句在功能上等同于无人称结构 δίκαιόν ἐστιν ὑμᾶς προφέρειν,表语形容词 δίκαιοι 在性、数、格上与文中的主语(ὑμεῖς)一致。

  3. 261eσυγκεχωρήσθω δὲ καὶ ἄρχων ἐξ Ἰούδα

    动词 συγχωρέω 的完成时被动态第三人称单数祈使语气,表达让步语气:“就算承认[他]是出自犹大的统治者”。上下文中的省略主语指耶稣,ἄρχων 作为主语补足语采用主格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:51-52