← 朱利安

驳加利利人

§38-40

罗马受赐的神恩与阿斯克勒庇俄斯的普救

作者列举了罗马所受的神圣恩赐,如努马制定的祭司律法与从天而降的盾牌,斥责基督徒转而崇拜十字架,并指出弥补神谕衰退的祭祀技艺以及阿斯克勒庇俄斯普照全地的医治力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

Ἀλλ’ ἐπειδὴ κτισθεῖσαν αὐτὴν πολλοὶ μὲν περιέστησαν πόλεμοι, πάντων δὲ ἐκράτει καὶ κατηγωνίζετο καί, παρ’ αὐτὰ μᾶλλον αὐξανομένη τὰ δεινά, τῆς ἀσφαλείας ἐδεῖτο μείζονος, αὖθις ὁ Ζεὺς τὸν φιλοσοφώτατον αὐτῇ Νουμᾶν ἐφίστησιν. οὗτος ἦν ὁ καλὸς καὶ ἀγαθὸς ὁ Νουμᾶς, ἄλσεσιν ἐρήμοις ἐνδιατρίβων καὶ συνὼν ἀεὶ τοῖς θεοῖς κατὰ τὰς ἀκραιφνεῖς αὐτοῦ νοήσεις οὗτος τοὺς πλείστους τῶν ἱερατικῶν κατέστησε νόμους. ταῦτα μὲν οὖν ἐκ κατοχῆς καὶ ἐπιπνοίας θείας ἔκ τε τῶν τῆς Σιβύλλης καὶ τῶν ἄλλων, οἳ δὴ γεγόνασι κατ’ ἐκεῖνον τὸν χρόνον κατὰ τὴν πάτριον φωνὴν χρησμολόγοι, φαίνεται δοὺς ὁ Ζεὺς τῇ πόλει. τὴν δὲ ἐξ ἀέρος πεσοῦσαν ἀσπίδα καὶ τὴν ἐν τῷ λόφῳ κεφαλὴν φανεῖσαν,1 ὅθεν, οἶμαι, καὶ τοὔνομα προσέλαβεν ἡ  τοῦ μεγάλου Διὸς ἕδρα, πότερον ἐν τοῖς πρώτοις ἢ τοῖς δευτέροις ἀριθμήσωμεν τῶν δώρων; εἶτα, ὦ δυστυχεῖς ἄνθρωποι, σωζομένου τοῦ παρ’ ἡμῖν ὅπλου διοπετοῦς, ὃ κατέπεμψεν ὁ μέγας Ζεὺς ἤτοι πατὴρ Ἄρης, ἐνέχυρον διδοὺς οὐ λόγον, ἔργον δέ, ὅτι τῆς πόλεως ἡμῶν εἰς τὸ διηνεκὲς προασπίσει, προσκυνεῖν ἀφέντες καὶ σέβεσθαι, τὸ τοῦ σταυροῦ προσκυνεῖτε ξύλον, εἰκόνας αὐτοῦ σκιαγραφοῦντες ἐν τῷ μετώπῳ καὶ πρὸ τῶν οἰκημάτων ἐγγράφοντες.

但是,在这座城邦建立之后,许多战争将它包围,然而它制服并战胜了所有的战争,正是在那些险境中反而壮大起来,且需要更大的安全保障,宙斯便再次为它设立了最富哲理的努马。这位努马便是那位高尚善良之人,他常驻于荒寂的丛林,以其纯洁的思虑恒常与诸神同在;正是他确立了绝大多数的祭司律法。这些律法显见是宙斯借由神的附体与灵感,通过西比拉的预言以及当时以祖传之语充当预言者的其他人之口,赐予这座城邦的。至于那面从空中坠落的盾牌,以及在山丘上显现的头颅——我想,伟大的宙斯之宝座正是由此得名的——我们应当将其列为第一等的恩赐,还是第二等的恩赐呢?然而,啊,不幸的人们,当保存在我们这里的从天而降的神兵尚在,即伟大的宙斯或父神阿瑞斯所降下、以此非用言语而是用实际行动作保将永世护卫我们城邦的神兵,你们却放弃敬拜和尊崇它,转而去敬拜十字架的木头,在额头上描摹它的画像,在房舍门前刻画它的印记。

§39

Ἆρα ἀξίως ἄν τις τοὺς συνετωτέρους ὑμῶν μισήσειεν ἢ τοὺς ἀφρονεστέρους ἐλεήσειεν,2 οἳ κατακολουθοῦντες ὑμῖν, εἰς τοσοῦτον ἦλθον ὀλέθρου, ὥστε τοὺς αἰωνίους ἀφέντες θεοὺς ἐπὶ τὸν Ἰουδαίων μεταβῆναι νεκρόν; παρίημι γὰρ τὰ τῆς μητρὸς τῶν θεῶν μυστήρια καὶ ζηλῶ τὸν Μάριον. τὸ γὰρ ἐκ θεῶν εἰς ἀνθρώπους ἀφικνούμενον πνεῦμα σπανιάκις μὲν καὶ ἐν ὀλίγοις γίνεται καὶ οὔτε πάντα ἄνδρα τούτου μετασχεῖν ῥᾴδιον οὔτε ἐν παντὶ καιρῷ. ταύτῃ τοι καὶ τὸ παρ’ Ἑβραίοις προφητικὸν πνεῦμα ἐπέλιπεν, οὐκοῦν οὐδὲ παρ’ Αἰγυπτίοις εἰς τοῦτο σώζεται. φαίνεται δὲ καὶ τὰ αὐτοφυῆ χρηστήρια σιγῆσαι ταῖς τῶν χρόνων εἴκοντα περιόδοις. ὃ δὴ φιλάνθρωπος ἡμῶν δεσπότης καὶ πατὴρ Ζεὺς ἐννοήσας, ὡς ἂν μὴ παντάπασι τῆς πρὸς τοὺς θεοὺς ἀποστερηθῶμεν κοινωνίας, δέδωκεν ἡμῖν διὰ τῶν ἱερῶν τεχνῶν ἐπίσκεψιν, ὑφ̓ ἧς πρὸς τὰς χρείας ἕξομεν τὴν ἀποχρῶσαν βοήθειαν.

