← 朱利安

驳加利利人

§46-48

希腊学术的育人价值与基督徒的矛盾

作者揭露了基督徒声称自身经文自足却又窃学希腊学问的矛盾,指出唯有希腊经典与诸神才能真正陶冶德行、造就杰出人才。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46

Τοῦ χάριν ὑμεῖς τῶν παρ’ Ἕλλησι παρεσθίετε μαθημάτων, εἴπερ αὐτάρκης ὑμῖν ἐστιν ἡ τῶν ὑμετέρων γραφῶν ἀνάγνωσις; καίτοι κρεῖττον ἐκείνων εἴργειν τοὺς ἀνθρώπους ἢ τῆς τῶν ἱεροθύτων ἐδωδῆς. ἐκ μὲν γὰρ ἐκείνης, καθὰ καὶ ὁ Παῦλος λέγει, βλάπτεται μὲν οὐδὲν ὁ προσφερόμενος, ἡ δὲ συνείδησις τοῦ βλέποντος ἀδελφοῦ σκανδαλισθείη ἂν καθ̓ ὑμᾶς, ὦ σοφώτατοι καὶ ὑπερήφανοι. διὰ δὲ τῶν μαθημάτων τούτων ἀπέστη τῆς ἀθεότητος πᾶν ὅτι περ παρ’ ὑμῖν ἡ φύσις ἤνεγκε γενναῖον. ὅτῳ οὖν ὑπῆρξεν εὐφυΐας κἂν μικρὸν μόριον, τούτῳ τάχιστα συνέβη τῆς παρ’ ὑμῖν ἀθεότητος ἀποστῆναι. βέλτιον οὖν εἴργειν μαθημάτων, οὐχ ἱερείων τοὺς ἀνθρώπους. ἀλλ’ ἴστε καὶ ὑμεῖς, ὡς ἐμοὶ φαίνεται, τὸ διάφορον εἰς σύνεσιν τῶν παρ’ ὑμῖν γραφῶν πρὸς τὰς ἡμετέρας, καὶ ὡς ἐκ τῶν παρ’ ὑμῖν οὐδεὶς ἂν γένοιτο γενναῖος ἀνήρ, μᾶλλον δὲ οὐδὲ ἐπιεικής, ἐκ δὲ τῶν παρ’ ἡμῖν αὐτὸς αὑτοῦ πᾶς ἂν γένοιτο καλλίων,1 εἰ καὶ παντάπασιν ἀφυής τις εἴη. φύσεως δὲ ἔχων εὖ καὶ τὰς ἐκ τούτων προσλαχὼν παιδείας ἀτεχνῶς γίνεται τῶν θεῶν τοῖς ἀνθρώποις δῶρον, ἤτοι φῶς ἀνάψας ἐπιστήμης ἢ πολιτείας γένος ὑφηγησάμενος ἢ πολεμίους πολλοὺς τρεψάμενος ἢ καὶ πολλὴν μὲν γῆν, πολλὴν δὲ ἐπελθὼν θάλασσαν καὶ τούτῳ φανεὶς ἡρωικός Τεκμήριον δὲ τοῦτο σαφές· ἐκ πάντων ὑμῶν ἐπιλεξάμενοι παιδία ταῖς γραφαῖς ἐμμελετῆσαι παρασκευάσατε. κἂν φανῇ τῶν ἀνδραπόδων εἰς ἄνδρας τελέσαντα2 σπουδαιότερα, ληρεῖν ἐμὲ καὶ μελαγχολᾶν νομίζετε. εἶτα οὕτως ἐστὲ δυστυχεῖς καὶ ἀνόητοι, ὥστε νομίζειν θείους μὲν ἐκείνους τοὺς λόγους, ὑφ̓ ὧν οὐδεὶς ἂν γένοιτο φρονιμώτερος οὐδὲ ἀνδρειότερος οὐδ̓ ἑαυτοῦ κρείττων· ὑφ̓ ὧν δὲ ἔνεστιν ἀνδρείαν, φρόνησιν, δικαιοσύνην προσλαβεῖν, τούτους ἀποδίδοτε τῷ σατανᾷ καὶ τοῖς τῷ σατανᾷ λατρεύουσιν.

