- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:34-37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了圣经中关于神受愤怒支配的描绘,指出唯有哲学上的沉思与超脱情欲才是对神真正的效法。进而论证在天文学、几何学、算术与音乐等科学学问,以及法律制度和君王仁德方面,希腊、罗马与其他民族的文明皆远胜于希伯来人。
Εἰ γὰρ καὶ ἑνὸς ἡρώων καὶ οὐκ ἐπισήμου δαίμονος δύσοιστος ἡ ὀργὴ χώραις τε καὶ πόλεσιν ὁλοκλήροις, τίς ἂν ὑπέστη τοσούτου θεοῦ δαίμοσιν ἢ ἀγγέλοις ἢ καὶ ἀνθρώποις ἐπιμηνίσαντος;1 ἄξιόν γέ ἐστι παραβαλεῖν αὐτὸν τῇ Λυκούργου πραότητι καὶ τῇ Σόλωνος ἀνεξικακίᾳ ἢ τῇ Ῥωμαίων πρὸς τοὺς ἠδικηκότας ἐπιεικείᾳ καὶ χρηστότητι. πόσῳ δὲ δὴ τὰ παρ’ ἡμῖν τῶν παρ’ αὐτοῖς κρείττονα, καὶ ἐκ τῶνδε σκοπεῖτε. μιμεῖσθαι κελεύουσιν ἡμᾶς οἱ φιλόσοφοι κατὰ δύναμιν τοὺς θεούς, εἶναι δὲ ταύτην τὴν μίμησιν ἐν θεωρίᾳ τῶν ὄντων. ὅτι δὲ τοῦτο δίχα πάθους ἐστὶ καὶ ἐν ἀπαθείᾳ κεῖται, πρόδηλόν ἐστί που, κἂν ἐγὼ μὴ λέγω· καθ̓ ὅσον ἄρα ἐν ἀπαθείᾳ γινόμεθα, τεταγμένοι περὶ τῶν ὄντων τὴν θεωρίαν,2 κατὰ τοσοῦτον ἐξομοιούμεθα τῷ θεῷ. τίς δὲ ἡ παρ’ Ἑβραίοις ὑμνουμένη τοῦ θεοῦ μίμησις; ὀργὴ καὶ θυμὸς καὶ ζῆλος ἄγριος. Φινεὲς γάρ φησι κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαι τὸν ζῆλόν μοῦ ἐν αὐτοῖς. εὑρὼν γὰρ ὁ θεὸς τὸν συναγανακτοῦντα καὶ συναλγοῦντα ἀφεὶς τὴν ἀγανάκτησιν φαίνεται. ταῦτα καὶ τὰ τοιαῦτα περὶ θεοῦ ἕτερα πεποίηται λέγων ὁ Μωυσῆς οὐκ ὀλιγαχοῦ τῆς γραφῆς.
因为即使单是一个英雄或不起眼的精灵的发怒,对整片地域和整座城邦来说都是难以忍受的,那么当如此伟大的神对精灵、天使乃至人类大发雷霆时,谁又能承受得了呢?将他与吕库古的温和、梭伦的克制,或者罗马人对待过犯者的宽厚与仁慈相比较,确实是大有价值的。再从以下的事情中考察一下,我们所有的究竟比他们所有的要优越多少。哲学家们吩咐我们尽力效法诸神,并且说这种效法在于对实在之物的沉思。而这乃是脱离情欲的,存乎无情欲的境界之中,即使我不说,想必也是显而易见的;因此,我们在多大程度上进入无情欲的境界,专注于对实在之物的沉思,我们就在多大程度上同化于神。然而,在希伯来人那里受到颂扬的对神的效法究竟是什么呢?是发怒、愤恨以及狂暴的嫉妒。因为他说:‘非尼哈在他们中间以我的忌邪为心,使我的怒气从以色列人身上转消。’因为神找到了一个与他同感愤慨、同受痛苦的人,便显得放下了愤慨。摩西在圣经的许多地方都被描绘为在说出这些以及诸如此类关于神的其他言论。