有谁能够恰如其分地憎恨你们当中较为聪明的人,或是怜悯那些跟随你们而竟至落入如此毁灭境地、以致抛弃永恒诸神而转向犹太人死尸的较为愚昧的人呢?因为我略过众神之母的秘仪,并仿效马略。因为从诸神降临人间的灵气实属罕见,仅存于少数人中,既非人人易于分享,亦非随时皆能得之。正是由于这个缘故,希伯来人那里的预言之灵也衰竭了,在埃及人那里同样未能保存至今。那些天然生成的神谕所,似乎也顺从时间的周期而归于沉寂。我们仁爱的主宰与天父宙斯深知这一点,为了使我们不致完全被剥夺与诸神之间的交通,便通过神圣的技艺赐予我们探问之法,使我们借此在有所需要时获得充分的救助。

§40

Ἔλαθέ με μικροῦ3 τὸ μέγιστον τῶν Ἡλίου καὶ Διὸς δώρων. εἰκότως δὲ αὐτὸ ἐφύλαξα ἐν τῷ τέλει. καὶ γὰρ οὐκ ἴδιόν ἐστιν ἡμῶν μόνον, ἀλλ’, οἶμαι, κοινὸν πρὸς Ἕλληνας, τοὺς ἡμετέρους συγγενεῖς. ὁ γάρ τοι Ζεὺς ἐν μὲν τοῖς νοητοῖς ἐξ ἑαυτοῦ τὸν Ἀσκληπιὸν ἐγέννησεν, εἰς δὲ τὴν γῆν διὰ τῆς Ἡλίου γονίμου ζωῆς ἐξέφηνεν. οὗτος ἐπὶ γῆς ἐξ οὐρανοῦ ποιησάμενος τὴν πρόοδον, ἑνοειδῶς μὲν ἐν ἀνθρώπου μορφῇ περὶ τὴν Ἐπίδαυρον ἀνεφάνη, πληθυνόμενος δὲ ἐντεῦθεν ταῖς προόδοις ἐπὶ πᾶσαν ὤρεξε τὴν γῆν τὴν σωτήριον ἑαυτοῦ δεξιάν. ἦλθεν εἰς Πέργαμον, εἰς Ἰωνίαν, εἰς Τάραντα μετὰ ταῦθ̓, ὕστερον ἦλθεν εἰς τὴν Ῥώμην. ᾤχετο δὲ εἰς Κῶ, ἐνθένδε εἰς Αἰγάς. εἶτα πανταχοῦ γῆς ἐστι καὶ θαλάσσης. οὐ καθ̓ ἕκαστον ἡμῶν ἐπιφοιτᾷ, καὶ ὅμως ἐπανορθοῦται ψυχὰς πλημμελῶς διακειμένας καὶ τὰ σώματα ἀσθενῶς ἔχοντα.

我险些遗忘了赫利俄斯与宙斯最伟大的赐予。然而我将它留到最后是理所当然的。因为这并非我们所独有,而是我想与我们的同族希腊人所共有的。宙斯在可知世界中由自身生出阿斯克勒庇俄斯,又借由赫利俄斯的生殖生命使他显现于世。他从天界向地上迈出展开的进程,以单纯如一的方式在埃皮达鲁斯一带化现为人的形态,自此以诸种流溢繁衍充塞,向全地伸出他施拯救的右手。他来到了帕加马,来到了伊奥尼亚,随后到了塔兰托,后来又来到了罗马;他又前往科斯岛,自彼处赴埃盖。此后,他在大地的各处与海洋之上无所不在。他虽非亲自临幸我们每一个人,然而却能医治陷于错谬的心灵与虚弱患病的肉体。

语法注3 条
  1. 194bτὴν δὲ ἐξ ἀέρος πεσοῦσαν ἀσπίδα καὶ τὴν ἐν τῷ λόφῳ κεφαλὴν φανεῖσαν

    置于句首的前置宾格短语,作其后疑问句中审议性虚拟语气动词 ἀριθμήσωμεν 的直接宾语(提前宾格)。

  2. 194dἎρα ἀξίως ἄν τις τοὺς συνετωτέρους ὑμῶν μισήσειεν ἢ τοὺς ἀφρονεστέρους ἐλεήσειεν

    带有 ἄν 的潜能祈愿语气动词(μισήσειεν 与 ἐλεήσειεν)与疑问小词 ἆρα 结合,构成反问句:“有谁能适当地憎恨……或怜悯……?”(意即无法充分做到)。

  3. 200aἜλαθέ με μικροῦ

    由动词 ἔλαθε(源自 λανθάνω)加人称代词宾格(με)与副词性属格 μικροῦ(意为“差一点”、“险些”)构成的惯用句式,意为“险些为我所忽略”或“我险些遗忘”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:38-40