既然你们诵读自己的经卷便已自足,为何还要蚕食希腊人的学问呢?然而,把人们阻隔于那些学问之外,要比把他们阻隔于祭肉的吃食之外更好。因为正如保罗所说,吃那祭肉的人自己固然毫不受损,但在你们看来,那旁观弟兄的良心却可能绊倒,你们这班至睿又狂妄的人啊!但正是通过这些学问,在你们当中凡是天性高贵者,全都脱离了你们的无神之谬。因此,凡是拥有哪怕一星半点天资之人,都会极快地脱离你们中间的无神状态。因此,理应阻止人们涉足学问,而非阻止人们接触祭肉。然而依我看来,你们自己也清楚你们的经卷与我们的经典在启发心智上的天壤之别,明白从你们的经书中绝不可能造就出一个高尚之士,甚至连一个体面的人都成不了;而从我们的经典中,任何人都能超越本来的自己而变得更加完善,纵然他原本完全缺乏天赋。至于那天资优异并进而汲取了这些学问教养的人,便真真切切成了诸神赐予人类的礼物,他们或点亮真知的光芒,或创制政制的范型,或击溃大批敌军,或踏遍万水千山并由此显现出英雄的姿态。这里有一个明证:从你们所有人当中挑选孩童,让他们专心攻读你们的经书。倘若他们长大成人后,显得比家奴还要精明得体,你们尽可认为我是在胡言乱语、发疯发癫。既然如此,你们何其不幸且愚顽,竟将那些既不能使人更有智慧、亦不能使人更为勇敢或超越自身的言辞奉为神圣;反倒将那些能使人获得勇气、明智与正义的著述,归咎于撒旦和事奉撒旦的人!

§48

Ἰᾶται Ἀσκληπιὸς ἡμῶν τὰ σώματα, παιδεύουσιν ἡμῶν αἱ Μοῦσαι σὺν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ λογίῳ τὰς ψυχάς, Ἄρης δὲ καὶ Ἐνυὼ τὰ πρὸς τὸν πόλεμον συναγωνίζεται, τὰ δὲ εἰς τέχνας Ἥφαιστος ἀποκληροῖ καὶ διανέμει, ταῦτα δὲ πάντα Ἀθηνᾶ μετὰ τοῦ Διὸς παρθένος ἀμήτωρ πρυτανεύει. σκοπεῖτε οὖν, εἰ μὴ καθ̓ ἕκαστον τούτων ὑμῶν ἐσμεν κρείττους, λέγω δὲ τὰ περὶ τὰς τέχνας καὶ σοφίαν καὶ σύνεσιν· εἴτε γὰρ τὰς πρὸς τὴν χρείαν σκοπήσειας, εἴτε τὰς τοῦ καλοῦ χάριν μιμητικάς, οἷον ἀγαλματοποιητικήν, γραφικήν, ἢ οἰκονομικήν, ἰατρικὴν τὴν ἐξ Ἀσκληπιοῦ, οὗ πανταχοῦ γῆς ἐστι χρηστήρια, ἃ δίδωσιν ἡμῖν ὁ θεὸς μεταλαγχάνειν3 διηνεκῶς. ἐμὲ γοῦν ἰάσατο πολλάκις Ἀσκληπιὸς κάμνοντα ὑπαγορεύσας φάρμακα· καὶ τούτων μάρτυς ἐστὶ Ζεύς. εἰ τοίνυν οὐ προσνείμαντες ἑαυτοὺς τῷ τῆς ἀποστασίας πνεύματι τὰ περὶ ψυχὴν ἄμεινον ἔχομεν καὶ περὶ σῶμα καὶ τὰ ἐκτός, τίνος ἕνεκεν ἀφέντες ταῦτα ἐπ̓ ἐκεῖνα βαδίζετε;

阿斯克勒庇俄斯医治我们的躯体,缪斯诸女神与阿斯克勒庇俄斯、阿波罗以及善辩的赫尔墨斯一同陶冶我们的心灵,阿瑞斯与厄倪俄在战事上与我们并肩作战,赫淮斯托斯将关于技艺的诸事分派散布,而无母的童贞女雅典娜则与宙斯一同统领这一切。那么请审视一下,在这些事情的每一项上,我们是否都胜过你们——我指的是关于技艺、智慧与理解力的事情。因为无论你审视那些为了实用目的之技艺,还是为了审美之故的摹仿技艺,诸如造像术、绘画术或治家术,亦或出自阿斯克勒庇俄斯的医术——他的神谕所在大地各处皆有建立,神明借此让我们得以持续分享其惠泽。至少阿斯克勒庇俄斯在我患病受苦时,曾屡次通过开出药方医治了我,而对此宙斯便是见证。既然我们没有将自己委身于背教的邪灵,反而在关于灵魂、肉体以及外在诸事上都处于更佳的状态,你们究竟为了什么竟要抛弃这些,反倒投奔于那些东西呢?

语法注3 条
  1. 229dαὐτὸς αὑτοῦ πᾶς ἂν γένοιτο καλλίων

    比较级(καλλίων)搭配反身代词属格(αὑτοῦ)的惯用句式,意为“超越自己原本的状态/比原来的自己变得更优秀”。

  2. 230aεἰς ἄνδρας τελέσαντα

    动词 τελέω 结合介词短语 εἰς ἄνδρας 具有不及物含义,意为“列入成年男子之列/达到成年”。中性复数分词(τελέσαντα)以先行词 παιδία 为其逻辑主语。

  3. 235cἃ δίδωσιν ἡμῖν ὁ θεὸς μεταλαγχάνειν

    关系代词 ἃ 指代先行词 χρηστήρια,不定式 μεταλαγχάνειν 与 δίδωσιν 连用,构成表允许或目的的结构(“神明准许我们分享的……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:46-48