Ὅτι δὲ οὐχ Ἑβραίων μόνον ἐμέλησε τῷ θεῷ, πάντων δὲ ἐθνῶν κηδόμενος ἔδωκεν ἐκείνοις μὲν οὐδὲν σπουδαῖον ἢ μέγα, ἡμῖν δὲ μακρῷ κρείττονα καὶ διαφέροντα, σκοπεῖτε λοιπὸν τὸ ἐντεῦθεν. ἔχουσι μὲν εἰπεῖν καὶ Αἰγύπτιοι, παρ’ ἑαυτοῖς ἀπαριθμούμενοι σοφῶν οὐκ ὀλίγων ὀνόματα, πολλοὺς ἐσχηκέναι τοὺς ἀπὸ τῆς Ἑρμοῦ διαδοχῆς, Ἑρμοῦ δέ φημι τοῦ τρίτου ἐπιφοιτήσαντος τῇ Αἰγύπτῳ, Χαλδαῖοι δὲ καὶ Ἀσσύριοι τοὺς ἀπ̓ Ὠάννου καὶ Βήλου, μυρίους δὲ Ἕλληνες τοὺς ἀπὸ Χείρωνος. ἐκ τούτου γὰρ πάντες ἐγένοντο τελεστικοὶ φύσει καὶ θεολογικοί, καθὸ δὴ δοκοῦσι μόνον Ἑβραῖοι τὰ ἑαυτῶν ἀποσεμνύνειν Ἀλλ’ ἀρχὴν ἔδωκεν ὑμῖν ἐπιστήμης ἢ μάθημα φιλόσοφον; καὶ ποῖον; ἡ μὲν γὰρ περὶ τὰ φαινόμενα θεωρία παρὰ τοῖς Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων παρὰ τοῖς βαρβάροις ἐν Βαβυλῶνι γενομένων· ἡ δὲ περὶ τὴν γεωμετρίαν ἀπὸ τῆς γεωδαισίας τῆς ἐν Αἰγύπτῳ τὴν ἀρχὴν λαβοῦσα πρὸς τοσοῦτον μέγεθος ηὐξήθη· τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν Φοινίκων ἐμπόρων ἀρξάμενον τέως εἰς ἐπιστήμης παρὰ τοῖς Ἕλλησι κατέστη πρόσχημα. ταῦτα δὴ τρία μετὰ τῆς συναρίθμου μουσικῆς Ἕλληνες εἰς ἓν συνῆψαν, ἀστρονομίαν γεωμετρίᾳ προσυφήναντες, ἀμφοῖν δὲ προσαρμόσαντες τοὺς ἀριθμοὺς καὶ τὸ ἐν τούτοις ἐναρμόνιον κατανοήσαντες. ἐντεῦθεν ἔθεντο τῇ παρὰ σφίσι μουσικῇ τοὺς ὅρους, εὑρόντες τῶν ἁρμονικῶν λόγων πρὸς τὴν αἴσθησιν τῆς ἀκοῆς ἄπταιστον ὁμολογίαν ἢ ὅτι τούτου μάλιστα ἐγγύς.3
然而,神并非仅仅眷顾希伯来人,而是顾念万国,赐予他们无甚重要或伟大的东西,却赐予我们远为优秀和卓越的事物,且从接下来的内容来考察吧。埃及人也能在他们自身中列举不少智者的名字,宣称拥有许多赫尔墨斯的继承者——我指的是那位降临埃及的第三位赫尔墨斯;迦勒底人和亚述人则拥有源自欧涅斯和柏鲁斯的传人,而希腊人则拥有源自喀戎的无数贤士。因为全凭此人,所有人都生就通晓秘仪、通晓神学,而希伯来人似乎唯独在这方面夸耀他们自己的传统。但是,神难道曾赐予你们科学的开端或哲学的学问吗?又是何种学问呢?关于天象的观察是在希腊人那里臻于完善的,尽管最初的观测是巴比伦的异族人做出的;关于几何学的学问从埃及的土地测量起步,发展到如此巨大的规模;关于数的学问始于腓尼基商人,最终在希腊人那里构成了庄严的科学形态。希腊人将这三者与列于同等的音乐结合为一,将天文学与几何学交织在一起,把数契合于二者,并洞悉了其中的和谐。由此,他们为自己的音乐确立了准则,发现和声比例与听觉之间存在着分毫不差的吻合,或者说是极其接近于此。
