← 朱利安

驳加利利人

§49-50

基督徒的道德败坏与对洗礼净化的驳斥

尤利安论证基督徒不过是结合了犹太人亵渎诸神的狂妄与外邦人粗俗放纵的恶习,并援引保罗书信揭露早期信徒道德败坏的出身,进而嘲讽洗礼能洗涤灵魂罪孽的说法纯属荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49

Ἀνθ̓ ὅτου δὲ μηδὲ τοῖς Ἑβραϊκοῖς λόγοις ἐμμένετε1 μήτε ἀγαπᾶτε τὸν νόμον, ὃν δέδωκεν ὁ θεὸς ἐκείνοις, ἀπολιπόντες δὲ τὰ πάτρια καὶ δόντες ἑαυτοὺς οἷς ἐκήρυξαν οἱ προφῆται, πλέον ἐκείνων ἢ τῶν παρ’ ἡμῖν ἀπέστητε; τὸ γὰρ ἀληθὲς εἴ τις ὑπὲρ ὑμῶν ἐθέλοι σκοπεῖν, εὑρήσει τὴν ὑμετέραν ἀσέβειαν ἔκ τε τῆς Ἰουδαϊκῆς τόλμης καὶ τῆς παρὰ τοῖς ἔθνεσιν ἀδιαφορίας καὶ χυδαιότητος συγκειμένην. ἐξ ἀμφοῖν γὰρ οὔτι τὸ κάλλιστον, ἀλλὰ τὸ χεῖρον ἑλκύσαντες παρυφὴν κακῶν εἰργάσασθε. τοῖς μὲν γὰρ Ἑβραίοις ἀκριβῆ τὰ περὶ θρησκείαν ἐστὶ νόμιμα καὶ τὰ σεβάσματα καὶ φυλάγματα μυρία καὶ δεόμενα βίου καὶ προαιρέσεως ἱερατικῆς. ἀπαγορεύσαντος δὲ τοῦ νομοθέτου τὸ πᾶσι μὴ δουλεύειν τοῖς θεοῖς, ἑνὶ δὲ μόνον, οὗ μερίς ἐστιν Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας Ἰσραήλ, οὐ τοῦτο δὲ μόνον εἰπόντος, ἀλλὰ γάρ, οἶμαι, καὶ προσθέντος Οὐ κακολογήσεις θεούς, ἡ τῶν ἐπιγινομένων βδελυρία τε καὶ τόλμα, βουλομένη πᾶσαν εὐλάβειαν ἐξελεῖν τοῦ πλήθους, ἀκολουθεῖν ἐνόμισε τῷ μὴ θεραπεύειν τὸ βλασφημεῖν,2 ὃ δὴ καὶ ὑμεῖς ἐντεῦθεν εἱλκύσατε μόνον· ὡς τῶν γε ἄλλων οὐθὲν ὑμῖν τέ ἐστι κἀκείνοις παραπλήσιον. ἀπὸ μὲν οὖν τῆς Ἑβραίων καινοτομίας τὸ βλασφημεῖν τοὺς παρ’ ἡμῖν τιμωμένους θεοὺς ἡρπάσατε. ἀπὸ δὲ τῆς παρ’ ἡμῖν θρησκείας τὸ μὲν εὐσεβές τε ὁμοῦ πρὸς ἅπασαν τὴν κρείττονα φύσιν καὶ τῶν πατρίων ἀγαπητικὸν ἀπολελοίπατε, μόνον δ̓ ἐκτήσασθε τὸ πάντα ἐσθίειν ὡς λάχανα χόρτου. καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐπιτεῖναι τὴν παρ’ ἡμῖν ἐφιλοτιμήθητε χυδαιότητα· τοῦτο δέ, οἶμαι, καὶ μαλ’ εἰκότως, συμβαίνει πᾶσιν ἔθνεσιν· καὶ βίοις ἀνθρώπων εὐτελῶν, καπήλων, τελωνῶν, ὀρχηστῶν, ἑταιροτρόφων καὶ ἁρμόττειν ᾠήθητε τὰ παρ’ ὑμῖν.

那么,为何你们既不恪守希伯来人的言辞,也不热爱上帝赐予他们的律法,反而背弃祖辈的传统,委身于先知们所宣讲的教说,却比远离我们这边的教义还要更远地背离了他们的教规?因为如果有人愿意为你们着想去审视真相,便会发现你们的不敬虔是由犹太人的狂妄以及外邦人中的冷漠与粗俗拼凑而成的。因为你们从这两方所汲取的绝非最美好的东西,反而是更恶劣的糟粕,从而编织出了一套邪恶的镶边。对于希伯来人而言,关于宗教的条规是严密的,有着无数的敬拜与戒守仪式,需要祭司般的生活与决意。尽管立法者禁止侍奉所有的神,只许侍奉唯一的那位神,即“雅各是他分得的产业,以色列是他继承的份额”,并且他不仅说了这番话,据我所知,还补充道: “不可毁谤诸神”,然而后世之人的卑劣与狂妄,意图在民众中根除一切虔敬之情,便以为不加敬奉就理当紧跟着肆意亵渎——而这正是你们从那里唯独汲取而来的东西;因为在其他事情上,你们与他们绝无丝毫相似之处。因此,你们从希伯来人的标新立异中夺取了对我们所尊奉之诸神的亵渎。而从我们这里的崇拜中,你们既抛弃了对整个更优越本性的虔敬,也放弃了对祖传传统的珍视,仅仅学会了“如吃青菜一般吞食万物”。若必须道出实情,你们还热衷于变本加厉地扩大我们这里的粗俗——依我看,这十分自然地发生在所有民族之中——并且你们认为你们的教义恰恰迎合了下流人、小商贩、税吏、舞者和鸨母的生活。

§50

Ὅτι δὲ οὐχ οἱ νῦν, ἀλλὰ καὶ οἱ ἐξ ἀρχῆς, οἱ πρῶτοι παραδεξάμενοι τὸν λόγον παρὰ τοῦ Παύλου τοιοῦτοί τινες γεγόνασιν, εὔδηλον ἐξ ὧν αὐτὸς ὁ Παῦλος μαρτυρεῖ πρὸς αὐτοὺς γράφων. οὐ γὰρ ἦν οὕτως ἀναίσχυντος, οἶμαι, ὡς μὴ συνειδὼς αὐτοῖς ὀνείδη τοσαῦτα πρὸς αὐτοὺς ἐκείνους ὑπὲρ αὐτῶν γράφειν, ἐξ ὧν, εἰ καὶ ἐπαίνους ἔγραψε τοσούτους αὐτῶν, εἰ καὶ ἀληθεῖς ἐτύγχανον, ἐρυθριᾶν  ἦν, εἰ δὲ ψευδεῖς καὶ πεπλασμένοι, καταδύεσθαι φεύγοντα τὸ μετὰ θωπείας λάγνου καὶ ἀνελευθέρου κολακείας ἐντυγχάνειν δοκεῖν. ἃ δὲ γράφει περὶ τῶν ἀκροασαμένων αὐτοῦ Παῦλος πρὸς αὐτοὺς ἐκείνους, ἐστὶ ταῦτα· Μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσι. καὶ ταῦτα οὐκ ἀγνοεῖτε, ἀδελφοί, ὅτι καὶ ὑμεῖς τοιοῦτοι ἦτε. ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. ὁρᾷς, ὅτι καὶ τούτους γενέσθαι φησὶ τοιούτους, ἁγιασθῆναι δὲ καὶ ἀπολούσασθαι, ῥύπτειν ἱκανοῦ καὶ διακαθαίρειν ὕδατος εὐπορήσαντος,3 ὃ μέχρι ψυχῆς εἰσδύσεται; καὶ τοῦ μὲν λεπροῦ τὴν λέπραν οὐκ ἀφαιρεῖται τὸ βάπτισμα, οὐδὲ λειχῆνας οὐδὲ ἀλφοὺς οὔτε ἀκροχορδῶνας οὐδὲ ποδάγραν οὐδὲ δυσεντερίαν, οὐχ ὕδερον, οὐ παρωνυχίαν, οὐ μικρόν, οὐ μέγα τῶν τοῦ σώματος ἁμαρτημάτων, μοιχείας δὲ καὶ ἁρπαγὰς καὶ πάσας ἁπλῶς τῆς ψυχῆς παρανομίας ἐξελεῖ;

至于不仅今日之人,乃至从一开始起、那些最早从保罗那里接受这道理的人就是这等货色,从保罗自己写给他们的信中所作的见证中便昭然若揭。因为我想,保罗还不至于无耻到在并不了解他们身负如此多污点的情况下,竟亲自向那些人本身写出关于这些罪名的话;面对这些罪名,即便他曾对他们写过同等数量的赞词,哪怕属实,也理应感到汗颜,而若是虚构捏造的,他更应当钻入地底,以避免显得是在用放荡而卑劣的阿谄逢迎与人交谈。保罗关于那些曾听从他的人、写给他们本人的话,正是如此: “不要自欺:无论是拜偶像的、奸淫的、作娈童的、亲男色的、偷窃的、贪婪的、醉酒的、辱骂人的、勒索的,都不能承受神的国。弟兄们,你们并非不知这些事,因为你们从前也是这样。但你们已经在耶稣基督的名里洗净了,已经成圣了。” 你看到没有,他说这些人从前也是这副模样,但如今却已成圣并被洗净,因为有了足以刮垢涤污、甚至能深入灵魂的水?洗礼既然连麻风病人的麻风都不能除掉,连癣、白癜风、疣、痛风、痢疾、水肿、肉刺,肉体上无论大小的疾患都不能祛除,难道它反倒能彻底根除通奸、勒索以及灵魂所有的不法作为吗?

语法注3 条
  1. 238aἈνθ̓ ὅτου δὲ μηδὲ τοῖς Ἑβραϊκοῖς λόγοις ἐμμένετε

    Ἀνθ̓ ὅτου(相当于 ἀντὶ τοῦ)是表示“为何”、“为了什么缘故”的疑问短语,统领直至主动词 πλέον... ἀπέστητε(甚至更远地背离了)的全句架构。句首的否定词 μηδέ 意为“甚至不……”,用以强调他们甚至连犹太律法都未能遵守的背教状态。

  2. 238cἀκολουθεῖν ἐνόμισε τῷ μὴ θεραπεύειν τὸ βλασφημεῖν

    动词 ἐνόμισε 支配带冠词的不定式 τὸ βλασφημεῖν 作为宾语/主语补足,与不定式 ἀκολουθεῖν 构成不定式短语结构。与格形式的带冠词不定式 τῷ μὴ θεραπεύειν(不敬奉)依附于 ἀκολουθεῖν,整句意为“认为不敬拜必然伴随着亵渎”。

  3. 245cῥύπτειν ἱκανοῦ καὶ διακαθαίρειν ὕδατος εὐπορήσαντος

    由名词 ὕδατος 与不定过去时分词 εὐπορήσαντος 构成的属格独立结构(genitive absolute)。ὕδατος 由 ἱκανοῦ(充足的)修饰,而两个说明性不定式 ῥύπτειν καὶ διακαθαίρειν(刷洗与彻底净化)又进一步限定 ἱκανοῦ,在语境中带强烈的反讽意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:49-50