Πότερον οὖν χρή με κατ’ ἄνδρα ὀνομάζειν ἢ κατ’ ἐπιτηδεύματα; ἢ τοὺς ἀνθρώπους, οἷον Πλάτωνα, Σωκράτην, Ἀριστείδην, Κίμωνα, Θαλῆν, Λυκοῦργον, Ἀγησίλαον, Ἀρχίδαμον—ἢ μᾶλλον τὸ τῶν φιλοσόφων γένος, τὸ τῶν στρατηγῶν, τὸ τῶν δημιουργῶν, τὸ τῶν νομοθετῶν; εὑρεθήσονται γὰρ οἱ μοχθηρότατοι καὶ βδελυρώτατοι τῶν στρατηγῶν ἐπιεικέστερον χρησάμενοι τοῖς ἠδικηκόσι τὰ μέγιστα ἢ Μωυσῆς τοῖς οὐδὲν ἐξημαρτηκόσιν. τίνα οὖν ὑμῖν ἀπαγγείλω βασιλείαν; πότερα τὴν Περσέως ἢ τὴν Αἰακοῦ ἢ Μίνω τοῦ Κρητός, ὃς ἐκάθηρε μὲν λῃστευομένην τὴν θάλασσαν, ἐκβαλὼν καὶ ἐξελάσας τοὺς βαρβάρους ἄχρι Συρίας καὶ Σικελίας, ἐφ̓ ἑκάτερα προβὰς τοῖς τῆς ἀρχῆς ὁρίοις, οὐ μόνων δὲ τῶν νήσων, ἀλλὰ καὶ τῶν παραλίων ἐκράτει; καὶ διελόμενος πρὸς τὸν ἀδελφὸν Ῥαδάμανθυν, οὔτι τὴν γῆν, ἀλλὰ τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, αὐτὸς μὲν ἐτίθει παρὰ τοῦ Διὸς λαμβάνων τοὺς νόμους, ἐκείνῳ δὲ τὸ δικαστικὸν ἠφίει μέρος ἀναπληροῦν
那么,我是应当逐一列举人名,还是按职业门类来列举呢?是列举个人,如柏拉图、苏格拉底、阿里斯提德、客蒙、泰勒斯、吕库古、阿格西劳斯、阿基达穆斯——还是列举哲学家群体、将领群体、工匠群体、立法者群体?因为即使是将领中最卑劣、最可恶的人,也会被发现对待犯下弥天大罪者比摩西对待毫无过错的人更加宽厚。那么,我该向你们讲述怎样的王权呢?是珀耳修斯的王权,是埃阿科斯的王权,还是克里特人米诺斯的王权?米诺斯荡平了海上的海盗活动,将蛮族驱逐并驱赶远至叙利亚和西西里,向两方拓展统治的疆界,不仅掌控了岛屿,也统治了沿海地带;并且他与兄弟拉达曼提斯所瓜分的并非土地,而是对人类的治理,他自己从宙斯那里领受律法加以颁布,而让他的兄弟去履行司法的职能。
- 34τίς ἂν ὑπέστη τοσούτου θεοῦ δαίμοσιν ἢ ἀγγέλοις ἢ καὶ ἀνθρώποις ἐπιμηνίσαντος;
主句谓语动词 ὑπέστη 是带有 ἄν 的直陈式不定过去时,表示过去时间中的潜势或反事实推论(“谁又能承受得了呢?”隐含没有人能承受)。相伴的属格短语 τοσούτου θεοῦ ... ἐπιμηνίσαντος 为属格绝对结构,在功能上等同于反事实条件句的从句(εἰ 加直陈式过去时)。
- 171eτεταγμένοι περὶ τῶν ὄντων τὴν θεωρίαν
完成时被动/中动分词 τεταγμένοι(源自 τάσσω,“安置、指派”)接介词短语 περὶ ... τὴν θεωρίαν(τάττομαι περί τι,“置身于、专注于”),客观属格 τῶν ὄντων 前置于介词 περὶ 与冠词 τὴν 之间(即 περὶ τὴν τῶν ὄντων θεωρίαν),意为“置身于/被指派于对实在之物的沉思”。
- 178bἢ ὅτι τούτου μάλιστα ἐγγύς
此处 ὅτι 应读作不定关系代词 ὅστις 的中性单数形式(ὅ,τι),并承前省略了动词 ἐστίν,意为“或者最接近于此的某种事物”。将其视作不定代词而非连词 ὅτι,从而与前面的宾格名词 ὁμολογίαν 构成平行并列的宾语成分。
